τὸν Μανουήλ, καὶ ἐπαρᾶται, μὴ ἂν εἰς ἄξιον ἐλθεῖν τοῦ ἡσυχῇ ζήσειν, μεγαλείους μόνους ἐκείνους ἐσομένους, ἐπὰν ὁ πατὴρ θάνοι. Καὶ κομπάζει μακελλαρίους, εἰπεῖν κατ' ἐκεῖνον, καὶ μάγγιπας καὶ μύρων ἑψητὰς μέλλειν ἀφήσειν περιεῖναι καὶ τοιούσδε τινάς, ὧν αὐτοὶ ἄρξοντες ὕστερον εἰκῇ ἄρτι δειλαίνονται, μεγάλα σεμνύνων ἐκεῖνος τὴν βασιλείαν τοῖς παισίν, εἰ οὕτω μικροβασιλεῖς ἀποβήσονται, ὅμοιον ὡς εἰ καὶ Γιγάντων ἀποστερῶν ἐθέλοι παραμυθεῖσθαι οἷς Πυγμαίων ἄρξειν αὐτοὺς ὑπόσχοιτο. Γίνεται οὖν ὁ ἄνθρωπος ἐπὶ πλέον ἀπάνθρωπος, τὸν θῆρα μετενδυσάμενος. Καὶ οἷα μὴ ἀρκοῦν αὐτῷ στερεῶσαι βασιλείαν, εἰ τοσούτους καὶ τοιούτους λογάδας, τοὺς μὲν ἀπήγαγεν εἰς τοὺς πλείονας, τοὺς δ' ἄλλως ἐκ μέσου ἔστησε, προσεπικαταβάλλει καὶ ἄλλους μυρίους ὅσους, μάρπτων ἑξείης, οὐ κατ' αἰτίαν οὖσαν, ἀλλ' ὁποίας πλάσαιτ' ἂν κατὰ ζώντων ἄνθρωπος, αὐτὸς μόνος ἐφιέμενος ζῆν διὰ τὸ φύσει καχύποπτον, ὃ παγίως αὐτῷ ἐνερρίζωτο οἷς αὐτὸς ἀεὶ ἐδολίου κατὰ τῶν πρὸ αὐτοῦ· ὅθεν ᾤετο πάντας βασιλεῖς κατ' αὐτόν. Καὶ οὐ λέγω τὸ πλῆθος τῶν πεπονθότων, οὐ προσάπτομαι τῆς ποιότητος, οὐκ ἐκτίθεμαι τὰ κατ' ἐκείνων συμπλάσματα, οὐ περιηγοῦμαι τρόπους ἢ τόπους, καθ' οὓς καὶ ὅπως περανθείη τὸ κακόν, οὐκ ἄλλο τοιοῦτον οὐδέν, μὴ καὶ ἀηδίας ἀναταράξω βόρβορον. Ἐκεῖνο μόνον λέγω, ὡς ἠρίστευεν ἀληθεύων ἐπὶ τῇ πρὸς τοὺς υἱοὺς ὑποσχέσει· οὐ πολλοῦ γὰρ ἐνέλιπε ψιλῶσαι ἀνθρώπων ἐπιδόξων τὴν Μεγαλόπολιν. Καὶ οὕτω μὲν κατὰ πάντων αὐτός· ἦσαν δὲ οὐδ' οἱ πάντες ἀπεοικότες ἐκείνου πρός γε τὸ μῖσος. Μισούμενοι γὰρ ἐφιλοτιμοῦντο ἀντιμισεῖν, οὐκ εὐαγγελικῶς μέν, κατὰ βασιλικὸν δὲ ἐκεῖνο παράδειγμα. Καὶ συλλεγέντες τῇ ἀμύνῃ πρός τι ἓν δρᾶν ἤθελον καὶ ἀντιλυπεῖν τὸν κατάρξαντα. Ἦσαν δὲ ἐν τοῖς δρῶσι πρὸς ἄμυναν, ὅτι καὶ ἐν τοῖς παθοῦσι, καὶ οἱ τῆς Ἄγαρ. Τὰ γὰρ κατὰ Νικαέων πάθη καὶ ὅσα οἱ Προυσαεῖς ἔτλησαν ἥψαντο 56 καὶ ἐκείνης καὶ εἰς πολὺ ἐχθίστην ἡμῖν ἐνέγραψαν. Πολλοὺς γὰρ καὶ τῶν αὐτῆς ἐπιλέγδην ἡ Νίκαια, ναὶ δὲ καὶ ἡ Προῦσα, μετὰ πολύπονον ἅλωσιν μετεωρισθέντας εἶδον, ὅθεν ἔστι καταβῆναι εἰς Ἅδην καὶ ταχὺ καὶ οἴκτιστα. Καὶ οἷα μὲν ἐντεῦθεν οἱ ἀνατολικοὶ ἔπαθον εἰς μνήμην, εἰ καὶ μὴ μετ' ἐγκωμίων τοῦ Ἀνδρονίκου, συγγραφέσθω ἕτερος, ἐκεχειρίαν τε ἄγων ἱκανήν, ἀλλὰ καὶ δακρύοις πλουτῶν· ἡμᾶς γὰρ ἐπέλιπον καὶ αὐτά. Ἡμῖν δὲ οἷα ἐκεῖθεν συνέπεσον καὶ ὡς ἡ τοῦ Ἀνδρονίκου, ὁμαλῶς λέξαι, οὐ προσήνεια καθίκετο καὶ ἡμῶν ὀλεθρία φράσων ἔρχομαι, οὐ πρὸς εὐρυλογίαν οὐδ' αὐτά, μὴ καὶ πλατὺ μάλα βιβλιογραφήσειν ἀνάγκην εὑρήσω, ἀλλ' ὡς πρὸς ἐσκιαγραφημένην τῶν πεπραγμένων ὑπόδειξιν. Οἱ βλαβέντες ἐκεῖνοι, οἱ πολλοί, οἱ ποικίλοι, οἱ πολύγλωσσοι, διασπαρέντες ἄλλοι ἄλλοθεν, εἴ τις φρήτρη ἐκ Πίσσης, εἴ τις ἀπὸ Γενούης, τὸ τῶν Τούσκων φῦλον καί τι Λαμπαρδικόν· οὐκ ἀπελίπετο δὲ οὐδὲ τὸ ἐκ Λογγιβάρδων βλαβέν, οὐδ' ὅσα ἄλλα· οὐ μὴν δὲ ἀλλὰ καὶ τῶν εὐγενείας ἐπιτεταγμένων, Μαλεῗνος δέ τις καὶ ∆αλασηνὸς καὶ Κλάδων καί τινες τοιοῦτοι τῶν τῆς ὑφειμένης, πρὸς δὲ καὶ θεραπευταὶ ἀρχόντων, οὓς ὁ Ἀνδρόνικος φαύλως διέθετο, οὗτοι δὴ καὶ ὅσοι δὲ ἄλλοι ἐν ὁμοίοις κακοῖς ἦσαν ἐπρέσβευσαν παρὰ πολλοὺς τῶν μέγιστα δυναμένων περί τε τὰ τῆς ἑῴας λήξεως καὶ τὰ ἑσπέρια. Καὶ οἱ μὲν τὸν σουλτὰν ἠρέθισαν τὰ πλείω, προϊσχόμενοι εἰς δυσωπίαν τὸν τοῦ βραχυβίου βασιλέως Ἀλεξίου θάνατον, ᾧπερ ὤφειλε πιστὰ διὰ τὸν πατέρα Μανουὴλ ὁ τῶν Ἀγαρηνῶν ἔθναρχος, ἕτεροι δὲ τὸν ἐν Ἀντιοχείᾳ προκαθήμενον, τόν τε κατὰ κόσμον καὶ τὸν ἐκκλησιαστικῶς, ἄλλοι δὲ τὸν ἐν Ἱεροσολύμοις ζηλοῦντα βασιλικῶς ὑπὲρ τοῦ καλοῦ. Ὠφειλέτην δὲ ἄρα καὶ τούτω τὼ ἄρχοντε ὀρθὴν ἀγάπην καὶ ἐπικουρίαν μετὰ τὸν Μανουὴλ ἀδικουμένῳ τῷ υἱῷ Ἀλεξίῳ. Αἱ δὲ ἐντρεχέστεραι τῶν πρεσβειῶν περὶ τὰ καθ' ἑσπέραν ἐξετελοῦντο. Καὶ ἐλιτάζετο πρὸς μὲν τῶν ὁ τῶν ἐν μεγάλῃ Ῥώμῃ ἀρχιερατικῶς ὑπερεστὼς καὶ εἴ τις ἄλλος παρ' αὐτῷ καὶ κατ' αὐτὸν ἰσχύων, πρὸς δὲ τῶν ὁ Γερμανικὸς φύλαρχος. Ὠχλεῖτο δὲ πρεσβευτικῶς καὶ ὁ πολὺς τὴν ἐξουσίαν Ἀλαμανός. Καὶ οὐδὲ ὁ