18
ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν» τούς τε ἱεροὺς ἀγγέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀνθρώπους ἐκ θεοῦ δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν κἄπειτα, τῶν κατ' οὐρανὸν δίκην ἄστρων, τὸν «ἥλιον» τῆς «δικαιοσύνης» καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν, διὸ καὶ φωστῆρσι τοῖς κατ' οὐρανὸν εἰκότως παραβάλ7.16.2 λεσθαι· τὴν δὲ ἐκ τούτων παρατετραμμένην καὶ τῆς τῶν κρειττόνων χορείας δι' οἰκείαν φαυλότητα στερομένην σκότος τε ἀντὶ φωτὸς ἀλλαξαμένην ἔμπαλιν ἢ τὰ πρῶτα ταῖς ἁρμοττούσαις τῇ τοῦ τρόπου μοχθηρίᾳ 7.16.3 προσηγορίαις ὀνομάζει. τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσεβείας ἐκπεπτωκότα καὶ κακίας μὲν ἰοῦ καὶ δυσσεβείας αὐτὸν αὑτῷ δημιουργὸν ὑποστάντα, σκότους δὲ καὶ ἀλογίας ποιητὴν ἐκ τῆς τοῦ φωτὸς αὐθεκουσίου ἀναχωρήσεως γεγονότα, δράκοντα καὶ ὄφιν μέλανά τε καὶ ἑρπυστικόν, ἰοῦ θανατηφόρου γεννητικὸν θῆρά τε ἄγριον καὶ ἀνθρωποβόρον λέοντα καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀπο7.16.4 καλεῖν εἴωθεν. ὑπόθεσιν δ' αὐτῷ φασιν οἱ θεῖοι λόγοι γεγονέναι τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν, ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν διηγούμενοι· «Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ 7.16.5 ὑψίστῳ.» καὶ πάλιν· «Τάδε λέγει κύριος, κύριος, ἀνθ' ὧν ὑψώθη ἡ καρδία σου καὶ εἶπας· θεός εἰμι ἐγώ, κατοικίαν θεοῦ κατῴκηκα.» καὶ αὖθις· «Σὺ ἀποσφράγισμα ὁμοιώσεως καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδεί7.16.6 σου τοῦ θεοῦ ἐγενήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι» καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «Ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγενήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ' ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοῦ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρριψά σε.» 7.16.7 ∆ιὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι' οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν. μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τούτῳ τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς τῆς τε ἐν τοῖς βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου θεοῦ Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ' ἡμῖν, τὸ δ' ὑπὸ τῶν θείων λογίων 7.16.8 δηλούμενον ἀντικατηλλάξατο. ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθέν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ' οὐδὲν ἀθεότητος 7.16.9 διαφερούσης συναίτιον γέγονε. τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ προσφυεῖς τὰς προσηγορίας, γυμνότερον μέν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας ἀρχάς τε καὶ ἐξουσίας καὶ κοσμοκράτορας καὶ πνευματικὰ πονηρίας ἐπονομάζει, συμβολικῶς δέ, ὅτε τὸν θεοφιλῆ παρορμᾷ μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι' ὧν φησιν· «Ἐπ' ἀσπίδα καὶ 7.16.10 βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.» δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφᾶς αὐτοὺς θεοὺς ἀναγορεύεσθαι καὶ τὰς ἐπὶ θεῷ τιμὰς εἰς