τοὺς λοιποὺς ἐξηθέριζε. Καὶ ἦσαν οὕτως αὐτῷ οἱ ἱππόται οἷοι ἀλαζονεύεσθαι κατὰ τὴν ἐν αὐτοῖς φύσιν τριηκοσίων ἀνδρῶν ἕκαστος ἄντα κατὰ πόλεμον στήσεσθαι, οὐδὲν ἀπεοικότες οὐδ' αὐτοὶ τοῦ Κομνηνοῦ, ὃς μόνος ἐδόξαζε τὴν τοσαύτην βασιλείαν ταχὺ καταλήψεσθαι, βραχὺ κατ' αὐτῆς παρακαλπάσας τὸν ἵππον, καὶ κατακτήσεσθαι αὐτὴν χειρωσάμενος ὡσεὶ καὶ στρουθοῦ φωλεόν, λόγῳ μὲν τῷ Σικελῷ, ὃν καὶ γνησίως αὐθέντην ἐπεγράφετο, ψυχῇ δὲ ἑαυτῷ. Ἰνδάλλετο γάρ, οὐκ οἴδαμεν ὅπως, καθὰ καὶ προεξεθέμεθα, ἅμα τε ἐκφαίνεσθαί που καὶ πάντας εὐθὺς τοὺς Ῥωμαίων ὀφθαλμοὺς εἰς αὐτὸν ὡς ἥλιον ἐπιστρέφεσθαι καὶ αὐτοῦ μόνου γίνεσθαι. Ἐξεῖρψεν οὖν ἡ Λατίνη γῆ πλῆθος οὕτω πολὺ στρατιᾶς, ἀφ' ἱκανοῦ ἡμᾶς ἐκφοβοῦν, καὶ γίνονται πάντες τῆς Ἰλλυριῶν ἠπειρώτιδος, ἣ τερματίζει τὰ Ῥωμαίων εἰς τὸν Ἀδρίαν κόλπον. Καὶ περισχόντες τὴν τῶν ἐκεῖσε μητρόπολιν, τὸ ∆υρράχιον, ἀπονητὶ ἀποχειροῦνται καὶ ὡς εἰπεῖν αὐτοβοεί, κατὰ μὲν τὸν Ἀνδρόνικον φάναι, προδεδομένην ὑπ' ἄλλων εἰς τὸ πᾶν, οὕτω γὰρ ἐκεῖνος ἐθεράπευε τὰ κατ' αὐτόν, οὐχ ἑαυτῷ ἀλλ' ἑτέροις ἐπιγράφων ἃ ἐδυστύχει δι' αὐτὸν ἡ Ῥωμαῒς γῆ, πρὸς δὲ ἀλήθειαν ὑπ' αὐτοῦ ἐκείνου πρόδοτον. Καὶ γάρ τοι πρὸ βραχέος χρόνου Ῥωμανόν τινα στείλας, ὃν ὁ καλὸς Ἴστροςφαύλην ἀπόρροιαν ἐναπερευξάμενος εἰς Κωνσταντινούπολιν γαμβρὸν ἐκείνῳ ἐφυλάξατο ἐν τοῖς τότε καιροῖς, τοὺς ἐν τῷ ∆υρραχίῳ ἀνθοῦντας ἐμάρανε πλούτου ἔρωτι, ὁποῖος ἐκεῖνος πλουτῶν ἄντικρυς τὰ τοιαῦτα μὴ κορεννύμενος. Κἀντεῦθεν ἡ πόλις κακυνθεῖσα καὶ μὴ πάνυ γενναίως ἀντισχοῦσα ἑάλω καὶ μάλα κακῶς ἔπαθεν ἐμπρησμοῖς τε καὶ λοιποῖς κακοῖς, ὁπόσα φιλεῖ ἀνδρίζεσθαι πόλεμος οὐ στησόμενος ἀλλὰ προβησόμενος καὶ ἐκστήσων φόβῳ τοὺς ἐφεξῆς. Οὕτω δὲ ἑαλωκυῖα ἡ τοιαύτη πόλις ἐθρόησε μὲν εἰς πολὺ καὶ ἡμᾶς καὶ ὅσοι δὲ ἄλλοι τὸ εὐεπιχείρητον τοῦ ἐκεῖ δυσπραγήματος ἔμαθον· οὓς ἐλύπει καὶ ἡ τοῦ ἀγαθοῦ στρατηγοῦ Ἰωάννου τοῦ Βρανᾶ κατάσχεσις, ὃς οὐ πολὺν περικείμενος στρατὸν καὶ ὅμως εἰς φυλακὴν τοῦ φρουρίου παραβυσθεὶς φόβῳ τοῦ βασιλέως Ἀνδρονίκου μὴ καὶ προδότης ἐπικληθεὶς καὶ εἰς χεῖρας ἐκείνῳ πεσὼν ἀπαχθείη τοῦ ζῆν παρήχθη τῇ τῆς πόλεως ἁλώσει εἰς Σικελίαν αἰχμάλωτος. 