17
ἀλλ' ἵνα θεραπεύῃς. Ἀναμνήσθητι τί σοι παρῄνεσα, φησὶν ὁ Θεός· συγχωρεῖν καὶ ἀφιέναι· σὺ δὲ καὶ ἐμὲ παρακαλεῖς κοινωνὸν γενέσθαι τῆς ἀνατροπῆς τῶν ἐμῶν προσταγμάτων, καὶ ἐσθίεις τὸν ἀδελφὸν, καὶ φοινίττεις τὴν γλῶτταν, καθάπερ οἱ μαινόμενοι ἀπὸ τῶν οἰκείων μελῶν τοὺς ὀδόντας. Πῶς οἴει τὸν διάβολον ἥδεσθαι καὶ γελᾷν, ὅταν τοιαύτης εὐχῆς ἀκούσῃ; πῶς τὸν Θεὸν παροξύνεσθαι καὶ ἀποστρέφεσθαι καὶ μισεῖν, ὅταν τοιαῦτα παρακαλῇς; Ἐννόησον τίνι προσέρχῃ κατὰ τῶν 63.590 ἐχθρῶν, ἄνθρωπε. Μὴ γὰρ ἄλλῳ προσέρχῃ Θεῷ; ἐκείνῳ προσέρχῃ τῷ εἰπόντι, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν. Πῶς οὖν αὐτῶν καταβοᾷς; πῶς παρακαλεῖς τὸν Θεὸν, τὸν οἰκεῖον λῦσαι νόμον; Οὔκ ἐστι τοῦτο ἱκέτου σχῆμα· οὐδεὶς ἱκετεύει, ἵνα ἄλλος ἀπόληται, ἀλλ' ἵνα αὐτὸς σωθῇ. Τί τοίνυν σχῆμα μὲν ἱκέτου περίκεισαι, ῥήματα δὲ ἔχεις κατηγόρου; Καὶ ὅταν μὲν ὑπὲρ ἑαυτῶν εὐχώμεθα, καὶ κνώμεθα καὶ χασμώμεθα, καὶ εἰς μυρίους ἐμπίπτομεν λογισμούς· ὅταν δὲ κατ' ἐχθρῶν, νήφοντες τοῦτο ποιοῦμεν. Ἐπειδὴ γὰρ οἶδεν ὁ διάβολος, ὅτι καθ' ἑαυτῶν τὸ ξίφος ὠθοῦμεν, οὐ περιέλκει οὐδὲ περισπᾷ τότε, ἵνα μειζόνως ἡμᾶς λυμήνηται. Ἀλλὰ ἠδίκημαι, φῂς, καὶ θλίβομαι. Οὐκοῦν κατὰ τοῦ διαβόλου εὖξαι, τοῦ πάντων μάλιστα ἀδικοῦντος ἡμᾶς· οὗτος γὰρ τίκτει καὶ τοὺς ἐχθρούς· ἂν δὲ κατ' ἐχθρῶν εὔξῃ, τὴν εὐχὴν ἣν ἐκεῖνος βούλεται, εὔχῃ, ὡσπεροῦν, ἂν ὑπὲρ ἐχθρῶν, κατὰ τούτου. Οὗτος γάρ ἐστιν ὁ ἀκατάλλακτος ἐχθρός· ἄνθρωπος δὲ ὅσα ἂν ποιῇ, φίλος ἐστὶ καὶ ἀδελφός. Τί τοίνυν τὸν ὄντως ἐχθρὸν ἀφεὶς, τὰ μέλη δάκνεις τὰ σά; Ταῦτα οὖν εἰδότες, ἀγαπητοὶ, σπουδάσωμεν κατὰ τὰς ἐντολὰς τοῦ Κυρίου καὶ τὰ θελήματα αὐτοῦ πολιτεύεσθαι, ἵνα καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Γʹ. Περὶ μετανοίας. ∆ιὰ τοῦτο συνεχῶς τὸν περὶ μετανοίας κινῶ λόγον, ἵνα μήτε ὁ ἁμαρτάνων
