19
ἀρθήσεται ἡ τοιαύτη φωνὴ ἐν τοῖς τῆς Ἐκκλησίας ποιμνίοις. "∆ιὰ τοῦτο ἐξηγέρθην." Ὅτι πιστῶς, φησὶν, ὁ προφήτης ἐδεξάμην τὸ ὅραμα, διὰ τοῦτο ὡς παρόντα τὰ πράγματα ἐθεασάμην. "Καὶ ὁ ὕπνος μου." Ὁ τῆς ἀναστάσεως τρόπος. ∆ηλοῖ δὲ καὶ τὴν ἐκ τῆς ἁμαρτίας ἐλευθερίαν. Ἀναφέρεται δὲ καὶ εἰς τὸν Κύριον ἡ προφητεία· τῷ τὸν θάνατον ὕπνον ἐργασαμένῳ, καὶ θεωροῦντι τῶν πιστῶν τὸ πλῆθος, καὶ χαίροντι ἐπὶ τῷ ἑκουσίως αὐτῷ γεγονότι θανάτῳ. "Ἰδοὺ ἡμέραι ἔρχονται." Ἴσως τὴν τῶν αἱρέσεων φύρσιν φησὶ, καὶ τῶν κτηνώδεις τρόπους αἱρουμένων. Ἐγὼ μὲν γὰρ σπερῶ, τοῦ σίτου ἀντιποιούμενος. τούτους δὲ ὁ ἐχθρὸς ἐπισπείρει. Κατὰ δὲ τὸ τῆς Γραφῆς ἰδίωμα, ἐπειδὴ ἃ συγχωρεῖ Θεὸς τοὺς ἀνθρώπους προαιρετικῶς ποιεῖν, αὐτὸς ποιεῖν λέγεται, ὡς τὸ, Παρέδωκεν αὐτοὺς εἰς πάθη ἀτιμίας, οὐ Θεοῦ τοῦτο ποιήσαντος, ἀλλ' αὐτῶν τοῦτο ἑλομένων· οὕτω καὶ ἐνταῦθα κεῖται τὸ, Σπερῶ σπέρμα κτήνους. Ἔτι [φορτ. Ἔστι] δὲ καὶ οὕτω νοῆσαι· Ἄνθρωποίεἰσιν οἱ σοφώτεροι καὶ τελειότεροι, οἱ μετὰ λόγου καὶ γνώσεως τὴν πίστιν κατέχοντες, κτήνη δὲ οἱ μετὰ ἁπλότητος καὶ ἀπεριέργως τῇ πίστει προσδεδραμηκότες. Ἐγὼ οὖν, φησὶ, καὶ τούτους κἀκείνους ἐν τῇ Ἐκκλησίᾳ καταφυτεύσω. "Ἀλλ' ἢ ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται." Ἡ τοῦ Ἀδὰμ ἁμαρτία διελθοῦσα εἰς τὸ ἔθνος, καὶ ἐπὶ τοὺς μὴ ἁμαρτήσαντας, ἦλθεν, ὡς εἶπεν ὁ Ἀπόστολος. Χριστοῦ οὖν συγχωρήσαντος ταύτην διὰ τοῦ λουτροῦ τῆς ἀφέσεως, ἐκαθαρίσθη μὲν ἡ προπατορικὴ ἁμαρτία, ἕκαστος δὲ τῶν οἰκείων ἁμαρτημάτων ὑπέχει λόγον. "Καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ." ∆ιαθήκην, τὴν εὐαγγελικήν. Τούτοις δὲ ἐχρήσατο καὶ ὁ Ἀπόστολος εἰς ἀπόδειξιν τοῦ [μὴ] ἐκβεβλῆσθαι τὴν νομικὴν λατρείαν. "∆ιδοὺς δώσω." Τὰς διὰ τοῦ πνεύματος ὑπομνήσεις. "Ἐὰν ὑψωθῇ." Ὡς ἀμήχανον, φησὶν, ἀνωτέρω τὸν οὐρανὸν ἀνελθεῖν, ἢ τὴν γῆν κατωτέρω κατελθεῖν· οὕτως ἀμήχανόν με ἀποδοκιμάσαι τὸν Ἰσραήλ· Ἀμε 93.692 ταμέλητα γὰρ τὰ χαρίσματα τοῦ Θεοῦ, ὥς φησιν ὁ Ἀπόστολος. "Ἐὰν παύσωνται." Οὐ δύνανται, φησὶν, [ἴσ. Οὐ δύνανται, φησὶ, μὴ εἶναι], οἱ ὅροι ἡλίου καὶ σελήνης, οὐδὲ τὸ γένος Ἰσραὴλ τὸ νῦν κατὰ χάριν [τοῦ] εἶναι ἔμπροσθέν μου. "Ἀπὸ πύργων." Ἀπὸ χάριτος Θεοῦ· οὕτως γὰρ ἑρμηνεύεται τὸ Ἀναμεήλ. "Ἕως τῆς πύλης." Ἕως τῆς συντελείας. Φθάσας γὰρ ἕως γωνίας, τελειοῦται ὁ τοῖχος. "Ἐξ ἐκλεκτῶν λίθων." Τὴν ἐκ πάντων τῶν ἐθνῶν συνισταμένην Ἐκκλησίαν ἐδήλωσεν, ἐκ λίθων ἐκλεκτῶν οἰκοδομουμένην, προφητῶν, καὶ ἀποστόλων, καὶ τῶν καθεξῆς ἁγίων. "Ἕως χειμάῤῥου." Ἕως, φησὶ, κλίματος ἀνατολικοῦ ὁ διαγραφεὶς οἶκος, ἔσται ἁγίασμα τῷ Κυρίῳ. Ἵπποι δὲ Ἀνατολῆς οἱ ἀπόστολοι. Ἐδήλωσεν οὖν, ὡςἀπὸ χάριτος Θεοῦ καὶ τῶν ἁγίων ἀποστόλων οἰκοδομεῖται ἡ Ἐκκλησία. Τῶν γὰρ θείων Γραφῶν ἀναγινωσκομένων οἰκοδομούμεθα. ΚΕΦΑΛ. ΛΒʹ. "Καὶ λαλήσει." Ὁ Σεδεκίας πρὸς τὸν Βαβυλώνιον. "Οὕτως εἶπε." Τὰ ὠνιακὰ, φησὶ, γραφῆναι παρεσκεύασα· ἴσως δὲ τότε καὶ ὠνούμενοι ὑπεσημειοῦντο ἐν τοῖς ὠνιακοῖς. Ἵνα καὶ οἱ μετὰ ταῦτα μάθωσιν ὥστε μὴ διαφθαρῆναι. ∆ιὰ τοῦτο ἐν ἀγγείῳ ὀστρακίνῳ, ἵνα ἐπανελθόντες ἴδωσιν, ὅτι ἄνωθεν ταῦτα προελέγετο, ἵνα μὴ τὰ ῥήματα μόνον, ἀλλὰ καὶ τὰ πράγματα μαρτυρήσῃ. "Ποιῶν ἔλεος." Ὅτι πολλαπλάσιόν ἐστι τὸ ἔλεος αὐτοῦ. "Καὶ ἀποδιδούς." Ἀπὸ Ἀδὰμ ἕως τῆς παρουσίας Χριστοῦ οἱ μιμούμενοι τὰς ἁμαρτίας τῶν πατέρων, ταῖς τιμωρίαις ὑπέπιπτον, διὰ τὸ μήπω τὴν ἀπολύτρωσιν τῆς ἁμαρτίας γεγενῆσθαι. Μετὰ δὲ τὴν παρουσίαν τοῦ Χριστοῦ, ἕκαστος λοιπὸν ὃ σπείρῃ, καὶ θερίσει, διὰ τὸ μὴ ὁμοίως ἐκτείνεσθαι ἐκ πατροπαραδότου ἀναστροφῆς ἐπὶ [ἐπὶ υιδετυρ αβυνδαρε] τὴν παράβασιν. "Καὶ ἐν τοῖς γηγενέσι." Τοῖς ἀσεβέσι, τοῖς τὰ γήϊνα φρονοῦσιν· ἢ καὶ αὐτοῖς τοῖς Αἰγυπτίοις τοῖς ἐξ αὐτῆς τῆς γῆς. "Καὶ ἐποίησας." Ἕως σήμερον, φησὶν, ὀνομαστὸς, ἢ ἐπὶ τοῖς πάλαι τεραστίοις. "Ἐγὼ Κύριος." Ὁ μέλλων πάντας κρίνειν, καὶ ἑκάστῳ ἀποδιδόναι κατὰ τὰς πράξεις. "Ὅτι ἦσαν." Ὡς μὲν ἐπὶ τὸ πολὺ πᾶσα μὲν ἡ γῆ τότε ἀθέων ἦν· μόνοι δὲ οὖτοι λέγονται ἁμαρτάνειν, ἐπειδὴ τοῖς θείοις νόμοις πεπαιδευμένοι ἐν γνώσει ἡμάρτανον. "Ὅτι ἐπὶ τὴν ὀργήν