66 Καὶ ἐξεφόβει μὲν οὕτω τοὺς πέριξ μέχρι καὶ ἐς Θεσσαλονίκην τὸ οὕτω ταχὺ τῆς ἁλώσεως ἐκείνης καὶ ὅτι, καθά τις ἂν εἴποι τὸ τάχος τοῦ κακοῦ ἐνδεικνύμενος, θατέρῳ μὲν τοῖν ποδοῖν ἕκαστος τῶν πολεμίων ἐπέβη τῆς Ἰλλυριῶν γῆς, θατέρῳ δὲ κατενεπήδησε τῆς ἐχυρωτάτης ἐκείνης πόλεως. Ὅτι δὲ καὶ τὰ ἐκεῖθεν ἕως καὶ ἐς τὴν καθ' ἡμᾶς Μακεδονικὴν οὐδὲν αὐτοῖς ὁδοῦ προσέστη σκῶλον εἰς ἐμπόδιον, ἀλλὰ τοῦτο τὰς ἁπάντων ψυχὰς ἑτοίμους ἔστησε τῶν κατ' αὐτὰς ἀπαλλάττεσθαι σωμάτων, οἷς ἐταράχθησαν. Οὐκ ἔστι γὰρ ὅπου συνήντετό τι δεῖμα ἐκείνοις, οὐ μέγα, οὐ μικρόν, οὐ μέσον, ἀλλ' ὡς διὰ λείων πεδίων ποταμὸς πλήθων ἐκεῖνος ὁ πεζὸς κατέρρεε στρατός, ἕως ἡμῖν συνέμιξεν ἄσκυλτος. Ὁ δέ γε ναυτικὸς τὴν οἰκείαν τραπόμενος, ἔπλεε συνελευσόμενος ἐν καιρῷ μερίταις καὶ κορυφώσων ἡμῖν εἰς μέγα τὸ κακόν. Καὶ ὑστέρησε τοῦ πεζοῦ ἡμέρας τινάς, εἰς ἔνδειξιν οἶμαί τινα τῆς τε καθ' ἡμᾶς οὐθενείας τῆς τε κατ' αὐτοὺς ἰσχύος, ταύτης μὲν ὡς, εἴπερ ὁμοῦ ἐπῆλθον ἡμῖν, οὐκ ἂν οὐδὲ γοῦν μίαν ἡμέραν ἀντέσχομεν, ἐκείνης δέ, ὅτι καὶ μόνον τὸ πεζὸν τοῦ στρατοῦ περικαθήμενον ἔχοντες, οὕτως ἀρετῶντες ἦμεν τῷ φαύλῳ στρατηγῷ, ὡς μηδεμίαν ἐκδρομήν τινα κατ' αὐτὸν γενέσθαι στρατιωτικήν, ἀλλὰ φυλάττεσθαι τῷ ῥηγὶ τοὺς ἐκείνου εἰς ἀδνούμιον ἀπρονόμευτον καὶ οἷον μὴ παθεῖν κολόβωσιν. Καὶ ὁ μὲν πεζὸς λαὸς περιεκάθισε καθ' ὥραν ἀρίστου τὴν καθ' ἡμᾶς πόλιν, Αὐγούστου μηνὸς ἄγοντος ἕκτην ἡμέραν, <καθ' ἣν ἡ Μεταμόρφωσις τοῦ Σωτῆρος ἡμῶν ἑορτάζεται, ὁ δὲ ναυτικὸς κατὰ τὴν πέμπτην καὶ δεκάτην τὰς νῆας ἐλιμένισε>, καθ' ἣν ἡ ἔνδοξος κοίμησις τῆς πανάγνου Θεομήτορος μνημονεύεται. Καὶ τότε δὴ οὐκέτι φευκτὰ ἦν ἡμῖν, ἀλλ' οἱ ἀγχινούστεροι προεωρῶντο οἷα πείσονται, ὅπου γε οὔκουν ὀλίγοι καὶ πρὸ τούτων συνεώρων τὸ