1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

19

πέδῳ· συνῆκα γάρ, θέσφατον ὡς οὕτως ἔχει. {ΘΕΟΛΟΓΟΣ} Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον· ὁ δ' ἐγγενής σοι λαὸς ἐκτίσει δίκην, ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ' ὅμως· αὐτὸς δ' ἑαυτὸν αἰτιάσθω τῆς δίκης. Οὐ γάρ τι λέξει πρὸς πρόφασιν, ὡς τάχα οὐκ ἦλθεν, οὐκ ἤμυνεν, οὐδ' ἐπεστράφη, εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως. Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι; οἵων δὲ δώρων οὐκ ἔπλησέ νιν ξένων, ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος, ἐθνῶν ἄνακτ' ἔθηκε πανσθενῶς μέγαν, ὅτ' ἀμφὶ Βασὰν τήν τ' Ἀμορραίων χθόνα ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις· ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ' ὅμως· θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας. Χριστῷ δὲ φῶς ἓν ἡλίου καταρκέσει ᾅδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ' ἄλγη βροτῶν· τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν εἴσεισιν ᾅδην· πολλὰ δ' ἐκεῖθεν σκύλα ἄρας, φανεῖται νερτέρων ἐπίσκοπος, κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν, ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται ἀρωγός, αὐτόριζος ὢν εὐεργέτης, ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ. Οἱ δ' οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες, κτηθέντες αὐτῷ, τοὶ μὲν ἐν χωστοῖς τάφοις, οἳ δ' ἔν τ' ὄρει τε καὶ σπέει καὶ γῆς βάθει ψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦ μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις, οὐδ' ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι, οὐδ' ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι· τοὶ δ' ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει πίπτοντες, ἐμφανοῦσι πίστιν ἀσφαλῆ, οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου, οὓς ἐκτίσαι δίκαιόν ἐστι τὴν δίκην. Σὲ δ' ἐξαναστὰς εὐχερῶς ἐκρύσεται, ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ, καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει, σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων. ∆εῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν, καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ, θεὸν φανέντα, φθιτὸν ἀμείψαντά σε πάχος βρότειόν τ' ἀποβαλόντα φθορᾶς, ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς. Τῶνδ' οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων, ∆ιδασκάλου δ' ἔγνωκα τοῖς στέρνοις κλιθείς· οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους ἐγὼ συνῆκα ∆εσπότου στέρνοις πεσών, ὥστ' ἐξ ἀβύσσου πόλλ' ἀπαντλήσας σοφά. {ΙΩΣΗΦ} Σοφοῦ παρ' ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν. Πέποιθας αὐτὸν δ' αὖθις ἰδεῖν ἐν χθονί; {ΘΕΟΛΟΓΟΣ} Πέποιθα· δείξει τοὐπιὸν σέλας Θεοῦ· μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον. {ΙΩΣΗΦ} Ἡμῖν μὲν ὡς μέγας τις ἥκων ἐκ Θεοῦ, ἁπλῶς τε θανών, ὡς βροτὸς τυμβεύεται, ἐν σινδόσιν μύροις τε, μητρὸς ἐκ θνατᾶς φανείς· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών. Εἰ δ' ὡς Θεὸς νῦν κυριεύσει καὶ μόρου, ἔσται τὸ λοιπόν, ὡς Θεοῦ Παῖς καὶ μόνος, ἅπασι σεπτὸς τοῖσιν εἰδόσιν Θεός· πένθος δὲ βαιὸν ὄντι μητρὸς ἐκ θνατᾶς κείσθω· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών. Ἡμῖν μὲν οὕτως νῦν τετίμηται φίλος· ὃς δ' εἴ τι πράσσειν, ὡς Θεός, θέλων σθένει, καιρὸς πάρεστι· φῶς γὰρ ἡμέρας τρίτης οὐ μακράν ἐστι, καὶ τὸ πᾶν φανήσεται. {ΘΕΟΛΟΓΟΣ} Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν τριταίαν ἡλίου φέρειν. {ΙΩΣΗΦ} Ἴδοιμ' ἴδοιμι γλυκερόν τ' ἦμαρ τόδε· εἴθ' εἴθε, φίλος, θαῦμα τοῦτ' ἴδοιμ' ἐγώ. Νῦν δ' ἀπίωμεν, Νικόδημ' εὐεργάτα· στείχωμεν ἡμεῖς, φίλε, κἀξαιτώμεθα ὑπέρ τε λαοῦ, καίπερ ὄντος ἀγρίου, ὑπέρ τε πάτρης, τὸν Θεὸν μηδὲν νέον δρᾶν, κἂν ἕως πάρεσμεν ἄμφω τῷ βίῳ. Καὶ σὺ δέ, φίλε παρθένε, ξὺν παρθένῳ πρὸς ταῦτα συνάρηξον ἡμῖν τοῖς φίλοις· ναὶ καὶ σὺ συνάρηγε καὶ θρηνοῦσά περ, δέσποινα, μῆτερ τοῦ διφυοῦς, ὡς λόγος τοῦ παρθένου πείθει με μύστου σοῦ Τέκνου. {ΘΕΟΤΟΚΟΣ} Ἄπιθι καὶ δύναμιν ἄγγελλε βροτοῖς, σὺν Νικοδήμῳ νυκτέρῳ μύστῃ πάρος, τανῦν δὲ σὺν σοὶ παμφανεστάτῳ φίλῳ. {ΘΕΟΛΟΓΟΣ} Χαίροντες ἴτε, μήτι που πτοούμενοι. Ὁ βίοτος γὰρ τῆς καλῆς ἡσυχίας καὶ τῆς ἀκραιφνοῦς ἀγάπης καὶ φιλίας, τό τε φρονεῖν εὖ σωφρονεῖν τ' ἐν τῷ βίῳ τηρεῖ τὰ πάνθ', ὡς ἀσάλευτα προσμένειν· Θεὸς γὰρ οἶδε πάντα καὶ σοφῶς κρίνει. {ΙΩΣΗΦ} Σύ τοί με πείθεις, σοῖς τε πιστεύω λόγοις, τάξιν τε τηρῶν, εἶμ' ἐλεύθερος