1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

20

συῤῥοίας πρὸς ἑαυτὴν ἑνωθείσης. Οὕτως οὖν ἀπογεννᾶται τὸ ὕδωρ, τοῦ μὲν ψυχροῦ τὴν γῆν καθυγραίνοντος, τῆς δὲ ὑγρότητος τῆς ἐκ τοῦ ψυχροῦ συνισταμένης, καὶ ὅλην τὴν τοῦ ὕδατος φύσιν ἐν ἑαυτῇ τελειούσης. Ὅθεν ἀθροισθὲν ἤδη, καὶ ῥεῖθρον γενόμενον, ᾗπερ ἂν εὐοδωθῇ, κατ' ἐκεῖνο τὴν γῆν. ἀνεστόμωσεν. Τοῦτο δὲ πηγὴ ὀνομάζεται. Τεκμήριον δὲ τοῦ καθηγεῖσθαι τὴν ψυχρότητα τῆς τῶν ὑδάτων γενέσεως, τὸ τοὺς πρὸς ἀρκτῴους τῶν τόπων καὶ μᾶλλον κατεψυγμένους εὐθηνεῖσθαι τοῖς ὕδασιν. Ἦ γὰρ ἂν ἐπίσης τὰ ἡλιούμενά τε καὶ νότια, διάβροχα τοῖς ὕδασιν ἦν, εἰ μηδὲν ἡ ἀπουσία τῆς ψύξεως τῇ γενέσει τῶν ὑγρῶν ἐνεπόδιζεν. Ὥσπερ δὲ τὸ ἐξ ὀμ βρίας ὕδωρ ἀθροισθὲν μὲν ἐκ τῆς τῶν σταγόνων συῤ ῥοίας, χειμάῤῥους γίνεται, εἰ δὲ αὐτὰς τὰς σταγόνας ἐφ' ἑαυτῶν τις βλέποι, βραχύ τι καὶ ἀντ' οὐδενὸς τὸ ἐν ἑκάστῃ φανήσεται· οὕτω καὶ ἡ τῆς κατὰ λεπτὸν κάτω θεν ἀεὶ τοῦ ὑγροῦ συνισταμένης ποσότητος· ὅταν ἓν ἐκ πολλῶν ῥείθρων τὸ τῶν λεπτῶν ἄθροισμα γέ νηται, τὸ τοιοῦτον εἰς ποταμοῦ φύσιν ἐκδίδοται. Ὁ δὲ ταύτας τὰς ὑπολήψεις παραγραφόμενος, πόθεν ἂν οἰηθείη τοὺς ἀεννάους τῶν ποταμῶν ἀναδίδοσθαι; Ἆρα μή τινας λίμνας ἐντὸς τῶν τῆς γῆς κόλπων ὑπονοήσειεν; Ἀλλὰ καὶ αὗται πάντως εἰ μὴ τὸ ἐπιῤ ῥέον ἔχοιεν, ἐν βραχεῖ κενωθήσονται, ὥστε κατ' ἀνάγκην καὶ ἄλλας τούτων ὑπερκεῖσθαι νομίσει· ἡ δὲ ἀκολουθία τοῦ λόγου, καὶ τὰς ἄλλας ἀναπληροῦν ἀναζητήσει· κἂν ἄλλας ὑπερκεῖσθαι λίμνας ἐκείνων ὑποτίθηται, καὶ τὸ τῶν ἄλλων πλήρωμα ποίας ἔχει τὰς ἀφορμὰς ἀναγκαίως διερευνήσεται. Καὶ οὕτως εἰς ἄπειρον προϊὼν ὁ λόγος οὐδαμοῦ στήσεται, λιμνῶν λίμνας ὑπερτιθείς· ἵνα αἱ πρὸς ταῖς πηγαῖς λίμναι μὴ ἐπιλείπωσιν, ἕως ἂν τῶν ἐσχάτων τὰς ἀφορμὰς καταλάβῃ, δι' ὧν ἡ τοῦ ὕδατος γένεσις τὴν ἀρχὴν λαμβάνει. Ὅπερ τοίνυν εἰκός ἐστι τῆς πρώτης τοῦ ὕδατος φύσεως αἰτίαν ἐξευρεθῆναι, πολὺ ἂν εὐλογώτε ρον εἴη τοῦτο περὶ τὴν τῶν πηγῶν σύστασιν ἐννοεῖν, καὶ μὴ τὰς ὑπογείους λίμνας