17
μήτε αὐξήσεως, μήτε κολοβώσεως ἐν τοῖς ὑπὸ τοῦ Θεοῦ μεμετρημένοις, καὶ ὑπ' αὐτοῦ περιεχομένοις δυναμένης γενέσθαι.
Εἰ οὖν μήτε προσθήκην, μήτε ἐλάττωσιν περὶ τὰ ὄντα συμβαίνειν ἡ προφητεία μαρτύρεται, πάντως ἐπὶ τῷ ἰδίῳ ἕκαστον μέτρῳ εἰσαεὶ διαμένει, τῆς τρεπτῆς φύσεως τῆς ἐν τοῖς οὖσι θεω ρουμένης, πάντα εἰς ἄλληλα μεταβαλλούσης, καὶ ἕκα στον εἰς τὸ ἕτερον ἀλλοιούσης, καὶ πάλιν ἀπ' ἐκείνου διὰ μεταβολῆς τε καὶ ἀλλοιώσεως εἰς τὸ ἐξ ἀρχῆς αὖθις ἐπαναγούσης. Ἀλλ' ὅτι μὲν ὁ ὑγρὸς οὗτος ἀτμὸς, ἐν τῷ φλογμῷ διαγενόμενος, εἰς τὴν γεώδη με ταβαίνει ποιότητα, πρὸς τὸ ξηρὸν μεταβληθεὶς διὰ τῆς ἐξοπτήσεως, τοῦτο ἐν τοῖς προλαβοῦσι λόγοις ἐν τῷ κατὰ τὸ ἔλαιον ὑποδείγματι μετρίως νενόηται, σκοπεῖν δὲ τὸ μετὰ τοῦτο προσήκει, εἰ τῆς ὕλης τοῦ ἀτμοῦ πρὸς τὴν ἐναντίαν ἀλλοιωθείσης ποιότητα, δυ νατόν ἐστιν ἄνω μένειν ἐκεῖνο τοῦ ἀτμοῦ τὸ λείψανον, ὅτι ποτὲ κατανοεῖ ὁ λόγος τὸ διὰ τῆς ἐξοπτήσεως μετα ποιηθὲν, πρὸς τὸ λεπτότερόν τε καὶ ἀφανέστερον. Ἀλλὰ μὴν οἶμαι δυνατὸν εἶναι καὶ περὶ ἐκείνου διὰ τῶν γνωρίμων ὑμῖν ὑποδειγμάτων στοχάσασθαι. Οὐδὲ γὰρ ἐνταῦθα τὸ λεπτομερὲς τῆς λιγνύος εἰσαεὶ διαμέ νει κατὰ τὸν ἀέρα μετέωρον, ἀλλ' ὑπὸ τῆς ἀραιότητος τοῦ ἀέρος πρὸς τὸ συγγενὲς διαφύεται, γῇ καὶ τεί χεσι καὶ τοῖς τοῦ ὀρόφου ξύλοις περιχρωννύμενον. Οὐκοῦν ἀκόλουθον καὶ περὶ ἐκείνου τὸ ἶσον ὑπολαβεῖν, ὅτι ὑπὸ τῶν πνευμάτων ἀνωσθεὶς ὁ ἀτμὸς εἰς τὸν ὑπερκείμενον καὶ φλογώδη χῶρον, καὶ ἐν τῇ μεταβολῇ τῆς ὑγρᾶς ποιότητος, τὸ ὑλικὸν διεσώσατο, ξηρὸς δὲ γενόμενος πρὸς τὸ συγγενὲς καθειλκύσθη καὶ ἀπεκα τέστη γῇ. Ἑλκτικὴ γὰρ τῶν οἰκείων δύναμις ἑκάστῳ τῶν ὄντων ἐκ φύσεως ἔγκειται, ὡς μηδὲ ἔξω τοῦ ἀκο λούθου τὴν τοιαύτην εἶναι ὑπόληψιν, ὅτι ξηρός τις καὶ γεώδης ὁ ἀτμὸς γενόμενος τὴν ποιότητα, τῇ ξηρότητι τῆς γῆς κατεμίχθη. Εἰ μὲν οὖν ἦν ἐλαιώδης πᾶσα τῆς ὑγρᾶς οὐσίας ἡ φύσις, πάντως ἂν ἐν τῷ παχυμερεῖ τῆς ποιότητος πρὸς τὸ μέλαν ἔτρεψε τῶν τοιούτων ἀτμῶν τὴν χρόαν ἡ ἐξόπτησις· καὶ ἐπίδηλον 105 ἂν πᾶσι τὸ γινόμενον ἦν, διὰ τοῦ δέχεσθαι τὸ εἶδος δεικνύμενον. Ἐπεὶ δὲ τὸ λεπτότατόν τε καὶ διειδέστα τον τῆς τῶν ὑδάτων φύσεως ἐν τοῖς ἀτμοῖς γίνεται, οὔτοι δὲ κατὰ τὸν προαποδειχθέντα λόγον ἐναποθέμενοι τῷ πυρὶ τὴν ὑγρὰν ποιότητα, πρὸς τὸ ξηρὸν ἠλλοιώθη σαν· ἀνάγκη πᾶσα, καθαρὸν τοῦτο καὶ ἀερῶδες οἴεσθαι, ὅτι ποτὲ καὶ εἶναι αὐτὸ καταλαμβάνει ἡ ἔννοια τὸ τῇ λε πτότητι διαφεῦγον τὴν κατανόησιν. Εἰ δὲ τῆς τοῦ λόγου καταλήψεως ἀξιοπιστοτέραν οἴεταί τις τὴν αἴσθησιν, καὶ ζητεῖ τῷ ὀφθαλμῷ τοὺς ἀμερεῖς τε καὶ ἀφανεῖς ἐκείνους ὄγκους θεάσασθαι· ἔξεστι τῷ βουλομένῳ ναστὸν τῶν τοιούτων μορίων τὸν ἀέρα ἰδεῖν, ὅταν εἰσ χεθεῖσα διὰ θυρίδος αὐτὸς, ἐκδηλότερον ποιήσῃ τοῦ ἀέρος ἐκεῖνο, ὅσον ἂν διὰ τῆς αὐγῆς καταλάμψῃ. Ὃ γὰρ ἐν τῷ λοιπῷ ἀέρι τοῖς ὀφθαλμοῖς ἐστιν ἀνέφ ικτον, τοῦτο διὰ τῆς ἀκτῖνος ὁρᾶται ἐν πλήθει ἀπείρῳ κατὰ τὸν ἀέρα στρεφόμενον. Ὁ οὖν ἐπισχὼν τούτοις τὸν ὀφθαλμὸν, εὑρήσει ἀεὶ πρὸς τὸ κάτω τὴν τῶν λεπτῶν ἐκείνων φορὰν καταῤῥέουσαν. Τὸ δὲ ἐν τῷ μέρει τοῦ ἀέρος δεικνύμενον ἀπόδειξίς ἐστι τοῦ καὶ ἐν τῷ παντὶ τὸ τοιοῦτον εἶναι, ἐπειδὴ συνεχές ἐστι τὸ πᾶν ἑαυτῷ, καὶ ἐκ μερῶν συμπληροῦται τὸ ὅλον. Εἰ δὲ πάντοτε ἡ τῶν λεπτῶν τούτων καὶ ἀτό μων φορὰ διὰ τοῦ ἀέρος ἐπὶ τὴν γῆν καταῤῥέει, φα νερὸν δὲ ὅτι οὐ τὸ αἰθέριον εἶδος εἰς ταῦτα θρυπτό μενον διασκίδναται (τὴν γὰρ εἰς τὰ λεπτὰ θρύψιν τε καὶ διάχυσιν ἡ τοῦ πυρὸς φύσις οὐ πάσχει)· ἀνάγκη πᾶσα ἐκείνων τὴν ὕλην κατιέναι πιστεύειν, ὧν τὴν ἄνοδον ὁ λόγος διὰ τῶν ἀτμῶν ἐθεώρησεν, ὥστε ὑγρὰ μὲν ὄντα ὑπὸ τῆς θερμῆς ἀνέλκεσθαι φύσεως, ἐκ καυθέντα δὲ καὶ γεώδη γενόμενα, μηκέτι ἐν τῷ πυρὶ κρατεῖσθαι, ἀλλὰ πρὸς τὴν γῆν πάλιν ἀποκαθίστασθαι. Καθάπερ δὲ τῆς ἐν ἡμῖν τροφῆς εἰς λεπτήν τινα ποιότητα διὰ τῆς πέψεως ἀλλοιωθείσης, ᾧ ἂν ἐμπε λάσει διὰ τῆς ἀναδόσεως μέρει τοῦ σώματος, ἐκείνου προσθήκη τὸ ἀναδιδόμενον γίνεται, καὶ ποικίλης οὔσης ἐν τῇ συστάσει τοῦ σώματος τῆς τῶν μελῶν διαφορᾶς ἐν τῷ ξηρῷ τε