1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

21

ἡμᾶς τὰ ὑψηλὰ τῶν δογμάτων διδάσκοντος, ἐν τοῖς φθά σασιν ἐξητάσαμεν λόγοις, ἐν οἷς τοῦτο κατενοήσα μεν, τὸ μὴ πρόσταγμα εἶναι διὰ ῥημάτων γινόμενον τὴν θείαν φωνὴν, ἀλλὰ τὴν τεχνικήν τε καὶ σοφὴν δύναμιν ἑκάστου τῶν γινομένων, καθ' ἣν ἐνεργεῖται τὰ ἐν τοῖς οὖσι θαύματα, τοῦτο λόγον Θεοῦ καὶ εἶναι καὶ λέγεσθαι, καὶ ὅτι παντὸς ἀθρόως τοῦ κατὰ τὴν κτίσιν πληρώματος ἐν τῷ πρώτῳ τοῦ Θεοῦ θελή ματι συστάντος, ἡ ἀναγκαίως κατὰ τὴν ἐγκειμένην τοῖς οὖσι σοφίαν ἑπομένη τάξις, πρὸς τὴν ἑκάστου τῶν στοιχείων ἀνάδειξιν, τῶν θείων προσταγμάτων τὴν ἀκολουθίαν ἔχει. Συνελὼν γὰρ ἐν τῇ πρώτῃ τῆς αἰσθητικῆς κτίσεως ὑποστάσει, περιληπτικῇ φωνῇ, τὸ πᾶν ὁ Μωσῆς ἐνεδείξατο εἰπών· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» Τὸ οὖν πλήρωμα τῶν ὄντων εἰπὼν ὅτι ἐποίησεν, καθεξῆς ἐν τάξει τινὶ φυσικῇ τὴν γινομένην ἑκάστου τῶν ὄντων ἀνάδειξιν ἐπισημειοῦται τῷ λόγῳ. Γέγονε τοίνυν μετὰ πάντων τὸ φῶς, ἀλλ' οὐκ εὐθὺς προεφάνη τῶν πάντων, ἕως τὰ ἀφεγγῆ τῆς κτίσεως μέρη τῆς φω τιστικῆς ἐπιπροσθοῦντα δυνάμεως ἔμενεν· ὁμοῦ δὲ τῷ δοθῆναι παρὰ τοῦ Θεοῦ τῇ κτίσει πρὸς τὴν δια κόσμησιν αὐτῆς τὸ ἐνδόσιμον, ἡ πυρώδης τε καὶ φωτιστικὴ δύναμις τῆς κτίσεως προεφάνη ἐν τῷ κούφῳ καὶ εὐκινήτῳ τῆς φύσεως, προεξαλλομένη τῶν ἄλλων. Καὶ τέως μὲν ἦν πᾶσα περὶ ἑαυτὴν ἠθροισμένη καὶ περιπολοῦσα τὸ πᾶν· μετὰ τοῦτο δὲ πάλιν τοῖς ἰδίοις μορίοις πρὸς τὰ συγγενῆ τε καὶ κατάλληλα διακρίνεται. ∆ῆλον γὰρ ἐκ τῶν ὁρωμέ νων, ὅτι οὐ μία τῆς φωτιστικῆς φύσεώς ἐστιν ἡ δύ ναμις· ἀλλὰ τῷ μὲν γενικῷ λόγῳ ἕν τις ὀνομάζων φῶς τὸ ἐκ πάντων ἀθροιζόμενον, οὐκ ἂν ἁμάρτοι, ἐπεὶ καὶ ὁ θεῖος λόγος τῇ ἑνικῇ φωνῇ καταρχὰς τὸ πᾶν διασημαίνει, φῶς, οὐχὶ φῶτα γενηθῆναι προστάξας, Εἰ δὲ πρὸς τὰ φαινόμενα βλέποι τις, πολλὴν τὴν τῆς φωτιστικῆς δυνάμεως διαφορὰν ἐν τοῖς οὖσι κατόψεται. Ὅθεν καὶ ὁ Ψαλμῳδός φησιν· «Τῷ ποιήσαντι φῶτα μεγάλα μόνῳ.» Καὶ, «Ἄλλη δόξα ἡλίου,» 116 φησὶν ὁ Ἀπόστολος, «καὶ ἄλλη δόξα σελήνης, καὶ ἄλλη δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ,» ὡς πολλῆς πάντως τῆς κατὰ τὸ φῶς οὔσης διαφορᾶς. Εἰ γὰρ καὶ πάντα φωτίζειν πέφυκεν ὅσα ὁ Παῦλος ἀπηριθμήσατο, καὶ ἕκαστον ἐν ἰδιαζούσῃ τινὶ δυνάμει καὶ δόξῃ καταλαμβάνεται· καλῶς ἂν ἔχοι, ἒν φῶς τὰ πάντα κατὰ τὸν γενικὸν ὀνομάζεσθαι λό γον, ἀσύγχυτον δὲ καὶ διῃρημένην τὴν ἐν τούτοις δια φορὰν θεωρεῖν. Εἰ δὲ ταῦτα τοῦτον ἔχει τὸν τρόπον, οὐκ ἂν οἶμαι διαμαρτεῖν τῆς ἀκολουθίας τὴν ἡμετέραν ὑπόληψιν, εἰ τοῦτο ὑπολάβοιμεν νενοηκέναι τὸν Μωσέα· ὅτι καταρχὰς μὲν πᾶσα ἡ φωτιστικὴ δύναμις πρὸς ἑαυ τὴν ἀθροισθεῖσα ἒν ἐγένετο φῶς· ἐπεὶ δὲ πολλή τις ἦν ἐν τῷ λεπτῷ τε καὶ εὐκινήτῳ παρὰ τὸ μᾶλλον καὶ ἧττον ἡ διαφορὰ ἐν τῇ τῶν ὅλων φύσει θεωρουμένη, ἤρκεσε τὸ τριήμερον χρόνου διάστημα, τὴν ἑκάστου τούτων διάκρισιν τρανῶς τε καὶ ἀσυγχύτως ἀπ' ἀλλήλων ποιήσασθαι, ὥστε τὸ μὲν ἄκρως λεπτόν τε καὶ κοῦ φον τῆς πυρώδους οὐσίας, καὶ καθαρῶς ἄϋλον, ἐν τῷ ἀκροτάτῳ γενέσθαι τῆς αἰσθητῆς κτίσεως (ὅπερ ἡ νοητή τε καὶ ἀσώματος διαδέχεται φύσις)· τὸ δὲ ἀργότερόν τε καὶ ναρκωδέστερον ἅπαν, ἐντὸς τῆς περιοχῆς τοῦ λεπτοῦ τε καὶ κούφου περὶ ἑαυτοῦ συστῆναι· τοῦτο δὲ πάλιν κατὰ τὴν διαφορὰν τῆς ἐγκειμένης αὐτῷ ἰδιότητος ἑπταχῆ μερισθῆναι· πάν των τῶν καταλλήλων τε καὶ ὁμοφύλων τοῦ φωτὸς μορίων ἀλλήλοις κατὰ τὸ συγγενὲς συμφυέντων, καὶ ἀπὸ τῶν ἑτερογενῶς ἐχόντων διακριθέντων. Οὕτως οὖν ὅσον ἐν τῇ φωτιστικῇ οὐσίᾳ τῆς ἡλιακῆς φύσεως ἐνεσπαρμένων πάντων τῶν μορίων τούτων πρὸς ἄλ ληλα συνδραμόντων, ἒν μέγα ἐγένετο· ὡσαύτως καὶ ἐπὶ τῆς σελήνης καὶ ἐφ' ἑκάστου τῶν ἄλλων τῶν πε πλανημένων καὶ τῶν κατεστηριγμένων ἀστέρων, ἡ πρὸς τὰ ὁμογενῆ τῶν ἑκάστου μορίων συνδρομὴ, ἔν τι τῶν φαινομένων ἐποίησεν· καὶ οὕτω τὰ πάντα ἐγένετο. Ἠρκέσθη δὲ ὁ μέγας Μωσῆς τὰ γνωριμώτερα μόνον ἐν τούτοις κατονομάσας, τὸν μέγαν φωστῆρα καὶ τὸν ἐλάσσω, τὰ ἄλλα πάντα γενικῶς προσειπεῖν τῷ τῶν ἀστέρων ὀνόματι. Εἰ δὲ κάμνῃ ἡμῶν ἡ τοῦ νοῦ παχύ της, μὴ