22
ἀθετήσομεν τὸν δημιουργὸν καὶ τὸν τεχνίτην; ὥσπερ γὰρ ἄτοπον ἐπὶ τοῦ κόσμου εἰπεῖν οὕτως τεχνικῶς κατεσκευασμένου τὸ χωρὶς τεχνίτου σοφοῦ αὐτὸν τοιοῦτον γεγονέναι, οὕτως καὶ τὸ τὴν ὕλην, τοσαύτην καὶ τοιαύτην καὶ τοιούτως εἰκτικὴν τῷ τεχνίτῃ λόγῳ θεοῦ, ὑφεστηκέναι ἀγενήτως ἐπ' 7.20.9 ἴσης ἐστὶν ἄλογον. πρὸς μέντοι γε τοὺς παραβάλλοντας ὅτι οὐδεὶς δημιουργὸς χωρὶς ὕλης ποιεῖ, λεκτέον ὅτι ἀνομοίως παραβάλλουσι. πρόνοια γὰρ παντὶ τεχνίτῃ ὑποβάλλει τὴν ὕλην ἀπὸ προτέρας τέχνης, ἢ ἀνθρωπίνης ἢ θείας, ἐρχομένην. ταῦτα μὲν οὖν ἐπὶ τοῦ παρόντος ἀρκέσει πρὸς τοὺς διὰ τὸ λέγεσθαι «ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος» οἰομένους ἀγένητον εἶναι τὴν σωματικὴν φύσιν.» Τοσαῦτα καὶ οὗτος. καὶ ὁ Ἑβραῖος δὲ Φίλων ἐν τῷ Περὶ τῆς προνοίας ταῦτα περὶ τῆς ὕλης διέξεισι· 7.21.1 «Περὶ δὲ τοῦ ποσοῦ τῆς οὐσίας, εἰ δὴ γέγονεν ὄντως, ἐκεῖνο λεκτέον· ἐστοχάσατο πρὸς τὴν τοῦ κόσμου γένεσιν ὁ θεὸς αὐταρκεστάτης ὕλης, ὡς μήτ' ἐνδέοι μήδ' ὑπερβάλλοι. καὶ γὰρ ἄτοπον ἦν τοὺς μὲν κατὰ μέρος τεχνίτας, ὁπότε τι δημιουργοῖεν καὶ μάλιστα τῶν πολυτελῶν, τὸ ἐν ὕλαις αὔταρκες σταθμήσασθαι, τὸν δ' ἀριθμοὺς καὶ μέτρα καὶ τὰς ἐν τούτοις ἰσότητας ἀνευρηκότα μὴ 7.21.2 φροντίσαι τοῦ ἱκανοῦ. λέξω δὴ μετὰ παρρησίας ὅτι οὔτ' ἐλάττονος οὔτε πλείονος οὐσίας ἔδει τῷ κόσμῳ πρὸς κατασκευήν, ἐπεὶ οὐκ ἂν ἐγεγένητο τέλειος οὐδ' ἐν πᾶσι τοῖς μέρεσιν ὁλόκληρος, εὖ δὲ δεδημιουργημένος ἐκ τελείας οὐσίας ἀπετελέσθη. πανσόφου γὰρ τὴν τέχνην ἴδιον, πρὶν ἄρξασθαί τινος κατα7.21.3 σκευῆς, τὴν ἱκανὴν ἰδεῖν ὕλην. ἄνθρωπος μὲν οὖν κἂν εἰ τῶν ἄλλων τὴν ἐπιστήμην διαφέροι, μὴ δυνάμενος κατὰ τὸ παντελὲς ἐκφυγεῖν τὴν συγγενῆ τῶν θνητῶν πλάνην, ἀπατῷτο ἂν ἴσως περὶ τὴν ποσότητα τῆς ὕλης, ὁπότε τεχνιτεύοι, τοτὲ μὲν ὡς ἐλάττονι προστιθέναι, τοτὲ δὲ ὡς περιττῆς ἀφαιρεῖν· ὁ δὲ πηγή τις ὢν ἐπιστημῶν ἐνδέον ἢ περιττεῦον οὐδὲν ἔμελλεν ὑποβάλλεσθαι, μέτροις 7.21.4 ἅτε χρώμενος εἰς ἀκρίβειαν ὑπερφυῶς πεπονημένοις ἅπασιν ἐπαινετοῖς. ὁ δὲ βουλόμενος ἄλλως ὑθλεῖν οὐκ ἂν φθάνοι καὶ τὰ πάντων ἔργα τῶν τεχνιτῶν ἀντία τιθέμενος, ὡς ἀμείνονος τῆς κατασκευῆς ἐπιλαχόντα προσθέσει τινὸς ἢ μειώσει τῶν ἐν ὕλαις; ἀλλὰ γὰρ σοφιστείας μὲν ἔργον εὑρεσιλογεῖν, σοφίας δὲ ἕκαστα διερευνᾶν τῶν ἐν τῇ φύσει.» 7.21.5 Καὶ τὰ μὲν τοῦ Φίλωνος τοῦτον ἐχέτω τὸν τρόπον. Μαξίμῳ δὲ τῆς Χριστοῦ διατριβῆς οὐκ ἀσήμῳ ἀνδρὶ καὶ λόγος οἰκεῖος συγγέγραπται ὁ Περὶ τῆς ὕλης. ἐξ οὗ μοι δοκῶ μέτρια χρησίμως παραθήσεσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος ἔλεγχον·
7.22.1 ιθʹ. ΟΤΙ ΜΗ ΑΓΕΝΗΤΟΣ Η ΥΛΗ ΜΗ∆Ε ΚΑΚΩΝ ΑΙΤΙΑ
«Ὅτι μὲν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἅμα οὐδὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ἢ ὅτι κεχώρισται τῆς ὕλης ὁ θεὸς ἢ αὖ πάλιν 7.22.2 ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαί τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγένητον λέξει· ἑκάτερον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον· ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ὡς οὐδὲ διάφορα μέρη κατακερματίζομεν εἰς πολλὰ γενητά, ἀλλ' ἢ ὡς ὁ λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν. οὕτως ἀνάγκη, εἰ μὴ κεχώρισται 7.22.3 τῆς ὕλης ὁ θεός, ἓν τὸ ἀγένητον εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ' ὃ ἡ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ 7.22.4 πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπομεν λόγον,