18
οὖν, εἴκωμεν, ὦ φίλαι κόραι. Ἴτ' ἴτε, κἀπίωμεν ἡσύχῳ βάσει εἰς δῶμ' ἐν ᾧ θηλυγενὲς μένει γένος, μήτηρ ὅπου μάλιστα Μάρκου Μαρία, μύστην ὅπου θίασον οἶμαι συντρέχειν· κἀκεῖ μενοῦμεν γλυκεροῦ φάους δρόμον· ἢ μᾶλλον ἀπίωμεν ἐς παιδὸς νέου, ὅν μοι τέθεικεν υἱὸν Υἱός μοι μόνος. {ΘΕΟΛΟΓΟΣ} Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως λέγεις· ἐκεῖσε δεῖ, δέσποινα, νῦν ἀπιέναι, ὥστ' ἆσσον οὔσας τοῦ τάφου πάντα σκοπεῖν, πᾶσαν δὲ τὴν αὔριον ἡσύχως ἔχειν τῆς ἐντολῆς ἕκητι καὶ μένειν κνέφας, κνέφας φαεινὸν τῆς τριτάτης ἡμέρας, ὡς ἂν ἰοῦσαι λάθρα πληρώσητ' ἔθος. Ἴωμεν οὖν, ἴωμεν, εἴκωμεν τάφου, πρὶν δυσμενῶν τις παριὼν καταλάβῃ. ∆είξω δὲ χῶρον, ἔνθα νυχεῦσαι δέον. {ΘΕΟΤΟΚΟΣ} Ἰδού σε, Τέκνον, καταλείπουσαι μόνον ἄπιμεν, ᾗχι σταθμὰ θηλειῶν γένους, πρὸς οἶκον υἱοῦ, τῷ με παρέθου, Τέκνον, δέον μένειν πρὸς νάπος ἐγγὺς σοῦ τάφου. {ΙΩΣΗΦ} Ὦ φίλτατ' ἀνδρῶν, καὶ θανών, ἐμοὶ δ' ὅμως τῶν φιλτάτων ἀεί γ' ἀριθμήσῃ πολύ· χαῖρ'· ὕστατόν σε νῦν ἐγὼ προσφθέγγομαι. {ΘΕΟΛΟΓΟΣ} Γένεθλον ἐσθλόν, οὐκ ἐν αἰνιγμοῖς φράσω, ἀνὴρ ὅδ' ἐστὶ καὶ Θεὸς Θεοῦ γόνος. Σαφῶς γὰρ αὐτὸν τοῖσιν ἐξειργασμένοις Θεὸν νομίζω, τοῦ δὲ θανάτου πέρι σοφὴν πρόνοιαν αἰτιῶμαι καὶ κρίσιν, δι' ἧς ὁ πότμος τοῦ γένους λυθήσεται. Αὐτὸς δ' ὁ χαμαίσυρτος ἐχθρὸς τοῦ γένους συντρίβεται νῦν, θανατοῦται, κτείνεται· κτανεῖ γὰρ αὐτὸν κἀντιπορθήσει γένος ὁ τῶν πόλων πάγκλυτος Ἰησοῦς Ἄναξ, ποινάς τ' ἀδελφῶν καὶ πατρὸς πρώτου λάβῃ, παλαιφάτου γέροντος, ὃς βροτῶν γένος ἔσπειρεν ἐν γῇ, λείμακος ῥιφεὶς ἄπο ἐξ ἀπάτης δράκοντος αἰολοσκόπου, πόλει δὲ θήσει τῇ μακαριωτάτῃ. Καὶ ταῦθ' ὁ τοῦδε πότμος ἐξεργάζεται, καὶ τῶνδ' ἕκητι καὶ βροτὸς πέφηνέ πως, φρικτῶν θ' ὅδ' ἀνὴρ θαυμάτων ὦπτο πλέως ἐς τόνδε κόσμον, ὧν σὺ πόλλ' οὐκ ἀγνοεῖς· φανεὶς δ' ἀνὴρ ἄριστος, οἴχεται θανών, αὖθις δ' ἀναστὰς καὶ Θεὸς γνωσθήσεται. Εἰ δ' ἐν πόλοις ἦν, ἐσθλὸς ὢν ἐλάνθανε, ταῖς στρατιαῖς ὑμνούμενος μόναις ἄνω, σιγώμενόν τε κῦδος εἶχεν ἐν πόλῳ. Αἴτια ταῦτα τοῦ τόκου καὶ τοῦ πότμου· τὸ πᾶν