1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

21

ἡσύχως ἐν οἰκίᾳ, μηδ' ἀπίωμεν ἐς τάφον νῦν ∆εσπότου, ἀλλ' ἰέναι μείνωμεν εὐφρόνης κνέφας. {ΘΕΟΤΟΚΟΣ} Καὶ μὴν ἰδού, πρόεισιν ὄρφνης τὸ κνέφας. Λοιπὸν μένωμεν ἡσύχως ἐκ φυλάκων. Πῶς γάρ τις ὄρφνῃ δυσμενῶν ἀνὰ στρατὸν ἐλθὼν μυρίσει τόνδ' ἀκινδύνως μολών; κατάσκοπον δὲ πρὸς τάφον μολεῖν ἔδει τιν' ἐξ ὀπαδῶν ἄγρυπνον ∆ιδασκάλου· ναὶ ναὶ προσήκει τιν' ἀπιέναι τάχει· κἂν μέν τινα κρυφαῖον οὐ γνοίη δόλον, βῶμεν πρὸς ὄρθρον τύμβον ἐς ζωηφόρον· δέμας νέκυος τοῦ μυρίσαι κατ' ἔθος ἐλευσόμεσθα· τήνδ' ἔχω γνώμην ἐγώ. Ἢν δ' αὖ τιν' ἐχθρῶν μηχανὴν πυθώμεθα, τῆς καλλιφεγγοῦς ἡμέρας τὴν ἀκτίνα σιγῇ μενοῦμεν, οὐδὲ χρεία μυρίσαι τὸν κείμενον νῦν· οὐ γὰρ ὑπὸ γῆς ζόφον φθορὰ κατασκήψει τις εἰς δέμας Λόγου, οὔτ' οὖν καθέξει ψυχὰν ᾅδης παμφάγος· ἑκὼν γὰρ ἔτλη πότμον, οὐκ ὄφλημ' ἔχων, ἵνα κατειρχθῇ κατ' ὀφειλὴν εἰς ζόφον. Ἐξ ἀφθίτου γὰρ ἄφθιτον πεφυκότα πῶς νιν φθερεῖ ταμίας ᾅδης νερτέρων; ὃν καὶ λάφυρ' ἐκεῖθεν ἑλκύσαι δοκῶ ὅσους βροτῶν καθεῖρξεν, οὓς ξυνήρπασε κἄδδησεν ἐν δεσμοῖσι πανζόφου στέγης. {ΧΟΡΟΣ} Ὀρθῶς· μολεῖν χρὴ πρῶτον εἰς κατασκοπήν· πέμφ' ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς λέγεις· σὺν σοὶ δέ μ' ὄψει καρτεροῦσαν ἐς τέλος. {ΘΕΟΤΟΚΟΣ} Τίς δῆτα φίλων, αἳ πάρεισιν ἐνθάδε, τολμᾷ κατόπτις ἔννυχος τύμβῳ μολεῖν; τίς ἂν γένοιτο νῦν ἐμὴ δ' εὐεργέτις; μύσται γὰρ οὐ πάρεισι τοῦ ∆ιδασκάλου, φεύγοντες ὁρμὴν ἄλογον μιαιφόνων. Οὐ γὰρ ἴσως πνέουσι θυμοῦ καθ' ὅλων· περιφρονοῦσι καὶ γὰρ ἡμῶν τοῦ γένους, μύστας δὲ διώκουσιν ἀλόγῳ θράσει. {ΜΑΓ∆ΑΛΗΝΗ} Ἐγὼ πρὸς ὑμῶν τόνδε κίνδυνον θέλω ῥίψασα κατόπτις σοροῦ θείου μολεῖν· ἅπαντ' ἐκεῖθεν ἐκμαθοῦσα δ' ὡς ἔχει, ἥξω πρὸς ὑμᾶς πρὶν φάος μολεῖν χθόνα· ἥξω δὲ θᾶττον. Τόνδ' ὑφίσταμαι πόνον ἕκητι πολλῶν, ὧν ἀπηλλάγην, κακῶν· κἀντεῦθεν ἴσως εὐκλεέστερον δόμα αὐτὸς παράσχῃ νεκρός, οὐ νεκρὸς δ' ἐμοί. Εὕδειν δοκεῖ δὲ καὶ μένειν μ' ἔτι κνέφας. Εὕδωμεν οὖν, εὕδωμεν· οὐ μακρὰν ἕως, ἣν εἴθ' ἴδοιμι τάχιόν γε, Παντάναξ· ἀτὰρ πρὸς ὄρθρον ἀπίω ταχυδρόμος· ἴσως κἀδελφαῖς συντρεχούσαις ἐντύχω, αἳ προσμένειν εἵλοντο καὶ βλέπειν τάφον. Πᾶσαι γὰρ ἠπείγοντο συμφώνως ἐμοὶ ἐννυχίσαι νῦν πρὸς τὸ μυρίσαι νέκυν. {ΧΟΡΟΣ} Ἄπιθ' ἄπιθι· προδραμοῦσά τι μάθοις ἀνδρῴαν εἰσφέρουσα τὴν τολμηρίαν. Ἄμμες δ' ἐφεψόμεσθα σὺν αὐτῇ κόρῃ ἄλλαι τε πολλαὶ Γαλιλαίας θρεμμάτων· πάσας γὰρ οἶμαι συνδραμεῖν σοι πρὸς τάφον, ἰδεῖν ποθούσας τέρμα τῶν ἠλπισμένων. Μικρὸν δ' ἐφυπνώσωμεν, ἠὼς οὐκ ἄπο. {ΜΑΓ∆ΑΛΗΝΗ} Σφοδρῶς πονεῖν με χρή, πονοῦσαν δ' ἄξιον μισθὸν προαθρεῖν· παντὶ γὰρ προκείμενον ἆθλον πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν, ἣν πολλαπλῆν εἴληφα καὶ πάλιν λάβω. {ΘΕΟΤΟΚΟΣ} Ναὶ καὶ δίκαιον τοῦτο, κοὐκ ἄλλως σκοπεῖς· σύ τ' εὖ παραινεῖς καὶ σὺ καιρίως λέγεις· λέγεις δὲ μισθὸν καὶ χάριν ὅσην ἔχεις πρὸ τῶν πόνων λαβοῦσα, καὶ πάλιν λάβοις· πλὴν οὖν τί μεῖζον τῶνδ' ἀπαιτήσεις γέρας; δώσει δ' ὅμως σοὶ δῶρ' ἃ καλλιστεύεται τῶν νῦν ἐν ἀνθρώποισιν, οἶδ' ἐγώ, πολύ, μακαρία τ' ἔπειτα κυρήσασ' ἔσῃ. {ΜΑΓ∆ΑΛΗΝΗ} Ἰδού, τὸ σόν γε προσκοπουμένη δράμω· πρώτη δ' ἴδοιμι τὴν ἀνάστασιν, κόρη· μισθὸν γὰρ αἰτῶ τῶν πόνων λαβεῖν τόδε· ἀθρεῖς γὰρ ἀθρεῖς τὴν ἐμὴν προθυμίαν. {ΘΕΟΤΟΚΟΣ} Ὅρα κατ' ὄρφναν μὴ φύλαξιν ἐντύχῃς. {ΜΑΓ∆ΑΛΗΝΗ} Φυλάξομαί τοι καὶ πόδ' ἡσύχως βαλῶ. Ἀλλ' εὐτυχοίην καὶ τύχοιμι δ' ὧν ἐρᾷς· ἐρᾷς δὲ πάντως Υἱὸν ἰδέσθαι τάχει· ὅπερ ποθοῦσα ῥιψοκινδύνως τρέχω. {ΘΕΟΤΟΚΟΣ} Βάθ' ὡς τάχιστ', ἐμοὶ δὲ θᾶττον, ὧν ἐρῶ, εὐάγγελος γένοιο, τυχεῖν ὡς ἔχω. {ΜΑΓ∆ΑΛΗΝΗ} Εἴκω κελευσθεῖσ'· οὖσα γάρ μοι δεσπότις, οὐκ ἂν ἁμάρτοις τοῦδέ γ', ἀλλὰ πείθομαι. {ΘΕΟΤΟΚΟΣ} Ἐφέψομαι κἀγὼ δὲ σὺν σοί, Μαρία· ἀλγῶ γὰρ ἀλγῶ καὶ μένειν σοῦ κατόπιν. Οὕτω μέλουσα, πῶς ποτ' οἴσω νῦν τλάμων; {ΜΑΓ∆ΑΛΗΝΗ} Καὶ λοιπὸν ἀπίωμεν, ὦ φίλα κόρα· σὲ γὰρ ἔχουσα συνοδὸν χαίρω μέγα. Αἵδ' ὕπνον οὐ βάλωσιν ὀμμάτων ἄπο. Ἔγρεσθ' ἔγρεσθε· τί, γυναῖκες, μέλλετε; γοργωπὸν ἕδραν τῶν βλεφάρων λύσατε. Οὐ λεύσετ' ἐς μηνάδος αἴγλαν παμφαῆ; ἀὼς