μέλλον, πολλαχόθεν αὐτὸ τεκμαιρόμενοι. Ἡμεῖς γοῦν, φθάσαντες τὴν τῶν πολεμίων ἔφοδον, τοὺς ὅσοι μεθ' ἡμῶν τῆς Κωνσταντινουπόλεως ἦσαν τέκνα ἐξεστείλαμεν εἰς τοὺς ἑαυτῶν, οὐ μόνον ὁδοιπόριον ἐνδαψιλευσάμενοι ἀλλά τι καὶ τῶν ἐς χάριν βαθυτέρας γνώμης, ὡς αὐτοὶ θανάτῳ ἀπολούμενοι. Καὶ τῶν ἐν Θεσσαλονίκῃ δέ τινας, οἷς οὐδὲν ἦν ἔργου, ἀλλ' ἢ μόνον φόβος, βουλὴν αἰτήσαντας, οὐκ ἐκρυψάμεθα ὃ δειλιᾶν ἡμῖν ἐπῆλθε καὶ παρωρμήσαμεν φυλάξασθαι, καὶ ἐφυλάχθησαν. Καὶ ἦν μὲν τὸ πρᾶγμα καὶ ἡμῖν ἐφετόν, οἷα ἐθελοψυχοῦσιν, ἐπεσχέθημεν δὲ δυοῖν ἕνεκεν, ὡς δοκεῖν· οὔτε γὰρ ὁ στρατηγὸς προεθυμήθη σωθῆναι ἡμᾶς δι' αἰτίαν, ἣν ὡς θυμοσόφῳ ἐκείνῳ εἰδέναι μόνῳ 68 κεχάρισται· ὁ λαὸς δὲ τοῦ Θεοῦ ὁ ἐνταῦθα μὴ ἂν ὑπολιπέσθαι εἰπών, εἰ καὶ ἡμεῖς ἐκδράμωμεν φυγαδίαι, ἔκλεισεν ἡμῖν οὕτω τὰς πύλας τοῦ σωθῆναι βούλεσθαι. Καὶ τοῦτο μὲν τὸ φαινόμενον· ἃ δὲ ὁ Θεὸς ἐνταῦθα ἤθελεν ἕτερα ἦν, ἓν μὲν τὸ παιδεύσειν ἡμᾶς ἀνθ' ὧν αὐτῷ προσεκρούομεν, δεύτερον δὲ τὸ φιλανθρωπεύσασθαι εἰς τὰς τοῦ Ἀνδρονίκου χεῖρας βαλεῖν ἡμᾶς. Ἐφάνη γὰρ ὡς, εἴγε τῆς πόλεως ταύτης εἰς ὅσον βραχύ τι προεποδίσαμεν, οὐκ ἂν ἐζήσαμεν, ἀλλ' ὁ τῆς ὀργῆς αὐτοῦ τρυγίας ἐναπηρεύχθη ἂν εἰς ἡμᾶς. Εἰ δέ τι καὶ τρίτον ἦν Θεοῦ ἐνταῦθα σκέμμα, τὸ ἡμᾶς παραμείναντας πρὸς ἀγαθοῦ τινος ἀποβῆναι τοῖς περισεσωσμένοις ἀδελφοῖς, ἐδιδάχθησαν οἱ πεπειραμένοι σὺν Θεῷ. Καὶ ἦν ἡμῖν τουτὶ τὸ παράμονον οὐ κατ' ἐκεῖνο τὸ παλαιότερον, ὅτε νῆες μὲν ἀποστατικαὶ λατινικαί τινες ἐφ' ἡμᾶς ἐκ Βυζαντίου ἀρχέκακοι ἐπλωίσαντο, κατὰ τοῦ Ἀνδρονίκου καὶ αὐταὶ συμπεπνευκυῖαι, ἡμεῖς δὲ παρεμένομεν. Ἀλλ' ἐκεῖνο μὲν καὶ πρόβαν ἐνέφαινε τῶν ἄρτι, δοκιμάζουσαν οἷα οἱ Λατῖνοι ἐπαγωνίσονται ἡμῶν καθιππάσασθαι, καὶ φόβον εἶχεν οὐ πολύν, τὰ δὲ νῦν οἴμοι ὡς ἡμῖν ἀπέβαινεν ὑπερλίαν καὶ ἐναγώνια καὶ φοβερά. Ἀλλὰ ταῦτα μὲν ὡς ἐν παρεκδρομῇ τινι λόγου γεγράφαται. Τὴν δὲ πόλιν συνεῖχεν ὡς οἷον ἐν ἀγκάλαις ὅ τε καθ' ἵππους ὅ τε κατὰ τὰς νῆας στρατὸς