1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

20

φόβου. {ΘΕΟΛΟΓΟΣ} Χώρει· μέλειν γὰρ πάντα οἱ δοκεῖ φίλων· αὐτοί τ' ἐπιγνώσεσθε τοὺς ἐμοὺς λόγους. Ὑμεῖς δ' ἕπεσθε νῦν, κόραι, σὺν μητρί μου, ἕπεσθε, Χριστὸν καρδίαις ὡπλισμέναι πτοούμεναί τε μηδέν, ἀλλ' ἕπεσθέ μοι· δείξω γὰρ οἶκον ἔνθα νυχεῦσαι δέον. Οὐκοῦν ὅδ' ἐνδέξιος οἶκος· ἐνθάδε τανῦν καταυλίσθητε· καὶ γὰρ εὐφρόνης οὐ βραχὺ παρῴχηκεν, ὡς ὁρῶ, μέρος, ἤδη δ' ἕως πάρεστιν, ἐκρέει κνέφας. {ΘΕΟΤΟΚΟΣ} Ἰώ μοι· ἰώ· Ψυχῆς μελούσης, καρδίας παχνουμένης, ὕπνος βλεφάροις τοῖς ἐμοῖς πῶς ἐμπέσῃ; Οἴμοι, Τέκνον μου, σῆς σφαγῆς πανταδίκου· ὤ μοι ταλαίνῃ δραμάτων ἀντιστρόφων· οὐ γὰρ συνῳδὰ ταῦτα τοῖς ἠλπισμένοις, κἂν συνᾴδωσι τοῖς προηγορευμένοις. Ἔτλην μεγίστας συμφορὰς καὶ πρίν, Τέκνον, ἀρχῆς ἀπ' ἄκρης σῶν ξένων γενεθλίων· ἀλλ' εἵπετ' εὐθὺς συμφοραῖς θυμηδία, σοῦ συμπαρόντος καὶ λύοντος ἀνίας· νῦν δ' ἄλγος ἀφέρτατον, οἴμοι, πῶς φέρω; τί γοῦν τί δράσω νῦν παθοῦσ' ἀμήχανα; θέλξει δ' ἕδραν ὄμματος ὕπνος πῶς ἄρα; {ΗΜΙΧΟΡΙΟΝ} Ἄμμες μέν, ὦ δέσποινα, χαμαιστρωτίαι ἀνεκλίθημεν, σώμασιν παρειμέναι, νέαι, παλαιαί, παρθένοι τ' ἔτ' ἄζυγες, ἄλλαι πρὸς ἄλλων νῶτ' ἐρείσασαι κάρας, αἵδ' ἐν παρειαῖς ὑποβαλοῦσαι χέρας, καὶ βαιὸν ἡρπάσαμεν ὕπνου βραχύ τι. Σὺ δ' οὐχ ὕπνωσας οὐδ' ἀνέκλινας δέμας, παννύχιον στένουσα κὠδυνημένη· πάσῃ γὰρ ὄμμ' ἄγρυπνον εὐφρόνῃ στρέφεις. Ἕως τίνος μείνῃς δὲ προσκαθημένη ἄϋπνος, ὄμμα μηδ' ὅλως μύουσα σόν; Ἠώς, ἰδού, πέφηνε, καὶ λεωφόρον περιτρέχουσι δῆμος ἄνω καὶ κάτω· γῆς τ' ἀναδραμὼν ἥλιος φαεσφόρος, ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα. {ΘΕΟΤΟΚΟΣ} Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ οὐ δεῖ με θρηνεῖν καὶ στένειν καὶ δακρύειν, ἕως ἴδοιμι ζῶντα πάλιν ἐκ τάφου; ὕπνος δ' ἄρα μου πῶς βλεφάροις ἐμπέσῃ; {ΕΤΕΡΟΝ ΗΜΙΧΟΡΙΟΝ} Κἀγὼ μελούσῃ καρδίᾳ λήγουσ' ὕπνου κεῖμαι, πεδοστιβής γε χαμαιστρωτίᾳ, κοὔτ' ἔβρισ' οὔτ' ἐκοίμισα, σφοδρῶν γόων σῶν, παρθένε, κλύουσα καὶ στεναγμάτων. {ΘΕΟΤΟΚΟΣ} Ἔγρεσθ' ἔγρεσθε· τί, γυναῖκες, μέλλετε; ἔξιτ' ἄπιτε βαιὸν ὡς πρὸς τὴν πόλιν, ὅσον προβαίνειν ἐντολὴ δίδωσί πως· ἴσως τι μαθήσεσθε καὶ νεώτερον. Πολλοὶ γὰρ ὑμᾶς ἀγνοοῦσι, κοὐ δέος. {ΧΟΡΟΣ} Καὶ μὴν ὀπαδῶν νῦν τιν' εἰσορᾶν δοκῶ, σπουδῇ σκυθρωπὸν ἐνθάδ' ἐφωρμημένον· δοκεῖ δὲ καινῶν ἄγγελος μηνυμάτων. {ΑΓΓΕΛΟΣ} Πῇ πῇ μολὼν εὕροιμ' Ἰησοῦ μητέρα; εἴπατέ μοι, γυναῖκες, εἴπερ ἴστε, μοι σημήνατ'· ἆρα τῶνδε δωμάτων ἔσω; {ΘΕΟΤΟΚΟΣ} Ἥδ', αὐτὸς ἀθρεῖς, δωμάτων ἐντὸς μένει. {ΑΓΓΕΛΟΣ} ∆έσποινα, μῆτερ Μυσταγωγοῦ μοι φίλου, καὶ νῦν μερίμνης ἄξιον φέρω λόγον σοὶ καὶ μαθηταῖς καὶ γυναιξὶ σαῖς φίλαις. {ΘΕΟΤΟΚΟΣ} Εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον. Τί δ' ἐστί; μῶν τις συμφορὰ νεωτέρα; {ΑΓΓΕΛΟΣ} Πολλὴ φάλαγξ ἔνοπλος εἰς τάφον μολεῖ, τίνος δ' ἕκητι, συμβαλεῖν σάφ' οὐκ ἔχω. Ἥκω δ' ἀκούσας οὐ τορῶς· φήμη δέ τις λαοῖσιν ἐμπέπτωκεν, ὡς κατάσκοποι ἥκουσι τάφου· χὠ μὲν οὐκ ἰδὼν λέγει· ὅδ' εἰσιδὼν μολοῦντας οὐκ ἔχει λέγειν· ὃς δ' εἰδέναι λέγων τι, φράζειν οὐ θέλει. Πλὴν εἷς τις εἶπε γραμματεῖς προσιέναι καὶ ταῦτα πεῖσαι κοίρανον τῆσδε χθονὸς πέμψαι φύλακας καὶ σφραγίσαι τὸν λίθον, ὡς μὴ τάχα κλέψωσι μύσται τὸν νέκυν· ὧν οὕνεκ' ἦλθον πρὸς σὲ ταῦτ' ἀπαγγελῶν. {ΘΕΟΤΟΚΟΣ} Ὦ ῥάπτα κακῶν τῶν ἀφερτάτων ἐμοί, γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, ὦ τῆς φονώσης ἐργάτα τολμηρίας, ὦ δραματουργὲ τοῦ φόνου τοῦ ∆εσπότου, ὡς συνιεὶς μὲν οἷα τολμᾷς ἀφρόνως, δέξῃ βέλος δριμύ τι κατὰ καρδίας, πάνδεινον ἀλγῶν ἄλγος. Ἢν δ' ἄρ' ἐς τέλος ἐν τοῖσδε μείνῃς οἷς τανῦν κακῶς μένεις, οὐκ εὐπραγῶν δόξεις γε σὺ μὴ κακῶς ἔχειν ἐξ ἀφροσύνης καὶ κακῆς ἀβουλίας· γνοίης δ' ὅμως ἔπειθ' ὅτ' οὐ κέρδος τί σοι. Πῶς γὰρ ἔσονται νεκροφῶρες οἱ μόγις μιαιφόνους σφῶν χεῖρας ἐκπεφευγότες; προσεγγίσαι πείσει δὲ τίς σφᾶς τῷ τάφῳ, οὕτω τρέσαντας καὶ λίαν πεφρικότας; Ἄπιθ' ἄπιθι καὶ φύλασσε τὸν τάφον· ναὶ ναί, φάλαγξ, ἄπιθι κἀσφαλῶς βλέπε· μάρτυς γὰρ ἴσως τῆς ἐγέρσεως ἔσῃ. Ἄμμες δέ, φίλαι, τῇδε μίμνωμεν πάλιν. {ΧΟΡΟΣ} Ναὶ ναὶ μένωμεν