τινα παῖδα, ἐς ὅμοιόν τι καὶ χρόας καὶ ἡλικίας ἥκειν φαινόμενον τῷ βασιλεῖ Ἀλεξίῳ. Καὶ ἦν μέν, φασίν, ἐκεῖνο παιδίον ἀγροικικὸν ἔκ ποθεν Βαγεντίας, αὐτὸς δὲ ταῖς ἡμῶν ἁμαρτίαις τὸ τοιοῦτον σόφισμα διδαχθεὶς καὶ παρίστατο δουλικώτερον τῷ ἀγεννεῖ ἐκείνῳ παιδίῳ καὶ τοὺς πόδας ἔνιπτε καὶ ὅσα ἄλλα πρὸς ὑπηρεσίαν ἐτέλει ὡς ἐπὶ βασιλεῖ, ῥᾳδιουργῶν κατὰ πονηρίαν. Καὶ ἀναδιδάξας ἐκεῖνον βασιλέα ἑαυτὸν ἐπιλέγειν καὶ θαρρύνας καὶ ἐγκελεύεσθαι τούτῳ ὅσα καὶ δούλῳ καὶ ἀπειλεῖσθαι δριμύτερον καὶ βασιλικὴν αὐτῷ σκηνὴν οὕτω πηξάμενος, περιέφερεν ἐξ ἔθνους εἰς ἔθνος, καὶ μάλιστα εἰς ὅσα κακῶς διέθετο ὁ Ἀνδρόνικος, καὶ συνέκλαιε τραγικώτερον καὶ σκηνοβατῶν ἀδικίαν μεγάλην ὡς ἐπὶ βασιλικῷ τούτῳ παιδί, ὀφειλομένῳ πιστὴν φιλίαν ὑπὸ Χριστιανῶν ἀγαθῶν, προεκαλεῖτο εἰς ἄμυναν, ὑποδεικνὺς κατὰ τὸ εἰκὸς καὶ σημεῖα, τριχῶν ξανθότητα, ὀδόντος λεῖψιν, ὁποίαν τινὰ καὶ ὁ ἀληθὴς Ἀλέξιος ἐκεῖνος δυσπραγεῖν εἴληχε, βλέμματος ἐμβρίθειαν, ὡσεὶ καὶ βασιλικοῦ, πλάσιν σώματος εὐπαγῆ, καθ' ἣν μάλιστα τὸ ἀγροτικὸν εὐδοκίμως ἔχει, καὶ ἄλλα τινά. Καὶ οἱ δυσωπούμενοι διετίθεντο πρὸς πένθος καὶ ἠλέουν, οἷα μὴ ἐξακριβοῦν ἔχοντες οἷς ἐπεπρό 62 σθει τῇ διακρίσει τῶν σημείων τοῖς ἔθνεσιν ἡ κατὰ τοῦ Ἀνδρονίκου μῆνις. Ὅθεν καὶ ἀπανούργως πειθόμενοι τὸν παῖδα βλέπειν Ἀλέξιον, ὃ καὶ ὁ ἐξ ἀγροιωτῶν οὗτος παῖς ἐτέθη καλεῖσθαι, κατέκυπτον εἰς προσκύνησιν, ἠσπάζοντο, μετέωρον ἦγον, δώροις ἐδεξιοῦντο πολλοῖς, ἃ δὴ κατέσπα ὁ μοναχός, ἀπεκβαίνων βαρύπλουτος οἷς ἐμπορικῶς τὸν παῖδα καπηλεύων ἐχρηματίζετο. Καὶ ἡ μὲν ἀλήθεια οὕτω λαθοῦσα ἐνδόμυχος ἦν, τὸ δὲ ψεῦδος ἐκνικῆσαν ἐξεθύμωσε τὰ ἔθνη πρὸς ἄμυναν· οἳ φθάσαντες ἐνέδησαν αὑτοὺς ὅρκοις εἰς πίστιν τῷ τε Μανουὴλ καὶ τῷ διαδεξαμένῳ αὐτὸν υἱῷ Ἀλεξίῳ. Ἤχθη δὲ καὶ πρὸς τὸν ῥῆγα Σικελίας ὁ τοιοῦτος πλαστὸς βασιλεύς. Καὶ ὁ μὲν Κομνηνὸς Ἀλέξιος, ὁ τὸν Σικελὸν ἐρεθίσας, ἤλεγχε τὸν ἀγροιώτην τοῦτον παῖδα, ναὶ δὲ καὶ οἱ σὺν αὐτῷ· οἱ δὲ ἐκ τῶν ἐθνῶν ἐβεβαιοῦντο