22
δυναμένη τῇ λεπτότητι συνεξελθεῖν τῆς θείας σοφίας, ξενιζέσθω μὲν μηδεὶς πρὸς τὴν πτωχείαν τῆς φύσεως ἡμῶν ἀποβλέπων, ᾗ ἀγαπητόν ἐστιν οὐ τὸ μηδενὸς διαμαρτεῖν, ἀλλὰ τὸ ἑνὸς γοῦν ἐπιτυχεῖν δυνηθῆναι. Ταῦτα δέ φημι πρὸς ἐκεῖνο βλέπων, τίς ὁ λόγος τοῦ τριημέρου τούτου διαστήματος, ὥστε τὸν τοσοῦτον χρόνον ἀρκέσαι πρὸς τὴν ἑκάστου τῶν ἐν τῷ φωτὶ θεωρουμένων διάκρισιν. ∆ῆλον γὰρ ὅτι πάν τως ἐστί τις λόγος, κἂν κρείττων ᾖ τῆς ἡμετέρας ἐπόψεως, καθ' ὃν συμβαίνει τὸ μέτριον τοῦ χρόνου τούτου πρὸς τὴν διάκρισιν τῆς φωτιστικῆς οὐσίας, τῇ μεμετρημένῃ παρατάσει τοῦ χρόνου, καὶ τῷ ποσῷ τῆς κατὰ τὴν κίνησιν τοῦ πυρὸς ἐνεργείας, τῆς τῶν φώ των διαστολῆς ἐν τῇ τῶν φωστήρων ἰδιότητι διαιρε θείσης, ὥστε τὰς ἀπείρους ταύτας τῶν φώτων διαφο ρὰς πρὸς τὴν οἰκείαν θέσιν ἑκάστην ἀποκριθῆναι, ὑπὸ τῆς φυσικῆς ἰδιότητος ἐκεῖ ταχθείσας, ὅπου ἡ ἐγ κειμένη φυσικὴ δύναμις ἑκάστην ἤγαγεν, μηδεμιᾶς 117 ἐν τούτοις ἀταξίας, ἢ συγχύσεως γενομένης, διὰ τὸ κεκρίσθαι ἐν αὐτοῖς ἐκ θείας σοφίας, κατὰ τὴν ἐν τεθεῖσαν ἑκάστῳ φυσικὴν ἰδιότητα, τὴν ἀπαράβατον τάξιν, ὥστε τὴν μὲν ἀνωτάτω χώραν ἐπισχεῖν ἐκεῖνα τὰ πάσης ἀνωφεροῦς οὐσίας ἀνωφερέστερα· καὶ ἐν ἐκείνοις, πάλιν ἢ ἐν τῷ μέσῳ ταχθῆναι, ἢ νότια γε νέσθαι τινὰ, ἢ πρὸς ἄρκτια, ἢ τὴν μεταξὺ χώραν καταλαβεῖν, ἢ τὸν γαλαξίαν, ἢ τὸν ζωδιακὸν κύκλον ἀναπληρῶσαι, καὶ πάλιν ἐν τούτῳ, ἢ ταύτην ἢ τὴν ἑτέραν τοῦ ἄστρου περιγραφὴν ἀπεργάσασθαι, καὶ ἐν τῷ ἄστρῳ πάλιν, μὴ κατὰ τὸ αὐτόματον ἕκαστον τῶν ἐν τῷ σχήματι κειμένων ἄστρων, ἢ ὧδε ἢ ὧδε τὴν θέσιν ἔχειν, ἀλλὰ ἰσομερῶς ἐγκειμένη αὐτῷ ἰδιότης ἀπήγαγεν, ἐκεῖ μένειν ἐν ἀμεταθέτῳ τῇ παγιότητι, τῇ τῆς ἰδίας φύσεως δυνάμει, κατὰ τὴν τοῦ πεποιηκότος σοφίαν περικρατούμενον. Ταῦτά ἐστι καὶ τὰ τοιαῦτα, πρὸς ἃ βλέπων ὁ νοῦς ἰλιγγιᾷ, καὶ τῆς ἰδίας νωθείας καταψηφίζεται, μὴ δυ νάμενος ἐξευρεῖν τὸν λόγον, πῶς ἡ τριήμερος τοῦ χρόνου παράτασις πρὸς τὴν τοσούτων ἀστέρων διάκρισιν ἤρκε σεν, ἢ πῶς διὰ τὴν ἄπειρον