19
Καὶ γὰρ καὶ αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀπὸ τοῦ 63.592 θρόνου καταβὰς τοῦ βασιλικοῦ, σάκκον ὑπεστρώσατο καὶ σποδὸν κατεπάσσατο· καὶ ἦν ἰδεῖν πρᾶγμα φοβερὸν καὶ παράδοξον, ὑπὸ σάκκου πορφυρίδα παρευδοκιμηθεῖσαν. Ὅπερ γὰρ οὐκ ἴσχυσεν ἡ ἁλουργὶς, τοῦτο ἴσχυσεν ὁ σάκκος· ὅπερ οὐκ ἤνυσε τὸ διάδημα, τοῦτο κατώρθωσεν ἡ σποδός. Ἐννοήσωμεν τοίνυν ἕκαστος ἡμῶν ὅσα ἁμαρτημάτων ἔχει φορτία, καὶ ἀντιῤῥόπους ποιήσωμεν τὰς φιλανθρωπίας· μᾶλλον δὲ καὶ πολλῷ πλείους, ἵνα μὴ μόνον σβεσθῶσιν αἱ ἁμαρτίαι, ἀλλ' ἵνα καὶ εἰς δικαιοσύνην ἡμῖν λογισθῶσιν αἱ ἐλεημοσύναι. Ἂν γὰρ μὴ τοσαῦτα ᾖ τὰ ἀγαθὰ, ὡς καὶ τὰ ἐγκλήματα ἀποδύσασθαι, καὶ ἐκ τῶν ὑπολειφθέντων εἰς δικαιοσύνην ἡμῖν λογισθῆναι, οὐδεὶς ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως. Ἄνθρωπον μὲν γὰρ παροξύνων, καὶ φίλους καὶ γείτονας καὶ θυρωροὺς παρακαλεῖς, καὶ χρήματα δαπανᾷς, καὶ πολλὰς ἀναλίσκεις ἡμέρας προσιὼν καὶ δεόμενος, κἂν ἅπαξ, κἂν δὶς, κἂν μυριάκις σε διακρούσηται παροξυνθεὶς, καθάπαξ οὐκ ἀναπίπτεις, ἀλλ' ἐναγώνιος μᾶλλον γενόμενος πλείονα τὴν ἱκετηρίαν τίθης· τοῦ δὲ τῶν ὅλων Θεοῦ παροξυνομένου, χασμώμεθα καὶ ἀναπίπτομεν καὶ τρυφῶμεν· καὶ πότε αὐτὸν ἐξιλεώσασθαι δυνησόμεθα; πῶς δὲ οὐκ αὐτῷ τούτῳ μειζόνως παροξυνοῦμεν μᾶλλον αὐτόν; τοῦ γὰρ ἁμαρτάνειν τὸ μηδὲ ἀλγεῖν ἁμαρτάνοντας, μᾶλλον ἀγανακτεῖν αὐτὸν ποιεῖ καὶ ὀργίζεσθαι. Καὶ μὴ εἴπῃς, ὅτι Πολλὰ ἥμαρτον, καὶ οὐ δύναμαι παρακαλέσαι τὸν Θεὸν ὀργιζόμενον. Εἰ γὰρ τὸν ἄρχοντα ἐκεῖνον, τὸν μήτε Θεὸν φοβούμενον, μήτε ἀνθρώπους αἰσχυνόμενον ἐπέκαμψεν ἡ χήρα, πολλῷ μᾶλλον τὸν ἀγαθὸν ἐπισπάσεται ἡ συνεχὴς ἔντευξις. Ὥστε κἂν μὴ φίλος ᾖς, κἂν μὴ τὰ ὀφειλόμενα ἀπαιτῇς, κἂν τὰ πατρῷα κατεδηδοκὼς ᾖς καὶ καταναλωκὼς, καὶ πολὺν χρόνον ἐξ ὄψεως γενόμενος· κἂν ὀργιζομένῳ, κἂν ἀγανακτοῦντι προσέλθῃς, θέλησον μόνον ἐπανελθεῖν, καὶ πάντα ἀπολήψῃ, καὶ τὴν ὀργὴν καὶ τὴν καταδίκην σβέσεις εὐθέως. Σκοπὸς γὰρ τῷ Θεῷ, ἀδελφοὶ, μακροθυμεῖν τοῖς ἁμαρτάνουσι. ∆ιπλοῦς