20
γὰρ τοῦ Μανασσῆ χεῖρον; τί δὲ τοῦ Σολομῶντος μακαριώτερον; Ἀλλ' ὁ μὲν ἠδυνήθη τὸν Θεὸν ἐξιλεώσασθαι, ὁ δὲ ἀπονυστάξας ἔπεσε. ∆ιὰ τοῦτο καὶ Ἡσαῦ οὐκ ἔτυχε συγγνώμης, ὅτι οὐ μετενόησεν ὡς ἐχρῆν· τὰ γὰρ δάκρυα οὐκ ἦν μετανοίας, ἀλλὰ ἐπηρείας καὶ θυμοῦ. Μετενόησε καὶ Ἰούδας, ἀπήγξατο γάρ. Εἰ δὲ μετάνοιαν ἀκριβῆ θέλεις ἰδεῖν, ἄκουσον τὴν τοῦ Πέτρου μετάνοιαν μετὰ τὴν ἄρνησιν. Ἐπειδὴ γὰρ εἰκὸς ἦν αὐτὸν μέγα φρονεῖν, συνειδότα ἑαυτῷ, ὅτι μᾶλλον τῶν ἄλλων ἀγαπᾷ τὸν Χριστὸν, διὰ τοῦτο ἐξελθὼν ἔξω ἔκλαυσε πικρῶς· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ μυρίοις ἑαυτὸν παρενέλαβε μετὰ ταῦτα κινδύνοις. Μετενόησε καὶ ὁ μακάριος ∆αυῒδ, οὕτω λέγων· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ τὴν πάλαι γεγενημένην ἁμαρτίαν, μετὰ τοσαῦτα ἔτη, μετὰ τοσαύτας γενεὰς, ὡς νεωστὶ συμβᾶσαν ἐπένθει. Τὸν γὰρ μετανοοῦντα οὐκ ὀργίζεσθαι χρὴ οὐδὲ ἀγριαίνειν, ἀλλὰ συντρίβεσθαι ὡς κατεγνωσμένον, ὡς οὐκ ἔχοντα παῤῥησίαν, ὡς καταδεδικασμένον, ὡς ἀπὸ ἐλέους σωθῆναι ὀφείλοντα μόνον, ὡς ἀγνώμονα περὶ τὸν εὐεργέτην φανέντα καὶ ἀδόκιμον καὶ μυρίων κολάσεων ἄξιον Μήτε οὖν ὁ ἐπὶ τῆς σκηνῆς ἀπογινωσκέτω, μήτε ὁ ἐν τῇ ἐκκλησίᾳ θαῤῥείτω· πρὸς μὲν γὰρ τοῦτόν φησιν ὁ Θεὸς, Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· πρὸς δὲ ἐκεῖνον, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; Οὗτος μὲν γὰρ φυλάξαι δεῖται, ὅπερ ἔχει, ἐκεῖνος δὲ, γενέσθαι ὅπερ οὐκ ἔστιν· οὗτος διατηρῆσαι τὴν ὑγίειαν, ἐκεῖνος τῆς ἀῤῥωστίας ἀπαλλαγῆναι· κάμνει γάρ. Πρὸς μὲν οὖν ἐκεῖνόν φησιν, Ἴδε, ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται· πρὸς δὲ τοῦτον, Θέλεις ὑγιὴς γενέσθαι· ἐγερθεὶς ἆρον τὸν κράββατόν σου, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. Κἂν γὰρ τριακονταοκτὼ ἔτη ἔχῃς, ὡς ὁ παράλυτος ἐκεῖνος, σπουδάσῃς δὲ γενέσθαι ὑγιὴς, οὐδεὶς ὁ κωλύων· μόνον θέλησον διαναστῆναι· ἅψαι μόνον τῆς ἐκεῖ φερούσης ὁδοῦ, καὶ προβήσῃ ταχέως· μὴ τὰς θύρας ἀποκλείσῃς, μὴ τὴν εἴσοδον φράξῃς. Βραχὺς ὁ παρὼν καιρὸς, ὀλίγος ὁ πόνος· εἰ δὲ καὶ πολὺς 63.594 ἦν, οὐδὲ οὕτως ἀπαγορεύειν ἔδει. Κἂν γὰρ μὴ κάμῃς τὸν κάλλιστον τοῦτον κάματον τὸν ἐν τῇ μετανοίᾳ, ἐν τῷ κόσμῳ ἐκείνῳ πάντως καμῇ, καὶ ταλαιπωρήσεις ἑτέρως. Εἰ δὲ καὶ ἐνταῦθα κἀκεῖ κάματος, διὰ τί μὴ τοῦτον αἱρούμεθα, τὸν πολὺν ἔχοντα τὸν καρπὸν καὶ μεγάλην τὴν ἀμοιβήν; Εἰ γὰρ ἀναξίους ὄντας ἡμᾶς εὐεργετεῖ ὁ Θεὸς, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται, εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα, τίνων οὐκ ἀπολαυσόμεθα τῶν ἀγαθῶν; Τοὺς γὰρ νοῦν ἔχοντας αἱ εὐεργεσίαι μᾶλλον, ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων. Εἰ τοίνυν καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους, τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας ὁ Θεὸς, εἰ εὐγνώμονες γενοίμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξοίμεθα, καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν ποιησοίμεθα, πόσης οὐκ ἂν πάλιν ἀξιώσειε τῆς παρ' αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἡμεῖς τοὺς προσκεκρουκότας τῶν οἰκετῶν, ἐὰν ἀπαγγείλωνται γενέσθαι βελτίους, καὶ προσιέμεθα καὶ πάλιν ἐπὶ τῆς προτέρας ἄγομεν τιμῆς, πολλάκις δὲ καὶ πλείονος αὐτοῖς τῆς παῤῥησίας μεταδιδόαμεν· πολλῷ μᾶλλον ὁ Θεὸς ἐπὶ ἡμῶν τοῦτο ποιήσει, εἰ ἀντίῤῥοπον τῶν ἁμαρτημάτων ἐπιδειξόμεθα τὴν μετάνοιαν. Καὶ τοῦτο ἀπὸ τῶν κατὰ τὸν μακάριον ∆αυῒδ δῆλον. Ἐπειδὴ γὰρ ὑποσκελισθεὶς κατέπεσε, μοιχείας καὶ φόνου ἁλοὺς ἐγκλήματι, εἶτα οὐκ ἔμεινε κείμενος ἐν τῷ πτώματι, ἀλλὰ καὶ διανέστη πάλιν, καὶ πρὸς τὸν ἐχθρὸν μετὰ τοῦ Θεοῦ παρετάξατο· οὕτως αὐτὸν γενναίως κατεπάλαισεν, ὡς καὶ τελευτήσας προστῆναι τῶν ἐκγόνων τῶν αὐτοῦ. Τῷ γὰρ Σολομῶντι τὴν μεγάλην ἐκείνην παρανομίαν τετολμηκότι, καὶ μυρίων ἀξίῳ γενομένῳ θανάτων, διὰ τὸν ∆αυῒδ ὁ Θεός φησιν ἀφεῖναι τὴν βασιλείαν ὁλόκληρον, οὑτωσὶ λέγων· ∆ιαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου· πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω ταῦτα, διὰ ∆αυῒδ τὸν πατέρα σου· ἐκ χειρὸς τοῦ υἱοῦ σου λήψομαι αὐτήν. Καὶ τῷ Ἐζεκίᾳ δὲ μέλλοντι κινδυνεύειν