1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

17

ἀπὸ] Ἱερουσαλὴμ ὑπὸ Βαβυλωνίων; ἁλλ' ὅμως προσεύχονται ὑπὲρ αὐτῶν. "Καὶ ζητήσατε εἰς εἰρήνην." Προσεύξασθε, φησὶν, εἰρήνην τοῖς Βαβυλωνίοις, ἵνα καὶ ὑμεῖς εἰρηνεύητε. Σημείωσαι, ὅτι δεῖ προσεύχεσθαι ὑπὲρ τῶν κρατούντων, κἂν Ἕλληνες ὦσιν. "Καὶ ἐπιστήσω." Τουτέστιν, Ὄψεσθε τῶν ἐμῶν λόγων τὴν ἀλήθειαν. "Ὅτι εἴπατε· Κατέστησεν ἡμῖν Κύριος προφήτας." Ψευδοπροφῆται ἦσαν καὶ ἐν τῇ Ἱερουσαλὴμ 93.684 ἀπατῶντες τὸν λαόν. Ἦσαν δὲ καὶ ἐν τῇ αἰχμαλωσίᾳ ἀπατῶντες τοὺς ἐν τῇ ἀποικίᾳ. "Ἐπὶ Ἀχιὰβ καὶ ἐπὶ Σεδεκίαν." Οὗτοι λέγονται οἱ κατὰ Σωσάνναν πρεσβύτεροι. "Κύριος ἔδωκέ σε ἱερέα." Πρὸς τὸν Σαμέα φησὶ ὁ Θεὸς, ὅτι Οὐκ ἐγώ σε κατέστησα εἰς προφήτην, οὐδὲ ἐγώ σοι ἐνετειλάμην γράψαι τῷ Σοφονίᾳ κατὰ Ἱερεμίου. "Ἰδοὺ ἐγὼ ἐπισκέψομαι." Ἡ προθεσμία τῆς ἀνακλήσεως. Τὸ γραφὲν παρ' αὐτοῦ τοῦ Σαμέα. ΚΕΦΑΛ. Λʹ. "Φωνὴν φόβου ἀκούσεσθε." Τὴν τῶν εὐαγγελικῶν προσταγμάτων. "Καὶ οὐκ ἔστιν εἰρήνη." Οὐ γὰρ ἦλθον, φησὶν ὁ Κύριος, βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν, ἀλλὰ μάχαιραν. "Ἐρωτήσατε." Ἐρωτήσατε, φησὶ, τὰς Γραφὰς, καὶ μάθετε ἐξ αὐτῶν, εἰ γεννηθήσεται ὑμῖν ἄρσεν, τουτέστιν ὁ Κύριος. Ἐπειδὴ γὰρ δι' ἑνὸς τοῦ Ἀδὰμ ὁ κόσμος ἐφ' ἁμαρτίαν ἦλθεν, εἰκότως περὶ τοῦ δευτέρου Ἀδὰμ προφητεύει, δι' οὗ ἡ ἀπολύτρωσις. "Καὶ περὶ φόβου." Φυσικῶς οἱ φοβούμενοι τὴν ὀσφὺν κρατεῖν πεφύκασιν. Φόβος οὖν, φησὶ, ἔσται τῶν εὐαγγελικῶν προσταγμάτων, δι' οὗ φόβου ἕξει τὴν ἰσχὺν, καὶ σωθήσεται. "∆ιότι ἑώρακα." Πάντες γὰρ ἔφριξαν τὴν ἀκρίβειαν τῶν εὐαγγελικῶν προσταγμάτων, καὶ ὑπὸ τῆς φρίκης τὰ ἐντὸς ταραττόμενοι τὰς ὀσφῦς ἐκράτησαν. Πρὸς δὲ διάνοιαν, κρατεῖ ὀσφύος ὁ περισφίγγων τὰ σπερματικὰ, καὶ ἀπεχόμενος συνουσιασμοῦ. "Ὅτι μεγάλη ἡ ἡμέρα." Ἡ τοῦ χρόνου τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, καὶ τοῦ σταυροῦ, καὶ τῆς ἀναστάσεως· ὅλην γὰρ αὐτοῦ τὴν οἰκονομίαν ἡμέραν καλεῖ. "Ἀνέστησα σύντριμμα." Ἐπειδὴ, φησὶν, μεγάλη σου ἡ πληγὴ, καὶ οὐδείς σοι ἠδυνήθη ἐπαμῦναι, ἀλλὰ καὶ οἱ φίλοι σου