ἐνδιαιτᾶ σθαι χρήσιμον αὐτοῖς καὶ ἀναγκαῖον εἰς σωτηρίαν; Ἀποφοιτῶσι γὰρ ὥσπερ κυμάτων ζάλης, καὶ τῶν εἰ καίων τοῦ παρόντος βίου περισπασμῶν, καὶ μονον ουχὶ, κατὰ τὸν μακάριον Ἰωσὴφ, ἀποδύονται τῷ κό σμῳ πάντα τὰ αὐτοῦ. ∆είκνυσι τοίνυν τοῖς οὕτω ζῇν ἑλομένοις, ἀναγκαίαν οὖσαν τὴν ἐγκράτειαν, ἧς νη στεία καρπός· ἡττηθήσεται γὰρ οὕτω πειράζων ὁ Σατανᾶς. Καὶ σὲ τοίνυν δεῖ πρότερον ἐνδύσασθαι τὴν ἐξ ὕψους δυνάμιν, τουτέστι μέτοχον ἀποφανθῆναι τοῦ ἁγίου Πνεύματος, καὶ τότε τὴν ἀξιέραστον καὶ τετι μημένην παρὰ Θεῷ κατορθοῦν ἑλέσθαι ζωήν. Τότε τὰς ἐρήμους καταλήψῃ σὺν ἀνδρείᾳ πνευματικῇ· τότε νηστεύσεις ἁγίως, καὶ κατανεκρώσεις τὰς ἡδονὰς, καὶ κρείττων ἔσῃ τοῦ πειράζοντος Σατανᾶ. (A f. 73, B f. 44 b, H f. 221 b) Ἰδοὺ γέγονεν ἐν τοῖς ἀθλοῦσιν ὁ ἀθλοθέτης ὡς Θεός· ἐν τοῖς στεφανουμένοις, ὁ τὰς τῶν ἁγίων στεφανῶν κεφαλάς. Ἴδωμεν τοίνυν τῶν παλαισμάτων τὸ εὐτεχνὲς, τῆς τοῦ δια βόλου σκαιότητος τὴν ἀνατροπήν. Τεσσαρακοστῆς εἰς νηστείαν δαπανηθείσης ἡμέρας, ὕστερον ἐπείνασε· καίτοι δίδωσιν αὐτὸς τοῖς πεινῶσι τροφήν· καὶ αὐτός ἐστιν ὁ ἄρτος ὁ ἐξ οὐρανοῦ καταβὰς, καὶ ζωὴν διδοὺς τῷ κόσμῳ, ἡ τῶν ὅλων σύστασις· ἐπειδὴ δὲ πάλιν ἐχρῆν τὴν καθ' ἡμᾶς πτωχείαν οὐκ ἀτιμάσαντα, τῶν τῆς ἀνθρωπότητος μέτρων μὴ εἰσάπαν ἀποφοιτᾷν, συγκεχώρηκε τῇ τῆς σαρκὸς φύσει ζητῆσαι τὰ ἑαυ τῆς· οὕτως αὐτὸν πεινάσαι φαμέν.Νηστεύσας γε μὴν ἀποχρώντως, καὶ δυνάμει θεοπρεπεῖ, ποτοῦ καὶ σιτίων δίχα τὴν σάρκα τηρήσας ἀδιάφθορον, ἐφίησι μόλις τὰ οἰκεῖα παθεῖν αὐτήν· πεινῆσαι γὰρ λέγει· καὶ διὰ ποίαν αἰτίαν; Ἵνα δι' ἀμφοῖν εὐτέχνως Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὑπάρχων, ἐπιγινώσκηται εἷς καὶ ὁ αὐτὸς δηλονότι, καὶ θεϊκῶς ὑπὲρ ἡμᾶς, καὶ καθ' ἡμᾶς ἀνθρωπίνως. 72.529 Καὶ εἶπεν αὐτῷ ὁ διάβολος, κ.τ.