22
πέλας, ἀώς· ὅδ' ἀστὴρ ἔγγιος, θέλγει δ' ἕδραν ὄμματος ἅδιστός γ' ὕπνος· ἅδιστος ἅδιστος γὰρ ἐν τοῖς βλεφάροις ἐνδὺς ἔβα παχνουμέναις ταῖς καρδίαις. {ΧΟΡΟΣ} Ἐγὼ μέλουσα καρδίᾳ παχνουμένῃ, ἄγρυπνον ὄμμα πᾶσαν ἀν' ὄρφναν στρέφω. {ΜΑΓ∆ΑΛΗΝΗ} Ἄμμες τάχει στείχωμεν, ὦ φίλα κόρα, σφοδρᾷ μελήσει καρδίας δεδηγμένης. Στείχωμεν οὖν τάχιστα τοῦ τύμβου πέλας· αἵδ' ἀποβαλοῦσαι τὸν ὕπνον ὀμμάτων, ἥξουσιν ὡς τάχιον ἡσύχῳ βάσει. {ΘΕΟΤΟΚΟΣ} Ναὶ ναὶ τάχει στείχωμεν· εὖ δ' εἴη τυχεῖν. Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν. Ἄπιμεν οὖν, ἄπιμεν· αἱ δὲ κατόπιν νῦν ὠσὶν ἠχὴν ἠρέμα δεδεγμέναι, οἶμαι, πελείας ὠκύτητ' οὐχ ἥσσονες ποδῶν δράμωσι συντόνοις δρομήμασι· αὖθις γὰρ ἀφίημι ῥαδινὴν ὄπα, σαφῆ κελευσμόν, συντρέχειν πρὸς τὸν τάφον. Ὀρθαὶ δ' ἰδού γε· θαῦμ' ἰδεῖν εὐκοσμίας. Αἲ αἴ· Τέκνον, ποθεινὸν ἦμαρ ἰδοὺ τὸ τρίτον, τριταῖον ἤδη φέγγος, ἐλπὶς σοῖς φίλοις. Μὴ δὴ παρέλθοι, καὶ θανεῖν με ξυμφέρει. Ὦ Τέκνον, ὦ φίλτατον, ὦ θεῖον κάρα, πότ' ἄρ' ἐγώ σ' ἢ ποῦ σ' ἡ παντλήμων ἴδω; Ὦ Τέκνον, εἴθε τάχος ἔλθοις μοι φάους· ἔλθοις νεκρῶν κευθμῶνα καὶ σκότου πύλας λιπών, ἵν' ᾅδης χωρὶς ᾤκισται φάους, νῦν δ' εἶδε φῶς μέγιστον ἐν σῇ καθόδῳ. Ἔλθ' ἐλθέ, φάνηθι, προλαβὼν ἠοῦς σέλας. Θεὸν Θεόν σ' ὀλύμπιον τὰ πάντ' ἔχει. {ΜΑΓ∆ΑΛΗΝΗ} Ἂ ἄ· Εὐνὰς ἐρήμους τάσδε φυλάκων ὁρῶ. Τί δῆτ' ἂν εἴη; μῶν λόχος βέβηκέ πῃ; {ΘΕΟΤΟΚΟΣ} Ἴσως ἐφ' ἡμῖν μηχανὴν στήσων τινά. Θρασὺς γὰρ ὄχλος, νῦν δ' ἐπεὶ κρατεῖ θρασύς. {ΜΑΓ∆ΑΛΗΝΗ} Τί δῆτ', ἀδελφή, δρῶμεν; οὐ γὰρ εὕρομεν ὡς ἠλπίσαμεν, ἐλπίδων δ' ἡμάρτομεν. {ΘΕΟΤΟΚΟΣ} Πείθου, πάλιν στείχωμεν· εὖ δ' εἴη τυχεῖν τὸν νεκρὸν αὐτὸν καρδίαις ὡπλισμέναις· σῴζει γὰρ αὑτὸν ὅστις εὐφρόνως Θεῷ ἀνατίθησι· καί γε νῦν βαδιστέον. Ἄμμιν δὲ λίθον τίς ἄρ' ἀποκυλίσει; {ΜΑΓ∆ΑΛΗΝΗ} Ὀττοτοτοτοί· Ἄναξ Ἄναξ ἄφθιτε, τίς ὅδ' ὁ κλόνος; Πῶς δ' ἐκκυλισθεὶς ἀθρόως ὦπται λίθος; κενὸς δ' ὁρᾶται καὶ τάφος τοῦ ∆εσπότου. Οὐκοῦν ἄπειμι καὶ φίλοις μύσταις ἐρῶ ἄρσιν νέκυος, αὖ δ' ὑποστρέψω τάχει· εὕροιμι