τὴν ὑπ' οὐρανόν· κεχρίσθαι γὰρ οὐχ ἑτέρως φαμὲν τὸν Υἱὸν, πλὴν ὅτι κατὰ τὴν σάρκα γενόμενον δηλονότι καθ' ἡμᾶς καὶ ἐνανθρωπήσαντα· Θεὸς γὰρ ὑπάρχων ὁμοῦ καὶ ἄνθρωπος, ὁ αὐτὸς δίδωσι μὲν θεϊκῶς τὸ Πνεῦμα τῇ κτίσει, δέχεται δὲ αὐτὸ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, ὁ πᾶσαν ἁγιάζων τὴν κτίσιν, ἅτε καὶ ἐξ ἁγίου Πατρὸς πεφηνὼς, καὶ τὸ ἐξ αὐτοῦ προχεόμενον Πνεῦμα καὶ ταῖς ἄνω δυνάμεσιν ἐνιεὶς ὡς ἑαυτοῦ, καὶ προσέτι τοῖς ἐπεγνωκόσιν αὐτοῦ τὴν ἐπιφάνειαν. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με, εὐαγγελίζεσθαι πτωχοῖς ἀπέσταλκέ με, κ.τ.λ. (B f. 50) Σαφῶς διὰ τούτων δηλοῖ, ὡς τὸ τῆς κε νώσεως ὑφειμένον, καὶ ὑποβεβηκὸς, καὶ αὐτὸ τὸ Χριστὸς ὄνομά τε καὶ πρᾶγμα δι' ἡμᾶς κατεδέξατο. Τὸ γὰρ Πνεῦμα, φησὶν, ὅπερ ἐστὶ φυσικῶς ἐν ἐμοὶ 72.537 διὰ τὸ ταῦτον τῆς οὐσίας καὶ τῆς θεότητος, τοῦτο ἐπ' ἐμὲ παραγέγονεν καὶ ἔξωθεν· ὥσπερ καὶ ἐν Ἰορδάνῃ ἐν εἴδει περιστερᾶς ἐπεφοίτησεν, οὐχ ὡς μὴ ὑπάρχον ἐν ἐμοὶ, ἀλλ' οὗ εἵνεκεν ἔχρισέ με. Τίνος δὲ εἵνεκεν χρισθῆναι προείλετο; Ἡμῶν τῶν ἐρήμων γενομένων τοῦ Πνεύματος διὰ τὴν ἀρχαίαν ἐκείνην ἀπόφασιν, τό· "Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀν θρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκα." Ταῦτα ὁ ἐνανθρωπήσας τοῦ Θεοῦ Λόγος φησί· Θεὸς γὰρ ὢν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ τοῦ Πατρὸς, καὶ δι' ἡμᾶς ἄνθρωπος ἀτρέπτως γεγονὼς, μεθ' ἡμῶν κέχρισται τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως, τοῦ Πνεύματος αὐτῷ παρὰ τὸν Ἰορδάνην ἐπιφοιτήσαντος ἐν εἴδει περιστερᾶς. Πάλαι μὲν γὰρ συμβολικῶς ἐχρίοντο βασιλεῖς τε καὶ ἱερεῖς, ἁγιασμοῦ τινα μετοχὴν ἐκ τούτου κερδαίνοντες· ὁ δὲ δι' ἡμᾶς ἐνανθρωπήσας, τῷ νοητῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ, καὶ αὐτῇ τῇ τοῦ Πνεύματος ἐπιφοιτήσει ἐχρίσθη· τοῦτο ἡμῖν λαμβάνων, οὐχ ἑαυτῷ· καὶ γὰρ ἀποπτάντος τοῦ Πνεύματος, καὶ μὴ καταμείναντος ἐν ἡμῖν διὰ τὸ εἶναι ἡμᾶς σάρκα, πένθους ἦν πλήρης ἡ γῆ, ἅτε μετουσίας ἐστερημένη Θεοῦ.