τοῦ Σωτῆρος φωνήν· εἰ γάρ ἐστι κατ' αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγαμεν, Σωτῆρα καλοῦμεν τὸν παρ' ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν Ἑτέραν ἡμῖν ἀναγγέλλετε πλάνησιν· ἔξω τῆς βασιλικῆς καὶ εὐθείας ἔρχεσθε τρίβου· εἰς ἀκάνθας καὶ βόθρους πίπτετε· τῆς ἀληθείας ἐκπεπτώκατε· ἴσος ἐστὶ κατὰ πάντα τοῦ Πατρὸς ὁ Υἱός· χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ· Ὕψιστος καθὰ καὶ ὁ Πατήρ. Ὁ μὲν οὖν Σατανᾶς τούτοις ἐχρήσατο τοῖς στίχοις ὡς ἐπ' ἀνθρώπου κοινοῦ τοῦ Σωτῆρος· ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν, ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρανοῦ· ἠγνόησέ τε πρὸς τούτῳ, ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πειραζόμενος. Ὁ μὲν οὖν, ὡς ἔφην, ὡς ἐπ' ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ' ἐνὸς τῶν ἁγίων προφητῶν εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν· ἄτοπον ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστι καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι' ἡμᾶς καθ' ἡμᾶς γέγονεν ἄνθρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ Σωτῆρος τὸ λέγεσθαι· "Τὸν Ὕψιστον ἔθου καταφυγήν σου." Αὐτὸς γάρ ἐστιν Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς, ἡ πάντα ἰσχύουσα τοῦ Πατρὸς δεξιά· κἄν τις αὐτὸν καταφυγὴν θεῖτο, οὐ προσελεύσεται πρὸς αὐτὸν κακά· αὐτὸς γὰρ ἐντελεῖται τοῖς ἀγγέλοις, λειτουργικοῖς οὖσι πνεύμασιν, ὅπως φρουρῶσι τὸν δίκαιον. Ὥσπερ γὰρ οἱ κατὰ σάρκα πατέρες, ὅταν ἴδωσιν ὁδὸν τραχεῖαν καὶ δύσβατον, ἁρπάζου σιν εἰς χεῖρας τὰ βρέφη, μή πως ἀδικηθῇ τρυφερὸν ἔχοντα τὸν πόδα, καὶ οὔπω διὰ σκληρᾶς ὁδοῦ βῆναι δυνάμενα, οὕτω καὶ αἱ λογικαὶ δυνάμεις τοὺς οὔπω πονεῖν ἰσχύοντας, νηπιοπρεπῆ δέ πως 72.536 δύναμιν, ἀλλὰ παντὸς ἐξέλκουσι πειρασμοῦ. Καὶ ὑπέστρεψεν ὁ Ἰησοῦς ἐν τῇ δυνάμει τοῦ Πνεύματος εἰς τὴν Γαλιλαίαν. (A f. 77, H f. 234 b) Ἀφεὶς τὰς ἐν ταῖς πόλεσι διατριβὰς, ταῖς ἐρήμοις ἐνηυλίζετο· ἐκεῖ νενήστευκε πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, ἐκεῖ νενίκηκεν ὑπὲρ ἡμῶν, ἐκεῖ συνέτριψε τὰς κεφαλὰς τῶν δρακόντων, ἐκεῖ, καθά φησιν ὁ μακάριος ∆αβὶδ, τοῦ ἐχθροῦ ἐξ έλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθῄρηνται, τουτέστιν ὡς πύργοι καὶ πόλεις ὄντες· κατευμεγεθήσας τοίνυν τοῦ Σατανᾶ, καὶ στεφανώσας ἐν ἑαυτῷ τὴν τοῦ ἀνθρώπου φύσιν τοῖς κατ' ἐκείνου βραβείοις, ὑπέστρεψεν εἰς τὴν Γαλιλαίαν, ἐν τῇ δυνάμει τοῦ Πνεύματος, ἐνεργείᾳ τε καὶ δυνάμει χρώμενος, πλείστας τε θεοσημείας ἀποτελῶν, καὶ πολὺ τὸ θαῦμα παρεχόμενος. Εἰργάζετο δὲ τὰς θεοσημείας, οὐκ ἔξωθεν καὶ πεπορισμένην τὴν τοῦ Πνεύματος χάριν λαβὼν, καθὰ καὶ ὁ τῶν ἁγίων χορὸς, ὑπάρχων δὲ μᾶλλον φύσει τε καὶ ἀληθῶς Υἱὸς τοῦ Θεοῦ καὶ Πα τρὸς, καὶ κλῆρον ἴδιον ἔχων τὰ αὐτοῦ· καὶ γὰρ ἔφη πρὸς αὐτὸν, ὅτι "Πάντα τὰ ἐμὰ, σά ἐστι, καὶ τὰ σὰ ἐμὰ, καὶ δεδόξασμαι ἐν αὐτοῖς." ∆εδόξασται τοίνυν ὡς ἰδίᾳ δυνάμει καὶ ἐνεργείᾳ χρώμενος τῇ τοῦ ὁμοουσίου Πνεύματος. Καὶ ἦλθεν εἰς τὴν Ναζαρέτ· καὶ εἰσῆλθεν εἰς τὴν συναγωγήν. (A f. 77, H f. 235) Ἐπειδὴ ἐχρῆν λοιπὸν ἐμφανῆ ἑαυτὸν καταστῆσαι τοῖς ἐξ αἵματος Ἰσραὴλ, καὶ τὸ τῆς ἐνανθρωπήσεως ἐκλάμψαι μυστήριον τοῖς οὐκ εἰδόσιν αὐτὸ, καὶ ὅτι κέχρισται παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς εἰς σωτηρίαν τῆς ὑπὸ οὐρανὸν, πανσόφως καὶ τοῦτο οἰκονομεῖ· χαρίζεται δὲ τοῦτο πρό γε τῶν ἄλλων τοῖς ἐν Ναζαρὲτ, οἷς καὶ συνετράφη, κατά γέ φημι τὴν σάρκα. Εἰσελθὼν τοίνυν ἐν τῇ συναγωγῇ, δέχεται βιβλίον εἰς ἀνάγνωσιν· καὶ ἀνοίξας, προφη τικὴν ἐπελέξατο ῥῆσιν, τὸ περὶ αὐτοῦ λαλοῦσαν μυ στήριον.Ἐναργέστατα δὲ διὰ τούτων αὐτὸς ἦν ὁ λέγων διὰ τῆς τοῦ προφήτου φωνῆς, ὡς καὶ ἐναν θρωπήσει καὶ ἀφίξεται διασώσων