18
ἡμαρτηκότι. Κἂν γὰρ μυρία τραύματά τις ἔχων ἄνθρωπος, μετανοήσῃ καὶ ποιήσῃ τι χρηστὸν, οὕτως αὐτὰ ἐξαλείφει ὁ Θεὸς, ὡς μηδὲ οὐλὴν μηδὲ ἴχνος μηδὲ δεῖγμα φαίνεσθαι τῶν ἁμαρτημάτων. Ὡσπεροῦν ἐν τῷ σώματι τραύματα καὶ φάρμακα, οὕτω καὶ ἐν τῇ ψυχῇ ἁμαρτήματα καὶ μετάνοια. Καὶ πρόσεχε ᾧ λέγω· τραῦμα καὶ φάρμακον, ἁμαρτία καὶ μετάνοια· τὸ τραῦμα μὲν ἡ ἁμαρτία, τὸ φάρμακον ἡ μετάνοια· τὸ τραῦμα μὲν τὴν σηπεδόνα ἔχει, τὸ φάρμακον τὸν καθαρισμὸν τῆς σηπεδόνος κέκτηται. Μὴ ἐν τῷ φαρμάκῳ σηπεδών; μὴ ἐν τῷ τραύματι ἴασις; οὐκ ἔχει ταῦτα τὴν οἰκείαν τάξιν, κἀκεῖνα τὴν οἰκείαν; μὴ δύναται μεταβληθῆναι τοῦτο πρὸς ἐκεῖνο, ἢ ἐκεῖνο πρὸς τοῦτο; Οὐδαμῶς. Ἔλθωμεν καὶ ἐπὶ τῆς ψυχῆς τῶν ἁμαρτημάτων· ἡ ἁμαρτία τὴν αἰσχύνην ἔχει, ἡ μετάνοια τὴν παῤῥησίαν κέκτηται. Εἰδὼς οὖν ὁ Σατανᾶς, ὅτι ἡ μὲν ἁμαρτία ἔχει τὴν αἰσχύνην, πρᾶγμα ἱκανῶς ἀποκροῦσαι τὸν ἁμαρτάνοντα δυνάμενον· ἡ δὲ μετάνοια ἔχει τὴν παῤῥησίαν, πρᾶγμα ἱκανὸν ἐπισπάσασθαι τὸν μετανοοῦντα, ἐνήλλαξε τὴν τάξιν, καὶ ἔδωκε τὴν αἰσχύνην τῇ μετανοίᾳ, καὶ τὴν παῤῥησίαν τῇ ἁμαρτίᾳ· καὶ ἐν μὲν τῇ ἁμαρτίᾳ οὐκ ἀφίησιν αὐτὸν 63.591 αἰσχύνεσθαι· οἶδε γὰρ, ὅτι ἐὰν αἰσχυνθῇ, φεύγει τὴν ἁμαρτίαν· ἐν δὲ τῇ μετανοίᾳ ποιεῖ αὐτὸν αἰσχύνεσθαι· οἶδε γὰρ ὅτι αἰσχυνόμενος οὐ μετανοεῖ. Ὁ γὰρ μετανοήσας ἐφ' οἷς ἔπραξε δεινοῖς, κἂν μὴ τῶν ἁμαρτημάτων ἀξίαν ἐπιδείξηται τὴν μετάνοιαν, καὶ αὐτῆς ταύτης ὅμως ἕξει τὴν ἀντίδοσιν. Τοῖς μὲν οὖν οὐδέπω κατασχεθεῖσιν ὑπὸ τοῦ πάθους παραινῶ μὴ ἁλῶναι· εὐκολώτερον γὰρ φυλάξασθαι μὴ ἐμπεσεῖν, ἢ ἐμπεσόντας ἀποστῆναι· τοῖς δὴ κατασχεθεῖσι καὶ κατεῤῥαγμένοις, ἐὰν θέλωσιν ἐπιδοῦναι ἑαυτοὺς ταχέως τῇ μετανοίᾳ, πολλὴν ἐπαγγέλλομαι σωτηρίας ἐλπίδα. Καὶ γὰρ καὶ τὰ καλὰ καὶ τὰ κακὰ, ὅταν ἐπὶ πλεῖον ἡμῖν ἐνδιατρίψῃ, δυνατώτερα γίνεται. Καὶ φυτὸν ἄρτι μὲν φυτευθὲν ἐπὶ γῆς, εὐκόλως ἀνασπᾶται· χρόνῳ δὲ πολλῷ ῥιζωθὲν, οὐκέτι. Καὶ οἰκοδομὴ νεοπαγὴς μὲν οὖσα, περιτρέπεται εὐκόλως ὑπὸ τῶν ἐνοχλούντων· παγεῖσα δὲ καλῶς, πολλὰ παρέχει τοῖς καθαιρεῖν ἐπιχειροῦσι τὰ πράγματα. Καὶ θηρίον τόποις ἐμφιλοχωρῆσαν πολλῷ χρόνῳ, δυσκόλως ἐλαύνεται. Καὶ καθάπερ πυρετὸς παρὰ μὲν τὴν ἀρχὴν προσβαλὼν, οὐ σφόδρα φλέγει τῇ δίψῃ τοὺς κάμνοντας· ἐπιδοὺς δὲ καὶ τὴν φλόγα ἐπάρας, ἀνίατα διψᾷν παρασκευάζει λοιπόν· κἂν παράσχῃ τις αὐτοῖς ἐμφορηθῆναι τοῦ πόματος, οὐ σβέννυσιν, ἀλλ' ἐκκαίει τὴν κάμινον· οὕτω καὶ ἐπὶ τοῦ πάθους συμβαίνει, ἂν παρὰ τὴν ἀρχὴν εἰσελαῦνον εἰς τὴν ψυχὴν τὴν ἡμετέραν μὴ κωλύσωμεν, μηδὲ ἀποκλείσωμεν τὰς θύρας, ἐπελθὸν λοιπὸν, ἀνίατον ἐργάζεται τοῖς δεξαμένοις τὸ νόσημα. Ὡσπεροῦν ὁ νωθρὸς τὴν ψυχὴν καὶ ὀλίγωρος, κἂν πολὺν λάβῃ πρὸς μετάνοιαν χρόνον, οὐδὲν μέγα ἐργάσεται, οὐδὲ καταλλάξει τὸν Θεὸν ἑαυτῷ διὰ τὴν ῥᾳθυμίαν· οὕτω καὶ ὁ διεγηγερμένος, καὶ τῇ προθυμίᾳ ζέων, καὶ μετὰ πολλῆς σπουδῆς τὴν μετάνοιαν ἐπιδεικνύμενος, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ, πολλοῦ χρόνου ἁμαρτήματα ἀφανίσαι δυνήσεται· καὶ ὅπως, ἄκουσον. Οὐχὶ τρίτον ὁ Πέτρος ἠρνήσατο; οὐχὶ μεθ' ὅρκου τρίτον; οὐχὶ θεραπαινίδος εὐτελοῦς ῥήματα δείσας; Τί οὖν; πολλοῦ χρόνου ἐδέησεν αὐτῷ πρὸς μετάνοιαν; Οὐδαμῶς· ἀλλ' αὐτῇ τῇ νυκτὶ καὶ ὠλίσθησε καὶ ἀνέστη. Μετὰ γὰρ τὸ χαλεπὸν ἐκεῖνο πτῶμα (ἀρνήσεως γὰρ οὐδὲν ἴσον κακὸν), πάλιν αὐτὸν πρὸς τὴν προτέραν ἐπανήγαγε τιμὴν ἡ μετάνοια, καὶ τὴν ἐπιστασίαν τῆς Ἐκκλησίας τὴν ἀνὰ πᾶσαν τὴν οἰκουμένην ἐνεχείρισε· καὶ ὃ πάντων μεῖζον, ἀπέδειξεν ἡμῖν αὐτὸν πλείονα τῶν ἀποστόλων ἁπάντων ἔχοντα τὴν εἰς τὸν ∆εσπότην ἀγάπην. Τί δὲ οἱ Νινευῖται; ἦλθε πρὸς αὐτοὺς ὁ προφήτης, ἀνέγνω τὴν ἀπόφασιν καθάπερ ἐπιστολὴν βασιλικὴν, κόλασιν ἔχουσαν, καὶ ἐβόα λέγων· Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευὶ καταστραφήσεται. Ἤκουσαν ταῦτα ἐκεῖνοι, καὶ οὐ διηπίστησαν, οὐ κατεφρόνησαν, ἀλλ' εὐθέως δρόμος ἁπάντων ἐπὶ τὴν νηστείαν, ἀνδρῶν, γυναικῶν, παιδίων, καὶ οὐδὲ ἡ τῶν ἀλόγων φύσις ταύτης ἀτελὴς τῆς λειτουργίας ἦν· πανταχοῦ σάκκος, πανταχοῦ σποδὸς, πανταχοῦ θρῆνος καὶ οἰμωγαί.