ἐγκρατὴς γὰρ ἦν χειρῶν ἀληθῶς ὁ ἄνθρωπος· ἀλλὰ προεκαλεῖτο τὸν καλλίνικον εἰς τὸ δαπανῆσαι τὸ ἐθέλειν κατὰ τοῦ βασιλέως γελᾶν, καὶ ἦγεν αὐτῷ πρὸς ἀνάγκης τὸ πρᾶγμα. Ἐκεῖνός τε γὰρ ἐμίσει τοῦτον, καθὰ καὶ τοὺς λοιπούς, ὅσοις τὸ γένος ἔλαμπε, καὶ αὐτὸς δὲ ἀντέστρεφε τὸ μῖσος πρὸς αὐτὸν οὐ μακρὰν τοῦ ἀνάλογον. Ὅς γε καὶ ἀνεφθέγγετο δεδιέναι καθ' ἑκάστην μήποτέ τις αὐτῷ ἐκ Μεγαλοπόλεως ἐπιπετασθείη ἐξορύξων τοὺς ὀφθαλμούς. Καί ποτε καὶ τοιᾶσδε ἔφη φῦναι μητρός, κακολογήσας θυμῷ τὴν τιμίαν ἐκείνην, ἐὰν εἰς Κωνσταντινούπολιν ἐπαναστραφείη· ὅθεν καὶ διεδήλου ὡς ἄλλην τινὰ τραπέσθαι αἱρήσεται καὶ μείζονος κακοῦ ἀνθελέσθαι τι βραχύτερον καὶ τοῦ ζῆν ἐξ ὀφθαλμῶν προέσθαι ὃ ἄν τις εἴποι κακόν. Οὐκοῦν καὶ μεθώδευε τὸ τοιοῦτον. Καὶ οὐ βαθείᾳ ψυχῇ μεριμνῶν τὰ κατὰ πόλιν, ἀνέπειθε τὸν Ἀνδρόνικον εὖ μάλα τεχνικῶς ὡς εὖ ἔχουσι τὰ καθ' ἡμᾶς καὶ ὡς περιπεποίηται ἡ πόλις ἄριστα καὶ οὐδὲν αὐτῇ τῶν δεόντων ἐνδεῖ, οὐ πύργων ἀσφάλεια, οὐ πετροβόλοι μηχαναί, οὐ τειχῶν ἐπιποίησις, οὐ περιτειχίσματος ἐρυμνότης, οὐ πλῆθος καὶ κάλλος ἀρμάτων, οὐκ ἄλλο οὐδὲ ἕν, ψευδῆ μὲν γράφων πρὸς τὸ ἑαυτῷ μόνῳ συνοῖσον καὶ ἀνεξέλεγκτα, ὅτι μηδὲ ἦν τις ὁ εἴτε εἰδὼς ἅπερ ἔγραφεν εἴτε λαλῶν εἴτε λαλεῖν τολμῶν, πείθων δὲ ἐκεῖνον οὐκ εὐτυχῶς ἡμῖν. Πεπραγμάτευτο γὰρ θάρρος ἐμβαλεῖν τῷ βασιλεῖ περὶ ἡμῶν, ὡς οὐκ ἄν τι κακόν ποθεν πάθοιμεν, ἵνα κεφαλὴ μόνος αὐτὸς ἐφίσταιτο τοῖς ὧδε καὶ μή τινι ἑτέρῳ ἐπιτραπείη τὰ τῇδε, οἵῳ περισώσασθαι ταῦτα, καὶ οὕτω τῆς ἀρχῆς αὐτόν ποτε παραλυθῆναι καὶ εἰς χεῖρας τῷ Ἀνδρονίκῳ περιτυχεῖν, ὑφ' ὧν καὶ πάλαι ἂν συνετρίβη, εἰ μὴ ὁ σεβαστοκράτωρ Μανουὴλ ἀγαθὰ λαλῶν καὶ μέσος πίπτων γυναίου λόγῳ αὐτὸν περιεσῴζετο, οὐ πρὸς γαλήνην ἡμῖν, ἀλλ' ὡς εἰς τυφῶνα τὸ πᾶν κυκήσοντα. Καὶ ἐς τοσοῦτον 72 περιῆλθε πανούργως τὸν βασιλέα ταῖς τοιαύταις μεθόδοις ὁ δοὺξ οὗτος, ὡς καὶ εὐχαριστίαν αὐτῷ γραφῆναι πρὸς τοῦ ἀμειλίκτου καὶ μὴ εἰδότος, οἶμαι, ὅπερ ἐστὶ χάρις. ∆ιὸ καὶ τῇ εὐχαριστίᾳ ὑπεσμύχετό τις καυτήρ. Ηὔχετο γὰρ ἡ βασιλικὴ γραφὴ ἐχόμενα τῆς χάριτος οὕτως «γένοιτο δὲ καὶ ἐπὶ τὰ ἑξῆς τὴν τοιαύτην εὐχαριστίαν φυλάττεσθαί σοι», αἰνιττομένη ὡς μικρὸν ὅσον καὶ οὐ παραμενεῖ. Ὃ καὶ γέγονεν. Ἑάλωσαν γὰρ δι' αὐτὸν ὡς ἐπὶ θανάτῳ ἐκεῖ καὶ ἡ τούτου μήτηρ καὶ ὁ ἀδελφός, οὐδὲν αὐτοὶ ἁμαρτόντες. Καὶ τοῦτο μὲν μετ' οὐ πολὺ εἰς ἐκείνους. Αὐτὸς δὲ τέως ἰσχύων κατὰ τῆς ἡμῶν ἀπωλείας καὶ διὰ τοῦτο ἐνσκιρρώσας τῇ τοῦ βασιλέως ψυχῇ ὡς αὐταρκεῖ οὗτος τὰ ὑπὲρ τῆς πόλεως, ἴσχυσε πεῖσαι τὰ εἰς ἡμῶν ὄλεθρον. Ἔστειλε μὲν γὰρ ὁ βασιλεὺς προμηθικώτερον στρατιὰν ἐπὶ ἀμύνῃ τῶν καθ' ἡμᾶς, πεποιθὼς δὲ οἷς ἐκ τοῦ ∆αυῒδ ἀπεπλανᾶτο, παρηγγυήσατο μήτε εἰς τὴν πόλιν αὐτοὺς καταδύσεσθαι μήτε μὴν τοῖς πολεμίοις ὁμόσε χωρῆσαι γενομένους ἐν χρῷ μάχης, ὡς ἐντεῦθεν ἡμᾶς μέν, μὴ εἰδότας ἐπικουρίαν ἐκ τῶν ἐσταλμένων, καραδοκεῖν καὶ ἐκκρέμασθαι τῆς εἰς ἐκείνους ἐλπίδος, αὐτοὺς δὲ ἀναιμωτὶ ζῆν, ἀφοσιουμένους τηνάλλως τὸ εἰς ἡμᾶς ἐπικουρικόν. Ἦσαν δὲ συχνοὶ ἐκεῖνοι, ὁ τῶν Ἀνατολικῶν μέγας δομέστικος Γίδος, ὁ Παλαιολόγος Ἀνδρόνικος, ὁ Καμύτζης Μανουήλ, ὁ Χοῦμνος καὶ ἕτεροι. Ἐπέρρευσε δὲ αὐτοῖς ἐς παντελῶς ὕστερον καὶ ὁ τῷ βασιλεῖ πάνυ ἐγγύς, ὁ παρακοιμώμενος Νικηφόρος, ὃς γράμμα στείλας πρὸς τὸν δοῦκα ∆αυῒδ ἔθετο τρόπον ἄλλον τὰ χείλη αὐτοῦ κατ' οὐρανὸν καὶ τὴν γλῶσσαν ἀφῆκε διέρχεσθαι περὶ γῆν. Ἔφατο γὰρ μήτε τὸν οὐρανὸν ἄστροις ἐνευθηνεῖσθαι τοσούτοις μήτε τὴν γῆν ἄμμῳ τοσῇδε πλήθειν, ὁπόσος αὐτῷ στρατὸς ἐφέπεται, προσεπιλαλῶν καὶ ὑποδεδοικέναι μή ποτε οἱ Λατῖνοι ἐκπυθόμενοι ὅσην ἰσχὺν περιβέβληται φευξοῦνται καὶ μενεῖ αὐτὸς κενὸς τοιαύτης ἄγρας. Ἔγραψεν αὐτὸς τοιαῦτα καὶ ἡμεῖς ἐπιστεύσαμεν· τὸ γὰρ ἐπὶ σωτηρίᾳ βουλόμενον τῆς ψυχῆς ἕτοιμον ἦν πρὸς πειθώ. Καὶ οὕτω μὲν τὰ ἐκ τῶν βασιλικῶν ἀποστόλων, ψευδόντων ἡμᾶς. Τὸ δὲ πολέμιον ἐπελθόν, τό τε ξηρᾶθεν καὶ τὸ ἐκ θαλάσσης, ἐξηρτύετο κατ' ἐπιστήμην εἰς μάχην. Καὶ οἱ μὲν ἐκ τῶν δυσμικῶν ἄλλα ἐποίουν καινά τινα κατὰ