20
νομοθετικὸν τεχνῶν τε καὶ ἐπιστημῶν καταληπτικόν· εἶναι γὰρ μόνην τὴν ἐν ἀνθρώπῳ ψυχὴν νοερὰν καὶ λογικὴν οὐσίαν, ἧς 7.18.4 μὴ μετεῖναι τοῖς ἄλλοις ἐπὶ γῆς ζῴοις. διὸ τὰ μὲν θητεύειν καὶ χώραν οἰκετῶν παρέχειν ἀνθρώπῳ, τὸν δὲ οἷα δεσπότην καὶ ἡγεμόνα δουλοῦσθαι καὶ ὑποτάττειν τὰ ῥώμῃ μὲν σώματος πολὺ κρείττονα, μείονα δὲ τῇ κατὰ τὴν 7.18.5 νοερὰν οὐσίαν στερήσει. τοῦτον μὲν οὖν κατ' εἰκόνα φασὶ θεοῦ καὶ καθ' ὁμοίωσιν πρὸς αὐτοῦ τοῦ θεοῦ μετά τινος διαφερούσης ὑπεροχῆς ὑποστῆναι. διὸ καὶ θεοῦ ἐννοίας εἰς φαντασίαν ἰέναι σοφίας τε καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς ἀντιλήψεις ποιεῖσθαι δρόμους τε ἡλίου καὶ σελήνης καὶ ἄστρων ἡμερῶν τε καὶ ὡρῶν κύκλους ἀπαριθμεῖσθαι δυνατῶς ἔχειν, τῆς πρὸς 7.18.6 τὰ ἄνω συγγενείας χάριν, ἣν θνητῶν μόνος ἄνθρωπος ἐπιδείκνυται. τὸ δὲ τούτῳ περιπεπλασμένον ἔξωθεν ἑτερογενὲς μὲν ὑπάρχειν τὴν οὐσίαν καὶ γηγενές, εἶναι δὲ καὶ αὐτὸ θεοῦ ἔργον ἀπὸ γῆς ληφθὲν καὶ εἰς αὐτὴν ὑποστρέφον. διὸ καὶ χρῆναι τούτου μὲν ὅσα καὶ ἀλόγου θρέμματος τὸν δεσπότην ἠχθισμένου φροντίζειν ἄγειν τε πράως αὐτὸ καὶ τρέφειν οἷα δοῦλον, πρὸς ἀνθρωπείου βίου διακονίαν εὖ προσηνωμένον, τὸν δ' εἴσω δεσπότην, ὡς ἂν εὐγενῆ καὶ θεοῦ συγγενῆ τὴν φύσιν, ἐλευθερίοις τρόποις τιμᾶν, ἅτε καὶ 7.18.7 πρὸς τοῦ πάντων αἰτίου τετιμημένον. λέγει δ' οὖν τὰ λόγια ὡς ἄρα τὴν πρώτην ἀνθρώπου φύσιν δυνάμεσι θείαις καὶ ὁμοιώσει θεοῦ κοσμήσας ὁ παμβασιλεὺς ἁρμόδιον οἷς ἐδωρήσατο τὴν πρώτην ἀπεκλήρωσε διατριβὴν 7.18.8 τοῦ βίου ἐν ἀγαθῶν παραδείσῳ, χορείαις συγκαταλέξας θείαις. καὶ τὸν μὲν τάδε ἐν ἀρχαῖς οἷα πανάγαθον αὐτῷ δεδωρῆσθαι πατέρα, τὸν δ' αὐθεκουσίῳ αἱρέσει τῶν κρειττόνων ἀποπεσεῖν καὶ τὸν θνητὸν χῶρον ἀντικαταλλάξα7.18.9 σθαι θείας ἐντολῆς ὀλιγωρίᾳ. διὸ καὶ μάλιστα προσήκειν εὐσεβείας ἐν πρώτοις ἀντιποιεῖσθαι καὶ τὸ πρώτως πλημμεληθὲν δευτέροις αἰσίοις ἐπιδιορθοῦσθαι σπεύδειν τε ἐπὶ τὴν τῶν οἰκείων ἀναδρομήν τε καὶ ἀποκατάστασιν. εἶναι γὰρ τέλος ἀνθρώπου φύσεως οὐχ ὧδε ἐπὶ γῆς οὐδ' εἰς φθορὰν 7.18.10 καταστρέφον καὶ ἀπώλειαν, ἀλλ' ἐκεῖσε ὅθεν καὶ ὁ πρῶτος ἀπέσφηλε. διὸ χρῆναι τὸ καθαρὸν αὖθις καὶ τὸ θεοείκελον ἀνακτήσασθαι τῆς ἐν ἡμῖν νοερᾶς οὐσίας, ἐφ' ἣν προθυμητέον ἀνιέναι παντὶ σθένει πᾶσιν ἀνθρώποις εὐσεβείας καὶ ἀρετῆς ἐπιμελομένοις. 7.18.11 Τοιαῦτα καὶ τὰ περὶ ἀνθρώπου φύσεως Ἑβραίοις πεφιλοσοφημένα ἄνωθεν, πρὶν ἢ καὶ εἰς ἀνθρώπους παρελθεῖν Ἕλληνας· οἳ χθιζοί τινες καὶ κομιδῇ νέοι ἀπὸ γῆς ἀνακύψαντες τά τε βαρβάρων ὑποσυλᾶν διανοηθέντες, καὶ τῶν παρ' Ἑβραίοις οὐκ ἀπέσχοντο, ὡς προϊὼν ὁ λόγος αὐτίκα μάλα 7.18.12 ἐπιδείξει. ἀλλ' ἐπεὶ τῶν Ἑβραϊκῶν δογμάτων ἴδιον ἦν τὸ ἕνα τῶν ἁπάντων ποιητὴν νομίζεσθαι τὸν ἐπὶ πάντων θεὸν αὐτῆς τε τῆς ὑποκειμένης τοῖς σώμασιν οὐσίας, ἣν ὕλην Ἕλλησι προσαγορεύειν φίλον, τούτῳ δὲ μυρίοι βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων ἐξ ἐναντίας ἔστησαν, οἱ μὲν κακίας πηγὴν τὴν ὕλην εἶναι ἀποφηνάμενοι ἀγένητόν τε ὑπάρχειν, οἱ δὲ τῇ μὲν οἰκείᾳ φύσει ἄποιον καὶ ἀσχημάτιστον, τῇ δὲ τοῦ θεοῦ δυνάμει τὸν κόσμον αὐταῖς ποιότησι προσειληφέναι, δεικτέον ὡς πολὺ κρεῖττον ἡ Ἑβραίων ἐπέχει δόξα, μετ' ἀποδείξεως λογικῆς παρισταμένη τῷ προβλήματι καὶ τὸν ἐναντίον λογισμοῖς 7.18.13 ὀρθοῖς ἀποσκευαζομένη λόγον. θήσω δὲ οὐκ ἐμὰς φωνάς, τῶν δὲ πρόσθεν ἡμῶν τὸ δόγμα διηκριβωκότων, καὶ πρώτου γε ∆ιονυσίου, ὃς ἐν τῷ πρώτῳ τῶν Πρὸς Σαβέλλιον αὐτῷ γεγυμνασμένων τάδε περὶ τοῦ προκειμένου γράφει· 7.19.1 ιηʹ. ΠΕΡΙ ΤΟΥ ΜΗ ΑΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΗΝ ΥΛΗΝ «Οὐδ' ἐκεῖνοι μὲν γὰρ ὅσιοι οἱ τὴν ὕλην ὡς ἀγένητον ὑποχείριον εἰς διακόσμησιν διδόντες τῷ θεῷ· παθητὴν γὰρ αὐτὴν καὶ τρεπτὴν ὑπάρχουσαν εἴκειν 7.19.2 ταῖς θεοποιήτοις ἀλλοιώσεσι. καὶ πόθεν γὰρ ὑπάρχει τῷ θεῷ καὶ τῇ ὕλῃ τό τε ὅμοιον καὶ τὸ ἀνόμοιον, διασαφείτωσαν. ἑκατέρου γὰρ δεῖ τινα