1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

21

ὑπὲρ τῶν ἐσχάτων, καίτοι γε ὄντι δικαίῳ, πάλιν διὰ τὸν μακάριον ἐκεῖνον ἔλεγε βοηθεῖν· Ὑπερασπιῶ γὰρ, φησὶ, τῆς πόλεως ταύτης δι' ἐμὲ, καὶ διὰ ∆αυῒδ τὸν παῖδά μου. Ὡσπεροῦν ἐπὶ τῶν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνυμένων, διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ' αὐτοῦ ἀποφάσεις ὁ Θεὸς, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλλάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Οὐ γὰρ οὕτως τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς τὸ τοῖς ἁμαρτήμασιν ἐπιμένειν. ∆ιὰ τοῦτο καὶ προλαμβάνων τὰς εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται ὁ Θεὸς, καὶ ἡμαρτηκότας πάλιν συγγνώμης ἀξιοῖ, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων πρὸς μετάνοιαν ἡμᾶς ἐφελκύσηται, καὶ δι' ὧν εὐεργετεῖ καὶ δι' ὧν μακροθυμεῖ· πολλάκις δὲ καὶ δι' ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα τῷ ἐκείνων φόβῳ σωφρονισθέντες, τῆς τιμωρίας τὴν πεῖραν διαφύγωσι. Ἥμαρτες πολλά; στῆθι λοιπὸν, ὑπόστρεψον τὴν ἐναντίαν, ὁμολόγησον τῷ Θεῷ χάριν, ὅτι σε οὐκ ἐν μέσοις ἀνήρπασε τοῖς ἁμαρτήμασι, μὴ καὶ ἑτέραν ζήτει προθεσμίαν εἰς τὸ κακῶς ἐργάζεσθαι· μὴ λέγε, Ἔσται καιρὸς 63.595 ὅταν ἐπιστρέψαι δέῃ· πολλοὶ μεταξὺ πλεονεκτοῦντες ἀνηρπάγησαν, καὶ ἀπῆλθον ἐπὶ φανερὰν δίκην· φοβήθητι μὴ καὶ σὺ τοῦτο πάθῃς ἀναπολογήτως. Ἀλλὰ πολλοῖς ἔδωκε προθεσμίαν ὁ Θεὸς ἐξομολογήσασθαι ἐν ἐσχάτῳ γήρᾳ. Τί οὖν, καὶ σοὶ δώσει; Ἴσως δώσει, φησί. Τί λέγεις, Ἴσως, καὶ Ἐνίοτε καὶ Πολλάκις; ἐννόησον ὅτι περὶ ψυχῆς βουλεύῃ, καὶ τίθει καὶ τὸ ἐναντίον, καὶ λογίζου καὶ λέγε· Τί δαὶ, ἐὰν μὴ δῷ; Τί δαὶ, ἐὰν δῷ; φησίν. Ἔδωκε μὲν αὐτός· πλὴν τοῦτο ἐκείνου ἀσφαλέστερον καὶ κερδαλεώτερον. Ἐὰν μὲν γὰρ ἤδη ἄρξῃ, τὸ πᾶν ἐκέρδανας, ἄν τε λάβῃς, ἄν τε μὴ λάβῃς, προθεσμίαν· ἐὰν δὲ ἀεὶ μένῃς, δι' αὐτὸ τοῦτο πολλάκις οὐ λήψῃ. Σὺ δὲ ἐς μὲν πόλεμον ἐξιὼν, οὐ λέγεις, Οὐκ ἀνάγκη διαθέσθαι, ἴσως ἐπανήξω· οὐδὲ περὶ γάμου βουλευόμενος