φαντάζεσθαι, ἀφ' ὧν εὐθὺς καὶ τὸ κατωφερὲς τῆς τοῦ ὕδατος φύσεως ἐξ ἐναντίου πρὸς τὸν λόγον ἵσταται. Πῶς γὰρ ἐπὶ τὸ ἄνω ῥυήσεται οὗ ἡ φύσις ἰδίαν ἔχει τὴν ἐπὶ τὸ κάτω φοράν; Ἔπειτα δὲ καὶ ὅσον τὸ μέγεθος τῶν λιμνῶν ἐκείνων ἡ διηνεκὴς τῶν τοσούτων ὑδάτων ἀποῤῥοὴ στοχάζεσθαι δίδωσιν, ὥστε τοσοῦτον προ χεύουσαν ἐν τοσούτοις χρόνοις, ἀκένωτον μένειν, μη δενὸς ἔνδοθεν τὸ ἐξιὸν ἀντεισάγοντος; Ἀλλὰ δῆλον ἂν εἴη διὰ τῶν ἐξητασμένων, ὅτι τῷ ποταμῷ μὲν οὐ λείπει ἡ χορηγία τοῦ ὕδατος, τῆς γῆς πρὸς τοῦτο μεθισταμένης. Ὁ δὲ ὄγκος τῆς γῆς οὐκ ἐλαττοῦται 113 διὰ τοῦ ὑπεξιόντος, τῆς πάντοτε γινομένης τῶν ξηρῶν ἀτμῶν μεταβολῆς, τὸ ἀεὶ μειούμενον ἐκ τοῦ ὄγκου ἀναπληρούσης. Ὧν γινομένων, οὐκέτ' ἂν ἡμῖν ἡ εἰς ἄλληλα τῶν στοιχείων ἀλλοίωσις σκάζειν δοκοίη, ἀλλὰ δι' ἀκολούθου δεσμεῖται ὁ λόγος, τὴν ἑκάστου πρὸς τὸ ἕτερον τροπὴν, γένεσιν ἐκείνου τοῦ εἰς ὃ μετεβλήθη βλέπων, καὶ τὴν ἀπ' ἐκείνου πρὸς τὸ ἐξ ἀρχῆς πάλιν ἀποκατάστασιν. Οἷον τὸ ὕδωρ πρὸς τὸν ἀέρα διὰ τῶν ἀτμῶν ἀναχθὲν, ἀὴρ ἐγένετο· ὁ ἀὴρ ὑγρανθεὶς ἐν τῷ ὑπερκειμένῳ φλογμῷ κατεξηράνθη· τὸ γεῶδες τοῦ ὑγροῦ διὰ τῆς τοῦ πυρὸς φύσεως ἀπεκρίθη· τοῦτο ἐν τῇ γῇ γενόμενον διὰ τῆς ψυ χρᾶς ποιότητος εἰς ὕδωρ μετεποιήθη· καὶ οὕτως ἀδιάλειπτος, καὶ ἀνωμένου καὶ οὐδενὸς πλεονάζοντος, ἀλλ' ἐν τοῖς ἐξ ἀρχῆς μέτροις εἰς τὸ διηνεκὲς διαμένοντος. Οὐκοῦν ἄλλο τι παρὰ τὴν ὑγρὰν φύσιν τὰ ὑπερκείμενα τοῦ στερεώματος ὕδατα νοεῖν, ἡ τῶν ἐξετασθέντων ἀκολουθία δίδωσιν, εἴπερ τῷ μὴ τρέφεσθαι τῇ τοῦ ὑγροῦ δαπάνῃ τὴν τοῦ πυρὸς φύσιν ἐκ τῶν εἰρημένων κατενοήσαμεν.

∆έδεικται γὰρ ἐν τοῖς ἐξητασμένοις, ὅτι τὸ θερμὸν τῷ ψυχρῷ οὐχὶ τρέφεται, ἀλλὰ σβέννυται· καὶ τὸ ὑγρὸν τῷ ξηρῷ ἀφανίζεται, οὐ πλεονάζει. Ἀλλ' ἐπὶ τὸ ἕτερον τῶν ζητουμένων καιρὸς ἂν εἴη τρέψαι τὴν θεωρίαν, πῶς μετὰ τὴν τρίτην ἡμέραν πάντες οἱ κατ' οὐρα νὸν φωστῆρες πεποίηνται. Ὅτι μὲν οὖν ἑκάστου τῶν γινομένων θαυμάτων λόγος τις θεῖος καθηγεῖται προστακτικὸς, οὕτω τοῦ Μωσέως ἱστορικῶς