ἀπογινώσκῃ, μήτε ὁ κατορθῶν μέγα φρονῇ. ∆ίκαιος εἶ; μὴ ἐκπέσῃς· ἁμαρτωλὸς εἶ; μὴ ἀπογνῷς· κἂν καθ' ἡμέραν ἁμαρτάνῃς, καθ' ἡμέραν μετανόει· ὅπερ ἐν ταῖς οἰκίαις ποιοῦμεν ταῖς παλαιαῖς, ὅταν σαθρωθῶσιν, ὑπεξαιρούμεθα τὰ σεσαθρωμένα, καὶ καινὰ ἐπισκευάζομεν, καὶ οὐδέποτε συνεχοῦς ἐπιμελείας ἀπολείπομεν. Ἐὰν παλαιωθῇς ἀπὸ τῆς ἁμαρτίας, ἀνακαίνισον σαυτὸν ὑπὸ τῆς μετανοίας. Καὶ ἔνι, φησὶ, μετανοήσαντα σωθῆναι; Καὶ πάνυ ἔνι. Πάντα τὸν βίον ἐν ἁμαρτίαις διέτριψα, καὶ ἐὰν μετανοήσω, σώζομαι; Καὶ πάνυ. Πόθεν δῆλον; Ἀπὸ τῆς τοῦ ∆εσπότου φιλανθρωπίας. Μὴ τῇ μετανοίᾳ σου θάῤῥει· μὴ γὰρ ἡ μετάνοιά σου ἰσχύει τοσαῦτα κακὰ ἀποσμήξασθαι; Εἰ ἡ μετάνοια μόνη ἦν, εἰκότως ἐφόβου· ἐπεὶ δὲ τῇ μετανοίᾳ κεράννυται Θεοῦ φιλανθρωπία, θάῤῥει, ὅτι περιγίνεταί σου τῆς κακίας. Πολὺ γὰρ φιλάνθρωπός ἐστιν ὁ Θεὸς, καὶ τοσοῦτον φιλάνθρωπος, ὡς οὐδὲ τοῦ Μονογενοῦς ἐφείσατο, ἵνα ἀγοράσῃ δούλους ἀγνώμονας. Καὶ μή μοι λέγε, Ἥμαρτον πολλὰ καὶ μεγάλα, καὶ πῶς δύναμαι σωθῆναι; Σὺ οὐ δύνασαι, ὁ ∆εσπότης σου δύναται, καὶ οὕτως ἐξαλείφει τὰ ἁμαρτήματα, ὡς μήτε ἴχνος αὐτῶν μεῖναι. Ἐπὶ μὲν γὰρ τῶν σωμάτων οὐκ ἔνι τοῦτο· ἀλλὰ κἂν μυριάκις σπουδάσῃ ὁ ἰατρὸς, κἂν φάρμακα ἐπιθήσῃ τῷ τραύματι, τὸ μὲν τραῦμα ἠφάνισεν, ἡ δὲ οὐλὴ ἐναπέμεινεν, ἔλεγχον τοῦ τραύματος 63.590 περιφέρουσα τὴν ἀμορφίαν τῆς ὄψεως· καὶ φιλονεικεῖ μυρία ὁ ἰατρὸς, καὶ τὴν οὐλὴν ἐξαλεῖψαι οὐ δύναται· ἀντιπίπτει γὰρ αὐτῷ ἡ ἀσθένεια τῆς φύσεως, καὶ τὸ ἀνίσχυρον τῆς τέχνης, καὶ τὸ εὐτελὲς τῶν φαρμάκων. Ὁ δὲ Θεὸς ὅταν ἐξαλείφῃ τὰ ἁμαρτήματα, οὐδὲ οὐλὴν ἀφίησιν οὐδὲ ἴχνος συγχωρεῖ μεῖναι, ἀλλὰ μετὰ τῆς ὑγείας καὶ τὴν εὐμορφίαν χαρίζεται, μετὰ τῆς ἀπαλλαγῆς τῆς κολάσεως, καὶ δικαιοσύνην δίδωσι, καὶ ποιεῖ τὸν ἡμαρτηκότα ἴσον εἶναι τῷ μὴ