1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

19

τὰς μαχομένας ἀλλήλαις ποιότητας· οἷον ἐπὶ τῆς γῆς καὶ τοῦ ὕδατος, ἀμίκτως μὲν ἔχουσι πρὸς ἀλλήλας ἡ ξηρότης τε καὶ ὑγρότης, ἐπίσης δὲ ἑκατέρᾳ τού των σύνεστιν ἡ ψυχρότης, ἑνοῦσα τρόπον τινὰ δι' 109 ἑαυτῆς τὰ μαχόμενα. Πάλιν χωρίζεται τὸ ὕδωρ ἐκ τοῦ ἀέρος, τῇ τοῦ ἐμβριθοῦς πρὸς τὸ κοῦφον ἐναν τιότητι· ἀλλὰ καὶ τούτοις μεσιτεύει κατὰ τὸ ἶσον ἐν τῇ ἑκατέρου φύσει τὸ ὑγρὸν θεωρούμενον. Πάλιν διΐσταται τοῦ πυρὸς ὁ ἀὴρ, τῇ τοῦ θερμοῦ πρὸς τὸ ψυχρὸν μάχῃ ἐναντιούμενος· ἀλλὰ κοινωνεῖ τῇ κατὰ τὸ κοῦφον ποιότητι, καὶ τῆς φυσικῆς αὐτῶν ἐναν τιότητος οἷόν τις καταλλάκτης ἡ κοινωνία τῆς ποιότητος γίνεται. Εἶτα τὸ πῦρ ἀπὸ τῆς γῆς τῷ βάρει καὶ τῷ κούφῳ κεχώρισται, ἀλλ' ἡ ξηρότης ἀμφοτέρων ἐστὶ κοινὴ, καὶ διὰ ταύτης ἔνσπονδά πως ἀλλήλοις τὰ διεστῶτα γίνεται. Τί δὲ βουλόμενος ἐντεῦθεν τῆς ἐξετάσεως ἄρχομαι; ὅτι ἡ ψυχρότης ὁμοίως μὲν ἐνθεωρεῖται τῇ τε γῇ καὶ τῷ ὕδατι καὶ τῷ ἀέρι, πλείονι δὲ μοίρᾳ τῷ ὑγρῷ προσῳκείωται, συντηροῦσά πως ἐν ἑαυτῇ τὴν τοῦ ὕδατος φύσιν, διὰ τῆς πρὸς τὸ θερμὸν ἀντιπαθείας, τὴν ἐκ τοῦ ξηροῦ βλάβην ἀπαμβλύνουσα. Ὡς τοίνυν τῷ θερμῷ ξηρότης ἐμπέφυκε, καὶ οὐκ ἔστι μόνον ἐν τῷ ἑτέρῳ τὸ πῦρ δειχθῆναι· οὕτως εἰκός ἐστιν ἡνῶσθαι λέγειν τῷ ὑγρῷ τὴν ψυχρότητα, διὰ τὸ δεῖν ἑκατέρῳ τῶν τε ἐν τῷ πυρὶ θεωρουμένων εἶναι καὶ ἐν τῷ ὕδατι τὴν ἀντι στοιχοῦσαν ποιότητα, ὥστε μάχεσθαι τῷ μὲν ξηρῷ τὴν ὑγρότητα, τῷ δὲ ψυχρῷ τὴν θερμότητα. Εἰ οὖν ἐπίσης τῷ ὑγρῷ συμπληρωτικὸν τῆς τοῦ ὕδατος φύσεως καὶ τὸ ψυχρὸν ἀπεδείχθη, ἀκόλουθον ἂν εἴη λογίζεσθαι, ὅτι τῆς ψυχρᾶς ποιότητος, καὶ τῇ γῇ φυσικῶς ἐγκειμένης δυνάμει, καὶ τὸ ὕδωρ ἐν τῇ γῇ ἐστι, καὶ ἡ γῆ ἐν τῷ ὕδατι. Ἡ γὰρ φυσικὴ τοῦ ὑγροῦ πρὸς τὸ ψυχρὸν συζυγία οὐκ ἐᾷ διαζευχθῆναι τοῦ ἑτέρου τὸ ἕτερον καθόλου· ἀλλὰ κἄν ποτε κατα μόνας ἐφ' ἑαυτοῦ τύχῃ τούτων ἑκάτερον, οὐκ ἀκριβῶς μόνον ἐστὶν, ἀλλὰ τῇ δυνάμει τὸ συναμφότερον ἐν τῷ ἑνὶ καθορᾶται. Ὥσπερ γὰρ τοῦ ὑγροῦ πρὸς τὸν ἀέρα διαχυθέντος, καὶ ἡ ψύξις τοῖς