1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

17

ἐς ᾅδου τὸν βαθύγνοφον σκότον, θανὼν πρὸς ἐχθρῶν, μητέρ' ἀθλίαν λιπών. Ἡ δ' εὐμένεια τοῦ Πατρός σ' ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίνεται σωτηρία· τό τ' ἐσθλὸν ὡς εἰς πότμον ἦλθε σοὶ Πατρός· ὄδυρμα πικρόν· γῆ σε, Τέκνον, λαμβάνει, ἥκοντ' ἐς ἀΐδαο πανζόφου πύλας, ᾅδῃ τὸ δριμύτατον ἐμβαλεῖν βέλος. Καὶ γὰρ ἐπ' αὐτῷ τῷδε κατέρχῃ μόνος, λήψῃ δὲ νεκρούς, οὐ σὺ ληφθήσῃ νεκροῖς, ῥύσῃ τε πάντας, ὢν ἐλεύθερος μόνος. Μόνος γὰρ ἀνὴρ ταῦτα θαρρῶν ἱκάνεις, μόνος σὺ φύσεως ὑπερκάμνεις βροτῶν. Ἔσχον δ' ἀγῶνες, οἵ σ' ἔμιμνον, νῦν τέλος, νίκην τε λοιπὸν κατ' ἐναντίων ἔχεις, ᾅδην, ὄφιν, θάνατον ἰσχυρῶς τρέπων. Σοφὸς σοφὸς σύ, καὶ σοφῶς ἔτλης πότμον, ὡς κοινὸν οἶτον σῷ καταβάλῃς μόρῳ, κἀν τῇ χθονὶ στηρίζον ἐνθήσεις κλέος, γῆς ἐξανίσχων καὶ φέρων σωτηρίαν, εἰς συγγένειαν Πατρὸς ἀμείψας δέμας. Αὖθις γὰρ ἔλθῃς κλεινός, ἁρπάσας γένος, ὦναξ, Ἄναξ ἄφθιτε, σὺ Θεὸς μένων, μορφῇ τε σῇ συνῆψας ἀνέρος φύσιν· καὶ νῦν ἐς ἀΐδαο κατέρχῃ δόμους, σπεύδων φαεῖναι καὶ καταυγάσαι ζόφον. Εὖ δ' εὖγε λίπῃς τήνδε δυσμενῶν χθόνα, εἰς ἥν γε πρῶτον ἧκες, Ἰσραὴλ δόμους, ὀλωλότα πρόβατα ποιμᾶναι θέλων καὶ συνθεσίας ἐκπερᾶναι πατράσι, μορφῇ συνάψας τοῦ Θεοῦ βροτῶν φύσιν. Σὲ γὰρ Πατὴρ γεννᾷ μὲν ἀρρεύστως ἀεί· ἐγὼ δ' ἔτικτόν σ' αὖθις ἁγνεύουσ' ἔτι, μορφὴν λαβόντα πρὸς Θεοῦ βροτησίαν. Ἀλλ' ἐγγενεῖς σῆς μητρός, οὓς ἥκιστ' ἐχρῆν, θαυμαστὰ πολλὰ σφίσιν ἐξειργασμένον ἄρρητ' ἀμυήτοισιν εἰδέναι βροτοῖς, σωτῆρά σ' οὐκ ἔφασκον ἐκφῦναι Θεοῦ, ἀλλά με νυμφευθεῖσαν ἐκ θνητοῦ τινὸς τεκεῖν σ' ἐλήρουν καὶ γάμους ψευσαμένην λέχους ἁμάρτημ' ἐς Θεόν μ' ἀναφέρειν· καὶ νῦν κτανεῖν σ' ἔσπευσαν ἀνόμως φθόνῳ, ἐχθροῦ σοφίσμαθ' ὧν νιν οὕνεκα κτανών, ἄλλων τε πάντων παγκάκων σοφισμάτων, παύσεις στροβοῦντα κόσμον ἐν σοφίσμασι, καί μιν σιδηραῖς ἁρμόσας ἐν ἄρκυσι στήσεις κακοῦργον τῆς κακουργίας, Τέκνον. Σφᾶς δ' αὖθις αὐτοὺς ἐκ χθονὸς τῆσδ' ἐκβαλεῖς, ἄλλοις δὲ δώσεις καὶ πόλιν τε καὶ κράτος, ὡς συμβόλοις εἴρηκας ἤδη σοῖς φίλοις· ἐν οἷς χορεύσεις καὶ καταστήσεις τὰ σὰ μυστήρι' ἵν' ᾖς ἐμφανῶς Θεὸς βροτοῖς, ὡς ἐν πόλῳ ξύμπασιν· ἐς δ' ἄλλην χθόνα, εὖ διαθεὶς τἀνθένδ', ἀναστήσεις κράτος. ∆εῖ γὰρ πόλιν τήνδ' ἐκμαθεῖν, κεἰ μὴ θέλει, νῦν οὖσ' ἀμαθὴς τῶν γε σῶν μυστηρίων, ἄλλην τε πᾶσαν γηγενῶν παροικίαν, ἣ θεομαχεῖ τὰ κατὰ σέ, σπονδῶν τ' ἄπο ὠθεῖ σ', ἐν εὐχαῖς δ' οὐδαμοῦ μνείαν ἔχει· οὔπω γὰρ οἱ τάλανες ἔγνωσαν γόνον ἥκοντα Πατρὸς ἐκ πόλου πρὸς γῆν κάτω. Ὧν οὕνεκ' αὐτοῖς δεῖξον, ὡς εἶ σὺ Θεός· δείξεις δὲ πάντως· ἢν δ' Ἰουδαίων γένος ὀργῇ σὺν ὅπλοις ἐξάγειν χθονὸς θέλῃς ἄρδην, ἐλάσεις Αὐσόνων στρατηλατῶν, οὓς σφῶν ἀνάσσειν ᾑρετίσαντ' ἀφρόνως, σὴν δεσποτείαν ὡς ἀπηγορευκότες, ἄνακτα τὸν Καίσαρ' ἀνηγορευκότες. Ποινὴν γὰρ ἀθρῶ σοῦ πότμου ζωηφόρου, πῦρ ἐγγὺς οἴκων καὶ δόμων ἐρείπια τεφρούμεν' ἤδη, πυρὸς ἄσβεστον φλόγα, ἀθάνατον Θεοῦ πόλιν πρὸς τήνδ' ὕβριν· αἰνῶ δὲ κρίσιν, ἄβατον ἣ πέδον τόδε τίθησι πᾶσι τοῖς φονευταῖς σου, Τέκνον, ὃς τὰς Λυδῶν πανευκλεεῖς λιπὼν πόλεις Φρυγῶν τε, Περσῶν ἡλιοβλήτους πλάκας, Βάκτρια τείχη, τήν τε δύσχειμον χθόνα Μήδων παρελθὼν Ἀρράβων τ' εὐδαίμονα, ἔθνη τὰ μακρὰν ἐν σκότῳ βεβυσμένα, πᾶσάν τ' Ἀσίαν, ἣν παρ' ἁλμυρὰν ἅλα Ἕλλησι κεῖσθαι φασὶ βαρβάροις θ' ὁμοῦ, πλήρεις ἔχουσαν καλλιπυργώτους πόλεις, ἐς τήνδε πρῶτον ἦλθες Ἑβραίων χθόνα, ἥ σ' ἐς τάφον τίθησιν ἐκ σφαγῆς νέκυν. Ἰώ, Θεοῦ μέλαθρα καὶ πόλις φίλα, ὦ καλλίπυργον ἄστυ ∆αυΐδου χθονός, ὦ θαλάμευμα τῶν πάλαι θεοπρόπων, θεοκτόνων σπήλαιον ὡς νῦν ἀνέφυς· πῶς σε στενάξω; πῶς σε θρηνήσω φόνου; Ἀλλ' ὦ λιποῦσαι Γαλιλαίας χωρίον, ἐμὸς θίασος, ἃς συνεμπόρους ἐμοὶ ἐκεῖθεν ἕλκει μυστίδας μυστηρίων ὁ νῦν νέκυς, φεῦ, τῷ λάκῳ τεθειμένος, ἐᾶτε τἀπιχώρι' ἐν νεκρῷ μέλη, λεπτοῖς δὲ θρήνοις νῦν μιν ἀνυμνήσατε, ἔπειτ' Ἄνακτα ζῶντ' ἀνευφημήσετε, ὡς ἔστιν ἐλπὶς ἀσφαλεστάτη δ' ἐμοί. Χωρεῖτε, χωρεῖτ', οὐκέτ' εἰμὶ προσβλέπειν οἵα πρὸς αὐτοῦ τὸν τάφον καὶ τὸν λίθον. Εἴκωμεν