ἐστιν εἰς σωτηρίαν ἵλεως, μνηστευόμενος αὐτοῖς τὴν ἐκ μετανοίας σωτηρίαν, καὶ τοῖς ἐξ αὐτῶν ἀπογόνοις τοῖς εἰς τὴν ἀρετὴν ἐπιδιδόναι μέλλουσι ταμιευόμενος τὴν εὐεργεσίαν. Καὶ ἵνα πάλιν ἀναλάβω τὸν λόγον, ὁ Θεὸς μακροθυμεῖ, ἵνα καὶ ὁ ἁμαρτάνων μετανοήσῃ, καὶ τοῖς ἐξ αὐτοῦ τικτομένοις μὴ ἀποκλείσῃ τὴν σωτηρίαν. Κἂν γὰρ αὐτὸς ὁ ἁμαρτάνων ἀμετανόητα πταίῃ, φείδεται τῆς ῥίζης πολλάκις, ἵνα φυλάξῃ τοὺς καρπούς· πολλάκις μὲν οὖν, καὶ αὐτῶν ἀναμένων τὴν σωτηρίαν· καὶ ὅπως, ἄκουε. Θάῤῥα, ὁ πατὴρ Ἀβραὰμ, εἰδώλων ἦν καὶ προσκυνητὴς καὶ ποιητής· ἀλλ' οὐκ ἔδωκεν ἐνταῦθα τῆς ἀσεβείας τὴν δίκην, καὶ εἰκότως. Εἰ γὰρ προλαβὼν ὁ Θεὸς ἀπέτεμε τὴν ῥίζαν, πόθεν ὁ τοσοῦτος καρπὸς τῆς πίστεως ἀνεδίδοτο; Τί τοῦ Ἡσαῦ μοχθηρότερον· τί τῆς κακίας ἐκείνης ἀναιδέστερον; οὐ πόρνος καὶ βέβηλος, ὥς φησιν ὁ Παῦλος; οὐ μητρολῴας καὶ πατρολῴας; οὐκ ἀδελφοῦ φονεὺς, ὅσον εἰς 63.593 πρόθεσιν; οὐχ ὑπὸ τοῦ Θεοῦ μισούμενος, ὡς ἡ Γραφὴ μαρτυρεῖ, λέγουσα; Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα; Εἰ τοίνυν πόρνος καὶ ἀδελφοκτόνος καὶ βέβηλος καὶ μισούμενος, διὰ τί μὴ ἀφανίζηται; διὰ τί μὴ ἐκκόπτεται; διὰ τί παραχρῆμα τὴν προσήκουσαν τιμωρίαν οὐ δέχεται; ∆ιὰ τί; καλὸν ὡς ἀληθῶς, ἀδελφοὶ, τὴν αἰτίαν εἰπεῖν. Εἰ ἐξεκόπη, μέγιστον καρπὸν δικαιοσύνης ὁ κόσμος ἀπώλλυε· καὶ ὁποῖον ἄκουε. Ἡσαῦ ἐγέννησε τὸν Ῥαγουὴλ, Ῥαγουὴλ τὸν Ζαρὰ, Ζαρὰ τὸν Ἰώβ. Ὁρᾷς πηλίκον ὑπομονῆς ἄνθος ἠφανίζετο, εἰ προλαβὼν ὁ Θεὸς δίκην ἀπῄτησε τὴν ῥίζαν; Μηδεὶς τοίνυν ἐν κακίᾳ ὢν, ἀπογινωσκέτω· μηδεὶς ἐν ἀρετῇ ὢν, νυσταζέτω. Μήτε οὗτος θαῤῥείτω· πολλάκις γὰρ αὐτὸν καὶ ἡ πόρνη παρελεύσεται, μήτε ἐκεῖνος ἀπογινωσκέτω· δυνατὸν γὰρ αὐτῷ καὶ τοὺς πρώτους παρελθεῖν. Ὅταν γὰρ ἐπανέλθωμεν εἰς τὴν σφοδρὰν ἀγάπην τοῦ Θεοῦ, οὐ μέμνηται τῶν προτέρων. Οὐκ ἔστιν ὡς ἄνθρωπος ὁ Θεός· οὐ γὰρ ὀνειδίζει τὰ παρελθόντα, οὐδὲ λέγει, ∆ιὰ τί τοσοῦτον ἀπελείφθης χρόνον; ἂν μετανοήσωμεν· ἀλλὰ ἀγαπᾷ, ὅτε, ἂν προσέλθωμεν, μόνον ὡς χρὴ προσέλθωμεν. Τί