τῶν ὑγρῶν ἀτμῶν μορίοις ἐπηκολούθησεν· οὕτω τὸ ἔμπαλιν τῆς ψυ χρότητος ἐν τῷ βάθει τῆς γῆς διαιτωμένης, οὐδὲ ἡ ὑγρότης τῆς συζύγου ποιότητος ἀπολείπεται, ἀλλ' ἡ ψυχρὰ δύναμις φυσικῶς ἐγκειμένη τῇ γῇ, οἷόν τι σπέρμα τῆς τοῦ ὑγροῦ φύσεως γίνεται, ἀεὶ δι' ἑαυ τῆς τὴν συνημμένην ἑαυτῇ ποιότητα φύουσα, τῆς δὲ ἀλλοιωτικῆς ἐνεργείας τὴν γῆν, διὰ τῆς ἄγαν ψύξεως, εἰς ὕδατος γένεσιν μεταβαλλούσης. Τούτων δὲ εἰ μὲν τὸν λόγον ἡμᾶς τις ἀπαιτοίη, πῶς ἐνεργεῖ τὴν τοῦ στεῤῥοῦ πρὸς τὸ ὑγρὸν μεταβολὴν ἡ ἀλλοίωσις ἐπίσης, ἀμηχανήσομεν, ὡς καὶ ἐπὶ τῶν ἄλλων πάν των. Πῶς γὰρ διαχεῖται τὸ ὕδωρ πρὸς τὸν ἀέρα, τῷ κούφῳ τὸ κατωφερὲς ἐποχούμενον· ἢ πῶς τὸ βάρος εἰς κοῦφον μετεποίησεν ἡ ἀλλοίωσις; Ταῦτα ὅτι μὲν γίνεται, τῇ αἰσθήσει καταλαμβάνομεν, λόγῳ δὲ παραστῆσαι τὰ ἔργα τῆς φύσεως ἀδυνατοῦμεν. Εἰ δέ τις τὴν πεῖραν εἰς μαρτυρίαν τῆς τοιαύτης ὑπολήψεως δέχοιτο, ἑτοίμως ἀποδείξομεν, μάρτυρας τοῦ λόγου τοὺς φρεωρύχους παράγοντες. Ἐπεὶ γὰρ τῶν ἐν βάθει καταλαμβανομένων ὑδάτων τὴν ἄνικμον γῆν διορύξωσιν, ἐπὶ τὸ κάτω προϊόντες τῇ ἐργασίᾳ, οὐκ εὐθὺς ἐντυγχάνουσι τῇ συστάσει τοῦ ὕδατος, ἀλλὰ πρῶτον μὲν τῇ ἀφῇ μετέχειν τινὸς ἰκμάδος τὴν γῆν ἐστοχάσαντο· εἶτα πρὸς τὸ μᾶλλον κατεψυγμένον διὰ τοῦ βάθους χωρήσαντες, πηλωδεστέραν τὴν βῶλον καταλαμβάνουσι· μετὰ τοῦτο πρὸς τὸ μᾶλλον κατεψογμένον βαθυνομένης τῆς ἐργασίας, ἱδρώς τις ἀμυδρὸς ἀποφαίνεται· εἶτα πόρου τινὸς ἐντμηθέντος ὑπὸ τὸν πυθμένα τοῦ λίθου· ἔνθα μᾶλλον εἰκός ἐστι 112 μηκέτι τὴν ἡλιακὴν θερμότητα διαδύεσθαι τῇ πυ κνότητι τοῦ λίθου κωλυομένην· τότε λεπταί τινες τοῦ ὕδατος φλέβες διὰ τῆς ἐργασίας ἀνεστομώθησαν, ἀφ' ὧν ἐν κύκλῳ περὶ τὸ βάθος τῆς συνδέσεως γινομένης, εὐθηνεῖται τὸ φρέαρ τῷ ὕδατι. Ὅπερ τοίνυν ἐνταῦθα γίνεται πρὸς τὴν χειροποίητον κοιλότητα, συνδοθεί σης τῆς πανταχόθεν περὶ τὸ φρέαρ συνθλιβομένης ἰκμάδος, τοῦτο εἰκὸς ἐν παντὶ γίνεσθαι τόπῳ, καὶ τὸ διὰ τῆς λεπτῆς ἰκμάδος ἀεὶ συνδιδόμενον διὰ φλεβῶν τινῶν ἐπὶ τοὺς εὐρυτέρους ὀχετεύεσθαι πόρους, ἤδη τῆς λεπτῆς