ὁ λόγος ὁ παρὰ Θεοῦ, καὶ ἄρτος πνευματικὸς, στηρίζων ἀνθρώ που καρδίαν, κατὰ τὸ ἐν βίβλῳ Ψαλμῶν ὑμνούμενον· τοιαύτας δὲ εἶναί φαμεν καὶ αὐτῶν τῶν ἁγίων ἀγγέ λων τὰς τροφάς. Ἔδειξεν αὐτῷ πάσας τὰς βασιλείας τῆς οἰκουμένης. (A f. 74 b, H f. 227) Ἀλλ', ὦ κακοῦργε, καὶ πονηρὲ, καὶ ἀλιτήριε, πῶς ἐτόλμησας τῷ Κυρίῳ πάσης τῆς κτίσεως δεῖξαι πάσας βασιλείας, καὶ εἰπεῖν, ὡς Ταῦτα πάντα ἐμά ἐστι· νῦν οὖν εἰ πεσὼν προσκυνήσεις μοι, σοὶ δώσω; Πῶς ἐπαγγέλλῃ τὰ μὴ σά; Τίς σε κατέστησε κληρονόμον τῆς τοῦ Θεοῦ βασιλείας; 72.532 Τίς ὑπέταξέ σοι τὴν ὑπ' οὐρανόν; Ἐξ ἀπάτης 72.532 ἥρπασας· οὐκοῦν ἀπόδος ἐνανθρωπήσαντι τῷ Υἱῷ τῷ πάντων ∆εσπότῃ· ἄκουε τί φησιν ὁ προφήτης Ἡσαΐας περὶ σοῦ "Μὴ καὶ σοὶ ἡτοιμάσθη βασιλεύειν; φάραγγα βαθεῖαν, πῦρ καὶ θεῖον καὶ ξύλα κείμενα· ὁ θυμὸς Κυρίου ὡς φάραγξ ὑπὸ θείου καιομένη." Ὁ δὲ κλῆρον ἔχων τὴν ἄσβεστον φλόγα, πῶς τῷ βασιλεῖ τῶν ὅλων ἐπαγγέλλεις τὰ αὐτοῦ; Προσεδόκησας ἔχειν προσκυνητὴν ὃν τρέμει τὰ σύμπαντα, καὶ δοξολογοῦσι τὰ Σεραφὶμ καὶ πᾶσαι αἱ ἀγγελικαὶ δυνάμεις; Γέγραπται· "Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις."(B f. 47 b) Ἁπτόμενος ὥσπερ τῶν σπλάγχνων αὐτοῦ, ταύτην παρεκόμισεν εὐκαίρως τὴν ἐντολήν· πρὸ μὲν γὰρ τῆς ἐπιδημίας αὐτοῦ, πᾶσαν ἐπλάνησε τὴν ὑπ' οὐρανόν· αὐτὸς ἦν ὁ πανταχοῦ προσκυνούμενος· ὁ δέ γε τοῦ Θεοῦ νόμος ἔξω τιθεὶς αὐτὸν τῆς ἐξ ἀπάτης αὐτῷ πεπορισμένης ἀρχῆς, ἑνὶ τῷ κατὰ φύσιν καὶ ἀληθῶς ὄντι Θεῷ προσέταξε προσκυνεῖν, καὶ αὐτῷ μόνῳ τὰς λατρείας ἐπιτελεῖν. Εἰ ὁ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω. (A f. 75 b, B f. 47 b, H f. 230) Τρίτην πεῖραν ὁ διάβολος προσάγει τὴν τῆς κενοδοξίας· "Βάλε σεαυτὸν κάτω," λέγων, εἰς ἐπίδειξιν τῆς θεότητος· ἀλλ' οὐ κατήνεγκε διὰ τῆς ἐπάρσεως, ἀλλ' ἔξω βέβληκε καὶ εἰς τοῦτο σκοποῦ· "Εἴρηται γὰρ, φησὶ, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου." Οὐ γὰρ τοῖς πειράζουσι χαρίζεται ὁ Θεὸς τὰς ἐπικουρίας, ἀλλὰ τοῖς πιστεύουσιν εἰς αὐτόν· οὐ γὰρ ὅτι φειδοῦς ἡμᾶς ἀξιοῖ, διὰ τοῦτο ἡμεῖς ἐπιδεικτιᾷν ὀφείλομεν. Πρὸς τούτοις οὐδέποτε Χριστὸς τοῖς πειράζουσιν αὐτὸν ἐδίδου σημεῖον· "Γενεὰ γὰρ, φησὶ, πονηρὰ σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ." Τοῦτο καὶ νῦν ἀκουέτω πειράζων ὁ Σατανᾶς. Οὐκοῦν νενικήκαμεν ἐν Χριστῷ· καὶ ὅ ποτε κρατήσας ἐν Ἀδὰμ, ἀπῆλθε κατῃσχυμμένος, ἵν' ἡμεῖς ὑπὸ πόδας ἔχω μεν αὐτόν. Ὅτε γὰρ νενίκηκεν ὁ Χριστὸς, τότε καὶ εἰς ἡμᾶς παραπέμπων τὸ δύνασθαι νικᾷν, "Ἰδοὺ δέδωκα, φησὶν, ὑμῖν πατεῖν ἐπάνω ὄφεων, καὶ σκορπίων, καὶ δὲ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὑτοῦ ἐντε λεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε. (B f. 47 b) Ὅρα δὲ πῶς κακούργως πειρᾶται διὰ τῆς χρήσεως τῶν Γραφῶν καθελεῖν τὴν δόξαν τοῦ Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας· ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ· οὐδὲ γὰρ δεῖται ἀγγέλων ∆εσπότης. Τὸ δὲ πτερύγιον, οἰκοδόμημα ἦν ὑψηλὸν ἄγαν, παρῳκοδο μημένον τῇ πλευρᾷ τοῦ ἱεροῦ.(A f. 75 b, H f. 230 b) Ἀναφέρουσι μέντοι κακῶς τινες τὸν 72.533 ψαλμὸν εἰς τὸ τοῦ Κυρίου πρόσωπον· καὶ τοὺς στίχους συνάπτοντες, οὕτως ἀναγινώσκουσι· "Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου." Φασὶ γοῦν ὅτι ὁ Κύριος καταφυγὴν ἔχει τὸν Ὕψιστον, δηλονότι τὸν ἐν οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτῶν τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκε τοὺς στίχους, εἰπών· "Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὡς Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ." Συκοφάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς, καὶ τὰ περὶ ἡμῶν εἰρημένα αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως νοοῦμεν, ὡς νοεῖν ἔθος τῷ Σατανᾷ· εἰ δὲ οὔτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκολοθοῦσι γὰρ τῷ ἰδίῳ πατρὶ, ὃς ψεύστης ἐστὶ, καὶ ἀλήθεια ἐν αὐτῷ οὐκ ἔστι, κατὰ τὴν