21
ἐπινοῆσαι κρείττονα, ὃ μηδὲ θεμιτὸν ἐννοῆσαι περὶ τοῦ θεοῦ. τό τε γὰρ ἀγένητον, ὅμοιον ἐν ἀμφοτέροις λεγόμενον καὶ ἕτερον νοούμενον παρ' ἑκάτερον, πόθεν ἐν αὐτοῖς 7.19.3 ἐγένετο; εἰ μὲν γὰρ αὐτοαγένητόν ἐστιν ὁ θεὸς καὶ οὐσία ἐστὶν αὐτοῦ, ὡς ἂν εἴποι τις, ἡ ἀγενησία, οὐκ ἂν ἀγένητον εἴη ἡ ὕλη οὐ γὰρ ταὐτόν ἐστιν ὁ θεὸς καὶ ἡ ὕλη· εἰ δὲ ἑκάτερον μέν ἐστιν ὅπερ ἐστίν, ἡ ὕλη καὶ ὁ θεός, πρόσεστι δὲ ἀμφοτέροις τὸ ἀγένητον, δῆλον ὡς ἕτερόν ἐστιν ἑκατέρου καὶ ἀμφοτέρων 7.19.4 πρεσβύτερόν τε καὶ ἀνωτέρω. ἀνατρεπτικὴ δὲ παντελῶς καὶ τοῦ ταῦτα συνυπάρχειν, μᾶλλον δὲ τοῦ τὸ ἕτερον αὐτῶν, τὴν ὕλην, ἐφ' ἑαυτῆς ὑπάρχειν, καὶ 7.19.5 ἡ τῆς ἐναντίας ἕξεως διαφορά. εἰπάτωσαν γὰρ τὴν αἰτίαν, δι' ἥν, ἀμφοτέρων ὄντων ἀγενήτων, ὁ μὲν θεὸς ἀπαθής, ἄτρεπτος, ἀκίνητος, ἐργαστικός, ἡ 7.19.6 δὲ τὰ ἐναντία παθητή, τρεπτή, ἄστατος, μεταποιουμένη. καὶ πῶς ἥρμοσαν καὶ συνέδραμον; πότερον κατὰ τὴν τῆς ὕλης φύσιν ἐξοικειώσας ἑαυτὸν ἐτεχνίτευσεν αὐτὴν ὁ θεός; ἀλλὰ τοῦτό γε ἄτοπον ὁμοίως ἀνθρώποις χρυσοχοεῖν καὶ λιθουργεῖν καὶ κατὰ τὰς ἄλλας τέχνας, ὅσαις ὕλαι μορφοῦσθαι καὶ 7.19.7 τυποῦσθαι δύνανται, χειροκμητεῖν τὸν θεόν. εἰ δὲ οἵαν αὐτὸς ἐβούλετο κατὰ τὴν ἑαυτοῦ σοφίαν ἐποίωσε τὴν ὕλην, τὸ πολύμορφον καὶ παμποίκιλον τῆς δημιουργίας ἑαυτοῦ σχῆμα καὶ τύπον ἐνσφραγιζόμενος αὐτῇ, καὶ εὔφημος καὶ ἀληθὴς οὗτος ὁ λόγος καὶ προσέτι καὶ τὴν ὑπόστασιν τῶν ὅλων, τὸν θεόν, 7.19.8 ἀγένητον εἶναι κρατύνει. τῷ γὰρ εἶναι ἀγένητον ἅμα καὶ τό πως εἶναι προσῆψε. πολὺς μὲν οὖν καὶ πρὸς τούτους ὁ λόγος, ἀλλ' οὐ νῦν ἡμῖν πρόκειται· συγκρίσει δὲ τῇ πρὸς τοὺς ἀθεωτάτους πολυθέους εὐφημότεροι οὗτοι.» Ταῦτα μὲν οὖν καὶ ἀπὸ τῶν ∆ιονυσίου. καὶ τῶν Ὠριγένους δὲ ἄκουε· 7.20.1 «Εἰ δέ τινι προσκόπτει διὰ τοὺς ἀνθρωπίνους τεχνίτας μὴ δύνασθαι παραδέξασθαι τὸν θεὸν χωρὶς ὕλης ἀγενήτου ὑποκειμένης κατασκευάζειν τὰ ὄντα, ἐπεὶ μηδὲ ἀνδριαντοποιὸς χωρὶς χαλκοῦ τὸ ἴδιον ἔργον ποιῆσαι δύναται μηδὲ τέκτων χωρὶς ξύλων μηδὲ οἰκοδόμος χωρὶς λίθων, ζητητέον πρὸς αὐτὸν περὶ δυνάμεως θεοῦ, εἰ θελήσας ὑποστῆσαι ὅ τι βούλεται ὁ θεός, τῆς θελήσεως αὐτοῦ οὐκ 7.20.2 ἀπορουμένης οὐδὲ ἀτονούσης, οὐ δύναται ὑποστῆσαι ὃ βούλεται. ᾧ γὰρ λόγῳ τὰς ποιότητας κατὰ πάντας τοὺς πρόνοιαν εἰσάγοντας τῷ ἰδίῳ λόγῳ οὐκ οὔσας ὡς βούλεται εἰς διακόσμησιν τοῦ παντὸς ὑφίστησι τῇ ἀφάτῳ αὐτοῦ δυνάμει καὶ σοφίᾳ, τούτῳ τῷ λόγῳ καὶ τὴν οὐσίαν ὅσης χρῄζει ἱκανή ἐστιν αὐτοῦ 7.20.3 ἡ βούλησις ποιῆσαι γενέσθαι. ἀπορήσομεν γὰρ πρὸς τοὺς οὐ βουλομένους ταῦθ' οὕτως ἔχειν, εἰ μὴ ἀκολουθεῖ αὐτοῖς εὐτυχηκέναι τὸν θεόν, ἀγένητον εὑρόντα τὴν οὐσίαν, ἣν εἰ μὴ τὸ ἀγένητον αὐτῷ ὑποβεβληκὸς ἦν, οὐδὲν ἔργον δυνατὸς ἦν ποιῆσαι, ἀλλ' ἔμενεν οὐ δημιουργός, οὐ πατήρ, οὐκ εὐεργέτης, οὐκ 7.20.4 ἀγαθός, οὐκ ἄλλο τι τῶν εὐλόγως λεγομένων περὶ θεοῦ. πόθεν δὲ καὶ τὸ μετρεῖν τῆς ὑποκειμένης οὐσίας τὸ τοσόνδε, ὡς διαρκέσαι τῇ τηλικούτου κόσμου ὑποστάσει; οἱονεὶ γὰρ πρόνοιά τις πρεσβυτέρα θεοῦ ἀναγκαίως τὴν ὕλην ἔσται ὑποβεβληκυῖα τῷ θεῷ, προνοουμένη τοῦ τὴν τέχνην τὴν ἐνυπάρχουσαν αὐτῷ μὴ κενοπαθῆσαι οὐκ οὔσης οὐσίας, ᾗ ὁμιλῆσαι δυνάμενος κατεκόσμησε τὸ τηλι 7.20.5 κοῦτον κόσμου κάλλος. πόθεν δὲ καὶ δεκτικὴ γεγένηται πάσης ἧς βούλεται ὁ θεὸς ποιότητος, μὴ αὐτοῦ τοῦ θεοῦ ἑαυτῷ τοσαύτην καὶ τοιαύτην ποιήσαν 7.20.6 τος ὁποίαν ἔχειν ἐβούλετο; καθ' ὑπόθεσιν γοῦν ἀποδεξάμενοι τὸ ἀγένητον εἶναι τὴν ὕλην ταῦτα ἐροῦμεν πρὸς τοὺς τοῦτο βουλομένους· ὅτι εἰ προνοίας οὐχ ὑποβαλλούσης τὴν οὐσίαν τῷ θεῷ τοιαύτη γεγένηται, εἰ πρόνοια ἦν ὑφε7.20.7 στῶσα, τί ἂν πλέον πεποιήκει τοῦ αὐτομάτου; καὶ εἰ αὐτός, μὴ οὔσης ὕλης, ἐβούλετο κατασκευάσαι αὐτήν, τί ἂν πλέον ἡ σοφία καὶ ἡ θειότης αὐτοῦ πεποιήκει τοῦ ἐξ ἀγενήτου ὑποστάντος; εἰ γὰρ εὑρίσκεται ταὐτὸν γενόμενον ἂν ὑπὸ τῆς προνοίας, ὅπερ καὶ χωρὶς προνοίας ὑπέστη, διὰ τί οὐχὶ καὶ ἐπὶ τοῦ 7.20.8 κόσμου