δ' ὧδε σὺν γυναιξί σ' αὖ, κόρη. {ΘΕΟΤΟΚΟΣ} Εὖγ' εὖγ' ἐπανῆκες τάχιστα νῦν, φίλη· ἐγὼ δὲ λίθον ἠρμένον βλέπουσ' ἔτι θαμβουμένη πέφρικα, πῶς ὧδ' ἀθρόον ὤφθη κυλισθεὶς τῆς θύρας πρὸ τοῦ τάφου. Ἂ ἄ· σίγα, σίγα. Ὁ λαμπροπυρσόμορφος οὗτος τίς δ' ἄρα, ὃς καθύπερθεν ἕζεται νῦν τοῦ λίθου, πανευπρεπής, ἐσθῆτι λευκῇ χαρίεις; στίλβει γὰρ ὥσπερ ἁπαλὴ χιὼν νέα. Ἰδοὺ δὲ καὶ φύλακες, ὡς νεκροί, κάτω. {ΑΓΓΕΛΟΣ} Ὕμμες δὲ μὴ θροεῖσθε, μηδ' ἔστω φόβος· ζητούμενος γὰρ οὐκέτ' ἐστὶν ἐν τάφῳ, Ἄναξ Ἰησοῦς τῆτες ἐσταυρωμένος· ὅδ' οὐκέτ' ἐστὶν ἐν τάφῳ νεκρὸς μένων, ἀλλ' ἐξεγερθεὶς εἰς Γαλιλαίαν τρέχει· ὡς εἶπε, μύσταις ὀπτάνεσθαι νῦν θέλει. Κενὸν δ' ἰοῦσαι τὸν τόπον κατίδετε. Ἄπιτε γοῦν, ἄπιτε καὶ ταῦτα σφίσιν εἴπατε τρανῶς· πάντα γὰρ ἔγωγ' ἔφην, καὶ πάντα πᾶσιν εἴπατε ξὺν τῷ Πέτρῳ, ὡς φροῦδος ᾅδης, Χριστὸς ἀνέστη τάφου, τάφου δὲ λίθος εὐσθενῶς ἀπηλάθη· φρουροί τ' ἄϊδος θύρετρ' ἀνεῖσαν φόβῳ λελυμένοι, νεκροὶ δὲ πρὸς φάους χθόνα σκιρτῶσι, σῶκον ἐκκαλούμενοι Θεόν· τῷ γ' αὐτόματα δεσμὰ πάντ' ἀπερράγη. {ΘΕΟΤΟΚΟΣ} Ὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε· πέφθακεν, ὡς ἤλπιστο, τέρμα φροντίδων. Πέπτωκεν ἐχθρός, Χριστὸς ἀνέστη τάφου. Ἠοῦς παρούσης τίς ποτ' ἄρ' ἡδυτέρα; τί δ' ἂν ἐμοὶ γένοιτο χαριέστερον; Πῇ γοῦν τὸν ᾅδην καββαλὼν βαίνεις, Τέκνον; πῇ πῇ δ' ἐγώ σε καὶ πότ' ἂν ἴδω, Τέκνον; Ἔλθ' ἐλθὲ καὶ φάνηθι μητρὶ σῇ τάχει. {ΜΑΓ∆ΑΛΗΝΗ} Ὄψει γε θᾶττον, ὡς ἐγᾦμαι, πλειόνων. Ἀλλ' ἀπίωμεν, ὡς ὁ λευχείμων ἔφη, μύσταις φίλοις ἅπασι χάρμα μηνύσαι. Πρῶτον δ' ἄπειμι πρὸς Πέτρον καὶ παρθένον, εὐάγγελον φέρουσα βάξιν τοῖς φίλοις· ὁ γὰρ φανεὶς εἴρηκεν εἰπεῖν καὶ Πέτρῳ. Ἄπειμι γοῦν κένωσιν εἰπεῖν τοῦ τάφου καὶ τὴν ὅρασιν τοῦ φανέντος καὶ λόγους· οὗτοι δ' ὅμως ἔδραμον ἰδεῖν τὸν τάφον, οἶμαι δὲ πάντα σφᾶς θεωρῆσαι καλῶς. Ἀλλ' ὤ· τίν' ἀθρῶ; ∆εσπότην καινῇ θέᾳ; οὐκ οἶδ' ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα· μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν τινά. {ΧΡΙΣΤΟΣ}