δ' ἐρῶ σοι, τῶν βροτῶν σωτηρία. Τοίγαρ τέθνηκεν ὧν ἐχρῆν ἥκισθ' ὕπο, εἰς δεσμά τ' ἦλθε καὶ λόγους ἐμπαιγμάτων. Τοιαῦτα λαὸς ὁ πρὶν ἠγαπημένος εὐεργέτην ἔδρασε, θυμωθεὶς φθόνῳ· καὶ ταῦτα μὲν πέπονθεν οὗτος οὐκ ἄκων· ἃ δ' αὖ παθεῖν δεῖ λαόν, οὐ κρύψω κακά. Λίπῃ πόλισμα, βαρβάροις εἴκων, ἄκων, δοῦλος, μέτοικος. Ἔστι γὰρ τὸ θέσφατον, εἰς πᾶσαν αἶαν βαρβάρων ἀποτρέχειν, αἰχμαῖς ἁλωτούς, πόλλ' ἀνατλάντας κακά. Ἀναιρέταις γὰρ πᾶσιν αὐδᾷ παγγενῆ λιπεῖν πόλιν τήνδ' ἀνοσίου μιάσματος δίκας τίνοντας τῷδ' ὃν ἔκτειναν φθόνῳ, καὶ μηκέτ' ἰδεῖν πατρίδ'· οὐ γὰρ εὐσεβὲς μένειν φονευτὰς ἐν τάφοις νεκρουμένων. Πόλεις δὲ πολλὰς εἰσαφίκωνται, ζυγὸν δούλειον ἀνέλκοντες οἱ δυσδαίμονες, αἰχμαῖς ἁλωτοί, χρησμὸς ὡς λέγει Θεοῦ, πάντη διασπαρέντες, οὐ νόστον δ' ἔτι οἱ τάλανες σχήσουσιν οὐδ' ἐπάνοδον, ἀφ' οὗ τάδ' ἐκπέρσει γ' ἀνηρίθμῳ στρατῷ ἡγούμενος λόγχαισιν Αὐσόνων δράκων. Ταῦτ' οὐχὶ θνητοῦ πατρὸς ἐκγεγὼς ἔφη εἰπών τις, ἐκ Θεοῦ δέ, καθὼς ἄρ' ὅδε ὁ νῦν νέκυς εἴρηκε πάντ' ἐν δυνάμει, οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο, αὐτοὺς δὲ μᾶλλον πάντα διδάξας τάδε. Οὗτος δ' ἃ μέλλει πήματ' ἐκπλήσειν, φράσω, ἀπεμπολητὴς αἰσχρὸς ἐξ ὀπαόνων. Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην· πεσὼν δ' ἔπειτα δίχα λακίσει τάλας ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται κακῶν ὁ τλήμων, οὐδέ, τὸν καταιβάτην ᾅδην διαβάς, ἥσυχος γενήσεται, στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις, καὶ νᾶμα πυρὸς τόνδε δ' ὑποδέξεται. {ΙΩΣΗΦ} Ὦ φίλος, ὡς εἰς δεινὰ φῂς ἐλθεῖν κακὰ πάντας, κἄμ' αὐτὸν συγγόνους τ' ἄρδην ἐμούς· κἀγὼ δ' ὁ τλήμων βαρβάρους ἀφίξομαι; ἢ ποῖ τράπωμαι, πατρίδος πορθουμένης; Ὦ πάμμεγ' ἐμπνέουσα βαρβάροις ποτὲ πόλις, τὸ κλεινὸν οὔνομ' ἀφαιρῇ τάχα. Χαῖρ', ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις· λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγώς, αἰχμαῖς ἁλωτός· βαρβάρων δ' ἴδω πέδον, εἰ μὴ γέροντ' ὄντα με προφθάσει πότμος, ὃν εἴθ' ἴδοιμι πατρίδος μένων