εὖ ὅτι μάλα καὶ ἀπηκριβωμένως ἐπίστασθαι αὐτὸν ἐκεῖνον εἶναι τὸν παῖδα τοῦ Μανουήλ, ὑπὲρ οὗ καὶ ἀποθανεῖσθαι αὐτούς. Τέλος δὲ ὁ μὲν Σικελός, εἰ καὶ ἐπέγνω, φασί, τὸ ἀληθές, ὅμως πεισμονὴν ἰδίαν ἔχων καὶ τοῦ θρόνου Κωνσταντινουπόλεως ἐφιέμενος, οἱ δὲ ἐθνικοὶ Ἀλεξίου βασιλέως εἴδωλον πρὸ τῆς φαντασίας φέροντες, τὸν γὰρ δηλωθέντα παῖδα ἡ Σικελία ἔχει ἀπελεγχθέντα θρέμμα εἶναι ἀγροῦ, καὶ ἐγκαταστῆσαι τὴν φαντασίαν εἰς βασιλέα τοῖς Μεγαλοπολίταις φρυαττόμενοι, κινοῦνται καθ' ἡμῶν θάρσει πολλῷ, καὶ ταῦτα κωλύμης οὔτι μάλα μὴ σταθερᾶς, ὡς ἐξῆν, ἀναφαινομένης ἐκ τῶν κρειττόνων συμβούλων, τοῦ τε ἱεράρχου, φασί, τοῦ κατὰ Σικελίαν Πανόρμου καὶ τοῦ τῆς ἐκεῖσε Μεσσήνης καὶ ἑτέρων, ὅσοι τὸ δέον συνεώρων, ἀγχινοίας τε στάθμῃ ἀπορθοῦντες ἑαυτοὺς εἰς προόρασιν τοῦ μὴ ἂν ἐξεῖναι τὸν Σικελὸν κόμητα εἰς κοσμικὸν ἐγγραφήσεσθαι βασιλέα, ὅς ποτε τῇ Κωνσταντινουπόλει δοὺξ ὑπέκειτο, καὶ τὸ μηδὲ εὖ ἔχειν λόγου τὴν τῆς μάχης πρόφασιν. Τί γάρ, εἴπερ ὁ τὴν Κωνσταντινούπολιν διέπων ἐξαμαρτάνοι φονεύων ἢ τυραννῶν, δίκας ἂν διδοίη τῷ παρεγγράπτῳ ῥηγί, τῷ ἐν Σικελοῖς; Εἰ μὴ ἄρα πᾶσα βασιλεία, πταίουσά τι κατὰ βίον, εὐθύνεσθαι κινδυνευτέα πρὸς τοῦ ὠρεγμένου, ὡς εἰ καὶ ἐπαιδαγωγεῖτο ἢ ἐδεσπόζετο. Καὶ ὅμως τοῦ Κομνηνοῦ Ἀλεξίου ἀπισχυρισαμένου τὴν Κωνσταντινούπολιν παραδοῦναι ῥᾷον τῷ ῥηγὶ Σικελίας, ὡς εἰ καὶ ἐν χεροῖν αὐτὴν ἔσφιγγεν ὁ ἀπάλαμνος, γίνεται κίνησις πολυεθνής, ἐπιλεγομένη τῷ Σικελῷ καὶ αὐτὸν προγράφουσα κεφαλαιωτήν. Καὶ ἐκκενοῦνται θησαυροὶ ἐν κενοῖς τῷ μηδὲ μεγάλας οὕτω τι τὰς προσόδους ἔχοντι· καὶ τῇ μὲν θαλάσσῃ ἐπίστευσε νῆας μακρὰς ἑτεροίας τε καὶ ἱππαγωγοὺς ὑπὲρ τὰς διακοσίας, τῆς δὲ γῆς κατεκρόαινεν ἱππικὸν ἐπίλεκτον, οὐ μόνον ἐξ ὧν συνεκροτεῖτο αὐτός, ἀλλὰ καὶ ἄλλο παντο 64 δαπὸν συμμαχικόν. Καὶ λέγεται ὡς ἑκατόν ποθεν λόγου χάριν ἐπιρρεόντων εἰς συμμαχίαν καὶ αὖ ἑτέρωθεν πλειόνων ἢ καὶ τοσούτων ἢ καὶ εἰς ἔλαττον ὑποβιβαζομένων, βραχεῖς τινας ἐκεῖθεν ἀποκρίνων,