λέγεις, Λάβω γυναῖκα πενιχρὰν, πολλοὶ παρὰ δόξαν καὶ οὕτως ἐπλούτησαν· οὐδὲ οἰκίαν οἰκοδομούμενος, Καταβάλω θεμελίους σαθροὺς, πολλαὶ καὶ οὕτως ἔστησαν οἰκίαι· ὑπὲρ δὲ ψυχῆς βουλευόμενος, τοῖς σαθροτέροις ἐγχειρεῖς, τὸ ἴσως καὶ ἐνίοτε καὶ πολλάκις τιθεὶς, καὶ τοῖς ἀδήλοις ἐπιτρέπεις σαυτόν; Οὐ τῷ ἀδήλῳ, φῂς, ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ· φιλάνθρωπος γὰρ ὁ Θεός. Οἶδα κἀγώ· ἀλλ' ὁ φιλάνθρωπος οὗτος κἀκείνους, ὥσπερ εἶπον, ἀνήρπασε. Βούλει μαθεῖν πῶς ἐστιν ἡμῶν ἀγαθὸς ὁ ∆εσπότης; ἀνῆλθεν ὁ τελώνης μυρίων γέμων κακῶν, καὶ εἰπὼν, Ἱλάσθητί μοι, μόνον, κατῆλθε δεδικαιωμένος. Καὶ διὰ τοῦ προφήτου δέ φησιν ὁ Θεός· ∆ι' ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτόν· καὶ εἶδον ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. Τί τῆς φιλανθρωπίας ταύτης ἴσον; Ἵνα στυγνάσῃ μόνον, ἀφῆκε τὰ ἁμαρτήματα. Ἡμεῖς δὲ οὐδὲ αὐτὸ τοῦτο ποιοῦμεν· διὸ μάλιστα αὐτὸν παροργίζομεν. Ὁ γὰρ καὶ διὰ μικρῶν ἵλεως γενόμενος, ὅταν μηδὲ τούτων τύχῃ, εἰκότως ἀγανακτεῖ, καὶ τὴν ἐσχάτην ἀπαιτεῖ τιμωρίαν ἡμᾶς· ὑπερβαλλούσης γάρ ἐστι τοῦτο καταφρονήσεως. Τίς γοῦν ἐλυπήθη ποτὲ δι' ἁμαρτίας; τίς ἐστέναξε; τίς τὸ στῆθος ἔπληξεν; Οὐδένα ἔγωγε οἶμαι· ἀλλὰ μυρίας μὲν ἡμέρας θρηνοῦσιν ἄνθρωποι, ὑπὲρ οἰκετῶν ἀποθανόντων, ὑπὲρ ζημίας χρημάτων, τὴν δὲ ψυχὴν ἀπολλύντες καθ' ἑκάστην ἡμέραν, οὐδὲ εἰς νοῦν βαλλόμεθα. Πῶς οὖν δυνήσῃ τὸν Θεὸν ἐξιλεώσασθαι, ὅταν μηδὲ ὅτι ἥμαρτες εἰδῇς; Ναὶ, φησὶν, ἥμαρτον. Ναί μοι λέγεις τῇ γλώττῃ· εἰπὲ τῇ διανοίᾳ, καὶ μετὰ τοῦ ῥήματος στέναξον, ἵνα διηνεκῶς εὐθυ 63.596 μῇς· καὶ γὰρ εἰ ἠλγοῦμεν ἐπὶ τοῖς ἁμαρτήμασιν, εἰ ἐστενάζομεν ἐπὶ τοῖς πλημμελήμασιν, οὐδὲν ἂν ἄλλο ἡμᾶς ἐλύπησεν, τῆς ὀδύνης ταύτης πᾶσαν ἀθυμίαν παρωθουμένης. Ὡσπεροῦν τῷ στρουθῷ τῶν πτερῶν ὄφελος οὐδὲν ὑπὸ τῆς παγίδος ἁλόντι, ἀλλ' εἰκῆ καὶ μάτην πτερύσσεται· οὕτω σοι καὶ τῶν λογισμῶν οὐδὲν ὄφελος, ἐὰν κατὰ κράτος ὑπὸ τῆς πονηρᾶς ἐπιθυμίας ἁλῷς. Εἰ γὰρ ἐπὶ ἑνὸς οὐ θέλομεν ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