(B f. 50 b) Ἐκήρυξε δὲ καὶ αἰχμαλώτοις ἄφεσιν, ἣν καὶ ἐνήργησε, δήσας τὸν ἰσχυρὸν τὸν τυραννικῶς καταδυναστεύσαντα τοῦ γένους ἡμῶν Σατανᾶν, καὶ τὰ σκεύη αὐτοῦ διαρπάσας ἡμᾶς. (A f. 77, H f. 235 b) Ὥσπερ μέντοι τὸ, ἔχρισέ με, τῇ ἀνθρωπότητι πρέπει· χρίεται γὰρ οὐχ ἡ θεία φύσις, ἀλλὰ τὸ ἡμῖν ὁμογενές· οὕτω καὶ τὸ, ἀπέσταλκέ με, τῷ ἀνθρωπίνῳ λογιστέον.(A f. 77 b, H f. 236) Καὶ τοὺς πάλαι τὴν ἐκ τοῦ διαβόλου ἀχλὺν ἔχοντας εἰς καρδίαν, λαμπροὺς ἀπέφηνεν, οἷά τις δικαιοσύνης ἥλιος ἀνίσχων, καὶ υἱοὺς ἀποφήνας οὐκ έτι νυκτὸς καὶ σκότους, ἀλλὰ φωτὸς καὶ ἡμέρας, κατὰ τὴν Παύλου φωνήν· καὶ οἱ τυφλοὶ ὄντες· ἐτύφλωσε γὰρ τὰς καρδίας αὐτῶν ὁ ἀποστάτης· ἀνέβλεψαν, καὶ ἐπέγνωσαν τὴν ἀλήθειαν, καὶ καθώς φησιν Ἡσαΐας, γέγονεν αὐτοῖς τὸ σκότος εἰς φῶς· τουτ έστιν, οἱ ἀμαθεῖς γεγόνασι σοφοί· οἵ ποτε πλανώ μενοι τὰς τῆς δικαιοσύνης ἐγνώκασιν ὁδούς. Φησὶ δέ που καὶ πρὸς αὐτὸν τὸν Υἱὸν ὁ Πατήρ· "∆έδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει." Ἀφίκετο γὰρ ὁ Μονογενὴς εἰς τόνδε τὸν κόσμον, καὶ τοῖς ἐκ γένους, τουτέστι τοῖς ἐξ αἵματος Ἰσραήλ· ἐξ αὐ τῶν γὰρ πέφηνε τὸ κατὰ σάρκα· τὴν καινὴν δέδωκε διαθήκην, τὴν πάλαι προηγγελμένην διὰ φωνῆς προ φητῶν· ἐνήστραψε δὲ καὶ τοῖς ἔθνεσι τὸ θεῖόν τε καὶ οὐράνιον φῶς· καὶ τοῖς ἐν ᾄδου πνεύμασι πορευθεὶς ἐκήρυξε, καὶ τοῖς καθειργμένοις ἐν οἴκῳ φυλακῆς ἐπεφάνη, καὶ πάντας ἀνῆκε δεσμῶν καὶ ἀνάγκης. Ταῦτα δὲ πῶς οὐκ ἂν ἔχοι σαφῆ τὴν ἀπόδειξιν τοῦ. ὅτι καὶ Θεὸς καὶ ἐκ Θεοῦ κατὰ φύσιν ἐστὶν ὁ Χριστός; Τί δὲ τὸ ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει; Τὸ ἐλευθέρους ἐκπέμψαι, οὓς συνέθραυσε νοητῶς ῥαβδί ζων ὁ Σατανᾶς. Τί δὲ τὸ κηρύξαι ἐνιαυτὸν Κυρίου 72.540 δεκτόν; Τὸ τὴν ἑαυτοῦ εὐαγγελίσασθαι παρουσίαν, τὸ τὸν καιρὸν ἐνστῆναι τοῦ Κυρίου, τουτέστι τοῦ Υἱοῦ· δεκτὸς γὰρ ἐνιαυτὸς, καθ' ὃν ἐσταυρώθη Χριστὸς ὑπὲρ ἡμῶν· δεκτοὶ γὰρ τότε