καὶ ἡ τοῦ στρατηγοῦ ἀβελτηρία ἐνταῦθα μάλιστα διεφαίνετο, μηδὲ τὰ πρῴην ἄδηλος οὖσα, ὡς ἡ συγγραφὴ ἐν ὀλιγίστῳ διαδείξεται. Τὰ πρῶτα μὲν γάρ, τῶν πολεμίων οὐ μακρὰν ὄντων, βιασάμενοί τινες τῶν στρατιωτῶν ἀνδρίσασθαι, ὁ γάρ τοι στρατηγὸς δεινὸς ἦν κοιμᾶσθαι, ἀφώρμησαν καὶ συνέσχον ἕνα τινά, ὃν καὶ λαμπρῶς περιδύσαντες τὰ στρατιωτικὰ οὐκ ἐκ τῶν ἐκείνου, ψιλὸς γὰρ ἦν, ἀλλ' ἐκ τῶν παρ' αὐτοῖς, ἐπόμπευόν τε διὰ μέσης τῆς πόλεως καὶ ὡς μέγαν τινὰ ἑλόντες ἐκύδαινον. Καὶ γραφὴ εὐθὺς τοῦ καὶ στρατηγοῦ καὶ δουκὸς εἰς τὸν βασιλέα, ὡς εὐτυχῶς ἡμῖν τὰ εἰς μάχην φέρεται. Ἡμέρα μετὰ ταύτην δευτέρα καὶ μετεξέτεροι στέλλονται καὶ αἱροῦσιν οὐκέτι οὐδ' ἄνθρωπον, ἀλλὰ δύο ἱππάρια δυστυχῆ καὶ σκίασμα στρατιώτου κεφαλῆς· ὁ γὰρ τοῦτο ἔχων διεκπέφευγε, προηκάμενος οἷον εἰς λύτρον αὐτὸ τοῖς ἐπιδιώκουσιν. Καὶ αὐτίκα θρίαμβοι πάλιν ἐν τῇ πόλει καὶ τὰ αἰχμάλωτα ἱππαρίδια περιεβλέποντο, οἷα μέγα ὃν ὅτι περ αὐτὰ εἷλον, καὶ τὸ σκιάδιον ἐπὶ σημαίας ᾔρετο καθά τι κορυφαῖον σκύλευμα. Καὶ γράμμα πάλιν τοῦ δυσαριστέως παρὰ τὸν βασιλέα, ὡς εὐτυχοῦμεν τὰ κατὰ πόλεμον. Ὡς δὲ ἐκεῖθεν ἐρεθισθέντες οἱ κατὰ γῆν πολέμιοι, καθὰ καί τινες σφῆκες, ταχὺ καθ' ἡμῶν ἐπτερύξαντο, τὰ γὰρ πρὸ τούτων ἀνεβάλλοντο, καραδοκοῦντες τὸ ναυτικὸν κατά τι σύνθημα, καὶ τὴν πόλιν ἐκ τῶν δυσμόθεν μεγάλων πυλῶν ἕως καὶ ἐς ὅλην τὴν 70 ἀκρόπολιν ἀκηρυκτεὶ ἐπιδραμόντες ἐκυκλώσαντο, γίνεταί τις ἐκεῖ ἐκδρομὴ δύο μὲν Λατίνων ἱππέων ἐκ τοῦ τῶν Πρεβεντζούνων ἔθνους, ὃ δὴ πολὺ καὶ τεθαρρημένον τῷ Σικελικῷ στρατῷ παρείπετο, πλειόνων δὲ ἐκ τῶν ἡμεδαπῶν· ὑπὲρ τοὺς δέκα γάρ. Καὶ πίπτει μὲν οὐδείς, ἐναγώνιοι δὲ οἱ Λατῖνοι διεκφεύγουσι τὸ πεσεῖν. Καὶ πάλιν ἀναφορὰ εἰς τὸν βασιλέα τρίτη, ὡς «τῇ βασιλικῇ εὐχῇ τε καὶ εὐτυχίᾳ νενικήκαμεν καὶ τὸν τρίτον πόλεμον», οὐκ οἶδα τίνων περιγενόμενοι. Καὶ ἤθελε μὲν ὁ στρατηγὸς τὰς τρεῖς ταύτας αὐτοῦ νίκας ἑνὶ ἐπιστολίῳ περιλαβεῖν φειδοῖ δαπάνης καὶ δρομικῶν ἵππων·