λ. (A f. 73 b, B f. 45, H f. 224 b) Εἶτα προσέρχεται πειράζων ὁ Σατανᾶς, συνεργὸν ὥσπερ τῆς ἐνούσης αὐτῷ δυστροπίας, τὸ τοῦ λιμοῦ πάθος ἔσεσθαι προσ δοκῶν· κατισχύει γὰρ ἡμῶν πολλάκις, τὰς ἐν ἡμῖν ἀσθενείας εἰς ἐπικουρίαν δεχόμενος τῶν ἑαυτοῦ σκεμμάτων ἤτοι ἐπιχειρημάτων· ἐνόμισεν αὐτὸν ἑτοίμως ἐπιπηδᾷν τῷ βούλεσθαι παρακειμένους ἰδεῖν ἄρτους. Ἔφηγοῦν· "Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα ὁ λίθος οὗτος ἄρτος γένηται." Προσέρχεται μὲν, ὡς ἀνθρώπῳ κοινῷ, καὶ ὡς ἑνὶ τῶν ἁγίων· πλὴν ὕπ οπτος ἦν, μὴ ἄρα πως αὐτὸς εἴη ὁ Χριστός· πῶς οὖν ἠθέλησε τοῦτο μαθεῖν; Ἐνενόησεν ὡς θεοπρεποῦς ἰσχύος ἀποτέλεσμα καὶ ἔργον ἐστὶ, τὸ μεταστῆσαι φύσιν εἰς ὅπερ οὐκ ἦν· Θεὸς γάρ ἐστιν ὁ ποιῶν ταῦτα καὶ μετασκευάζων. Οὐκοῦν ἂν τοῦτο, φησὶ, γένη ται, αὐτός που πάντως ἐκεῖνός ἐστιν, ὁ κατὰ τῆς ἐμῆς δυναστείας ἥξειν προσδοκώμενος· ἐὰν δὲ μὴ μεταβάλῃ, πρὸς ἄνθρωπον ἔχω, καὶ ἀποβέβληκα τὸν φόβον, καὶ τῶν κινδύνων ἀπήλλαγμαι. ∆ιὰ τοῦτο Χριστὸς, ἅτε δὴ εἰδὼς τοῦ θηρίου τὴν σκέπην, οὔτε μεταβέβληκεν, οὔτε μὴν ἔφη μὴ δύνασθαι τοῦτο δρᾷν, ἤγουν μὴ ἐθέλειν· ἀποσείεται δὲ μᾶλλον ὡς ὀχληρὸν καὶ περιττὸν λέγων· "Οὐκ ἐπ' ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος," τουτέστιν, ἐὰν ὁ Θεὸς δύναμιν δῷ τῷ ἀνθρώπῳ, δύναται μὴ φαγεῖν, καὶ ζῇν ὡς Μωϋσῆς καὶ Ἠλίας, οἳ ῥήματι Θεοῦ ἔζησαν ἄσιτοι τεσσαράκοντα ἡμέρας. Εἰ οὖν δυνατὸν δίχα ἄρτου ζῇν, ἵνα τί ποιῶ τὸν λίθον ἄρτον; Οὔτε οὖν λέγει, Οὐ δύναμαι, ἵνα μὴ ἀρνήσῃ τε τὴν ἑαυτοῦ δύναμιν· οὔτε, ὅτι ∆ύναμαι, ἵνα μὴ γνοὺς ἐκεῖνος ὅτι Θεός ἐστιν, ᾧ μόνῳ τὰ τοιαῦτα δυνατὰ, ἀποστῇ ἀπ' αὐτοῦ.(A f. 74, H f. 225) Καί μοι ὅρα τὴν ἀνθρώπου φύσιν ἐν Χριστῷ, τὰ τῆς ἐν Ἀδὰμ ἀκρασίας ἀποβάλλουσαν αἰτιά ματα. ∆ιὰβρώσεως ἐν Ἀδὰμ νενικήμεθα· δι' ἐγκράτειαν ἐν Χριστῷ νενικήκαμεν.(A f. 74 b, H f. 226) Τοῖς μὲν ἀπὸ γῆς σιτίοις τὸ γήϊνον ἡμῶν τρέφεται σῶμα, καὶ ζητεῖ πρὸς ἐπικουρίαν τὸ συγγενές· ψυχὴ δὲ ἡ λογικὴ λόγῳ τῷ θείῳ πρὸς εὐεξίαν ἁδρύνεται τὴν πνευματικήν· αἱ μὲν γὰρ ἀπὸ γῆς τροφαὶ τὸ συγγενὲς τρέφουσι σῶμα· αἱ δὲ ἄνωθεν καὶ ἐξ οὐρανοῦ νευροῦσι τὸ πνεῦμα. Τροφὴ νοῦ,