τῆς ἀπλανοῦς σφαίρας τῶν περιγείων ὑπόστασιν ἐν μέσῳ τοῦ παντὸς διαστήματος, τὴν ἡλιακὴν φύσιν ἡ μεγάλη τοῦ Θεοῦ σοφία κατ έταξεν, ὡς ἂν μὴ τελείως ἐν τῷ σκότῳ διαβιῶμεν, τῆς ἐκ τῶν ἄστρων ἀπαυγαζομένης λαμπηδόνος πρὶν ἢ εἰς ἡμᾶς ἐλθεῖν ἐνδαπανωμένης τῷ μεταξὺ διαστή ματι. Οὗ χάριν τὴν ἐκλαμπτικὴν τῆς ἡλιακῆς φύσεως δύναμιν τοσοῦτον ἡμῶν ὑπερέθηκεν, ὥστε μήτε ἀμαυροῦσθαι τὴν ἀκτῖνα τῷ πολλῷ διαστήματι, μήτε τῷ ἄγαν προσεγγισμῷ λυπηρὰν εἶναι, ἢ πῶς τὸ ὑλι κώτερόν τε καὶ παχύτερον ἐκ τῶν ὑπερκειμένων, τὸ σεληναῖον σῶμά φημι, πρὸς τὸ κατώτερον κατεσπάσθη, καὶ τὸν περίγειον χῶρον περιπολεῖ; οὗ μέση πως θεωρεῖται ἡ φύσις, τῆς τε ἀλαμποῦς, καὶ τῆς φωτι στικῆς δυνάμεως κατὰ τὸ ἴσον μετέχουσα. Τὴν μὲν γὰρ οἴκοθεν λαμπηδόνα ἡ τῆς οὐσίας παχύτης ἀπήμ βλυνε, τῷ δὲ ἀντιφωτισμῷ τῆς ἡλιακῆς ἀκτῖνος οὐ πάντη τῆς φωτιστικῆς ἠλλοτρίωται φύσεως. Ἀλλὰ τὸν μὲν λόγον τῆς ἐν ἑκάστῳ τῶν ὄντων φαινομένης σοφίας ἰδεῖν ἡ πτωχεία τῆς φύσεως ἡμῶν ἀδυνατεῖ, τὸ μέν τοι κατὰ τὴν ἐκτεθεῖσαν παρὰ τοῦ νομοθέτου τάξιν ἐπὶ τῆς τῶν ὄντων κτίσεως, ἀκολουθίαν τινὰ τοῖς γεγονόσιν ἐνθεωρῆσαι, τούτοις οἶμαι δυνατὸν εἶναι, τὸ μετρίως πρὸς τὸ ἀκόλουθον ἐπισταμένοις βλέπειν, διά τινων στοχασμῶν ὁπωσοῦν κατανοῆσαι. Οὐκοῦν ἀναλάβωμεν τὴν τῶν γεγονότων ἀκολουθίαν. Ἔστι δὲ αὕτη· τοῦ καθολικοῦ τε καὶ γενικοῦ φωτὸς διὰ τὸ εὐκίνητον προφανέντος τῶν ἄλλων, ἐπηκολούθησε τοῦ στερεώματος περιγραφὴ, τῇ κυκλοτερεῖ περιόδῳ τοῦ πυρὸς ὁρισθεῖσα. Τῆς δὲ κούφης φύσεως τῶν βα ρυτέρων ἀποκριθείσης, ἀκολούθως διαστέλλονται ἀπ' ἀλλήλων αἱ βαρεῖαι ποιότητες, ἐν γῇ τε καὶ ὕδατι διακριθεῖσαι. Τῆς δὲ κάτω φύσεως διακοσμηθείσης, ἡ λεπτή τε καὶ κούφη καὶ μετέωρος οὐσία, διὰ τὸ μὴ πᾶσαν αὐτὴν ὁμοφυῶς πρὸς ἑαυτὴν ἔχειν, ἐν με ταξὺ διαστήματι τοῦ παρῳχηκότος χρόνου, πρὸς τὰς ὁμογενεῖς ἰδιότητας ἐκ τοῦ κοινοῦ διακρίνεται, ἐν ᾗ τὸ ἄπειρον τῶν ἄστρων πλῆθος ἐξαπλωθὲν, κατὰ τὴν ἐγκειμένην ἑκάστῳ μέρει φυσικὴν ἰδιότητα, ἐπὶ τὸ