ἐπελάθοντό σου διὰ τὴν ἁμαρτίαν σου· φίλους δὲ τῆς ψυχῆς νοήσεις τὸν νόμον, καὶ τοὺς προφήτας, καὶ ἁγίους ἀγγέλους. Ἐπειδὴ οὖν, φησὶν, οὐδείς σοι ἠδυνήθη ἐπαμῦναι, ἐγὼ διὰ τοῦ ἐμαυτοῦ Υἱοῦ, τοῦ κατὰ σάρκα ∆αβὶδ, ἀναστήσω σου τὸ σύντριμμα. "Ὅτι πληγὴν ἐχθροῦ." Ἐπειδὴ διὰ τὰς ἁμαρτίας σου, φησὶν, ἐγκατέλιπόν σε, διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἰῶμαί σε. "∆ιὰ τοῦτο πάντες οἱ ἐσθίοντές σε." Οἱ ἐχθροί σου, φησὶ, δαίμονες τὰς ἑαυτῶν κατέδονται σάρκας· ἐμφαίνει δὲ διὰ τούτων τὸ πικρὸν τῆς κατ' αὐτῶν τιμωρίας. "Ἐπὶ πλῆθος." Συνεπέθεντο, φησὶ, τῷ πλήθει τῶν ἁμαρτιῶν σου. "Καὶ ἔσονται." Οἱ περιφέροντές σε σκορπισθήσονται. "Ὅτι ἀνάξω." Γεγονὼς γὰρ ἄνθρωπος ὁ τοῦ Θεοῦ Λόγος ἰάσατο τὴν ἀνθρωπότητα. "Θήρευμα ὑμῶν ἐστιν." Ὅτι διεσκόρπισάν σε 93.685 ἀπὸ Θεοῦ. Ὁ βουλόμενος, φησὶν, ἐθήρευσεν αὐτὴν, ὡς μὴ ἔχουσαν ποιμένα. "Οὕτως εἶπε Κύριος." Ἔχει μὲν ὁ λόγος ἀγγελίαν τῆς ἐκ Βαβυλῶνος ἐπανόδου· προθεσπίζει δὲ τὴν διὰ Χριστοῦ ἀπολύτρωσιν τῶν ἐθνῶν. "Καὶ οἰκοδομηθήσεται." Πρὸς μὲν τὸ ῥητὸν, ἡ κατεστραμμένη Ἱερουσαλήμ· πρὸς δὲ διάνοιαν, ἡ Ἐκκλησία. "Καὶ ὁ λαός." Κατὰ τὰ νόμιμα πολιτεύσεται· ὁ μὲν ἐκ τῆς αἰσθητῆς αἰχμαλωσίας, κατὰ τὰ Μωσαϊκά· ὁ δὲ τῆς Ἐκκλησίας λαὸς, κατὰ τὰ εὐαγγελικά. "Καὶ ἐξελεύσονται ἀπ' αὐτῶν ᾄδοντες." Τοῖς μὲν αἰχμαλώτοις ἐπαγγελίαν χαρᾶς ἔχει ὁ λόγος. Ἄδοντας δὲ, τοὺς Θεὸν ἐν τῇ ἐκκλησίᾳ ὑμνολογοῦντάς φησι· παίζοντας δὲ, τοὺς τῶν δαιμόνων καταπαίζοντας. "Καὶ ὁ ἄρχων." Οὐκ ἔτι, φησὶν, ἀλλότριοι ἄρξουσι τοῦ λαοῦ. Ἢ καὶ οὕτως, Ἐξέλιπον γὰρ οἱ Ἰουδαίων ἄρχοντες· φησὶ ὅτι ὁ πάλαι ἄρχων διάβολος τῶν ψυχῶν ἐξελεύσεται, ἀντὶ τοῦ ἀποστήσεται τοῦ τῆς Ἐκκλησίας λαοῦ. ΚΕΦΑΛ. ΛΑʹ. "Εὗρον θερμόν." Ἐπειδὴ οἱ πλείονες ὑπὸ τῆς ἁμαρτίας τεθνήκασι, καὶ ὡς ἐν ἐρήμῳ κεῖνται ἐῤῥιμμένοι· εὗρον, φησὶν, ἐν τοῖς κειμένοις θερμὸν, τουτέστιν ἡμιθανῆ, ἐλπίδα ἔχοντα μετανοίας καὶ ζωῆς· φησὶ δὲ ἢ τὸν Ἰσραὴλ, ἢ καὶ πάντα δυνάμενον σώζεσθαι. "Κύριος πόῤῥωθεν." Ὁ νῦν πόῤῥωθεν, ὕστερον ὀφθήσεται αὐτῷ. "Ἔτι λήψῃ τύμπανον." Μετὰ τὴν