22
μυριάδων ἐκεῖ τοσούτων τί ποιήσομεν; Οὐδὲ γὰρ τὸ τῶν προτέρων ἀποστῆναι κακῶν μόνον, ἀλλὰ καὶ τὸ ἀμείνονα ἐπιδείξασθαι καλὰ, λέγεται μετάνοια· Ἔκκλινον γὰρ, φησὶν, ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Οὐδὲ γὰρ ἀρκεῖ εἰς ὑγίειαν ἡμῖν τὸ βέλος ἐξελεῖν μόνον, ἀλλὰ καὶ τὸ φάρμακα ἐπιθεῖναι τῷ τραύματι. Συμβαίνει δέ τινα μεταγνόντα κατορθῶσαι πολλὰ καὶ μεγάλα, μεταξὺ δὲ ἁμαρτεῖν πάλιν τῶν κατορθωμάτων ἐκείνων ἁμαρτίαν ἀντίῤῥοπον· καὶ τοῦτο μάλιστα ἱκανὸν εἰς ἀπόγνωσιν ἐμβαλεῖν, ὡς τῶν οἰκοδομηθέντων καθαιρεθέντων, καὶ πάντων ἐκείνων μάτην καὶ εἰς κενὸν πονηθέντων αὐτῷ. ∆εῖ δὲ ἐκεῖνο λογίζεσθαι, καὶ τοῦτον ἐκκρούειν τὸν λογισμὸν, ὅτι εἰ μὴ φθάσαντες κατορθωμάτων μέτρον ἀντίῤῥοπον τοῖς μετὰ ταῦτα γενομένοις ἁμαρτήμασιν ἀπεθέμεθα, οὐδὲν ἂν ἡμᾶς σφόδρα καὶ ὁλοσχερῶς καταδῦναι ἐκώλυσε. Νυνὶ δὲ καθάπερ τις θώραξ ἰσχυρὸς βέλος ὀξὺ καὶ πικρὸν δεχόμενος, οὐκ ἀφῆκεν ἐργάσασθαι τὸ αὐτοῦ, ἀλλ' αὐτὸς διατμηθεὶς τὸν πολὺν ἤμυνε τῷ σώματι κίνδυνον ... Οὐ δεινὸν τοίνυν τὸν πολεμοῦντα τρωθῆναι, ἀλλὰ τὸ μετὰ τὴν πληγὴν ἀπογνῶναι καὶ ἀμελῆσαι τοῦ τραύματος. Οὐδεὶς ἔμπορος ἅπαξ ναυαγίῳ περιπεσὼν καὶ τὸν φόρτον ἀπολέσας, ἀπέστη τοῦ πλεῖν, ἀλλὰ πάλιν τὴν θάλασσαν καὶ τὰ μακρὰ διαβαίνει πελάγη, καὶ τὸν πρότερον ἀνακτᾶται πλοῦτον. Πολλάκις ἀθλητὰς θεωροῦμεν μετὰ πολλὰ πτώματα στεφανίτας γενομένους. Ἤδη δὲ καὶ στρατιώτης πολλάκις φυγὼν, ἔσχατον ἀριστεὺς ἀνεδείχθη, καὶ τῶν πολεμίων ἐκράτησε. Πολλοὶ δὲ καὶ τῶν τὸν Χριστὸν ἀρνησαμένων διὰ τὸν τῶν βασάνων φόβον, ἀνεμαχέσαντο πάλιν, καὶ τὸν τοῦ μαρτυρίου στέφανον ἀπῆλθον ἀναδησάμενοι. Εἰ δὲ τούτων ἕκαστος ἐκ τῆς προτέρας πληγῆς ἀπέγνω, οὐκ ἂν τῶν δευτέρων ἀπέλαυσεν ἀγαθῶν. Ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ∆ʹ. Περὶ νηστείας καὶ σωφροσύνης.
Βούλει μαθεῖν ὅσος κόσμος ἀνθρώποις ἡ νηστεία; ὅση ἀσφάλεια καὶ φυλακή;
ἐννόησόν μοι τὸ μακάριον καὶ θαυμαστὸν γένος τῶν μοναζόντων. Οὗτοι γὰρ τοὺς ἐν μέσῳ θορύβους φυγόντες, καὶ πρὸς τὰς κορυφὰς τῶν ὀρέων ἀναδραμόντες, καὶ τὰς καλύβας ἐν τῇ τῆς ἐρημίας ἡσυχίᾳ καθάπερ ἐν εὐδιεινῷ τινι λιμένι πηξάμενοι, ταύτην συνέμπορον καὶ συγκοινωνὸν τοῦ βίου 63.596 παντὸς ἔλαβον. ∆ιὰ τοῦτο ἀγγέλους αὐτοὺς ἐξ ἀνθρώπων ἐποίησεν· οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἐν ταῖς πόλεσιν ὅσους ἂν εὕρῃ προσιεμένους αὐτὴν, πρὸς τὸ αὐτὸ τῆς φιλοσοφίας ὕψος ἀνάγει. Ἐκείνη καὶ νῦν ἡμᾶς πρὸς τὸν πατρῷον συνήγαγεν οἶκον· ἐκείνη καὶ τοὺς πρὸ τούτου ῥᾳθυμοτέρους σήμερον πρὸς τὰς μητρικὰς ἐπανήγαγε χεῖρας. Εἰ δὲ προσδοκωμένη μόνον τοσαύτην ὑμῖν ἐνεποίησε τὴν σπουδὴν, φανεῖσα καὶ 63.597 παραγενομένη πόσην ὑμῖν ἐργάσεται τὴν εὐλάβειαν; Εἰ ταύτης ἤκουσε τῆς φωνῆς ὁ Ἀδὰμ, οὐκ ἂν ἤκουσε τῆς δευτέρας τῆς λεγούσης, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· ἀλλ' ἐπειδὴ ταύτης παρήκουσε, διὰ τοῦτο θάνατος καὶ ἀθυμία καὶ φροντίδες, καὶ ζωὴ θανάτου παντὸς χαλεπωτέρα. Καὶ ὥσπερ ὑβρισθεῖσα θάνατον ἐπήγαγε τῷ ὑβρίσαντι, οὕτω πάλιν τιμηθεῖσα θάνατον ἀνεκαλέσατο. Τὴν γὰρ τῶν Νινευιτῶν πόλιν τὴν μεγάλην καὶ θαυμαστὴν ἐπὶ γόνυ κειμένην, παρὰ αὐτὸ τὸ βάραθρον τὴν κεφαλὴν κλίνασαν, καὶ μέλλουσαν τὴν ἄνωθεν φερομένην δέχεσθαι πληγὴν, καθάπερ τις ἄνωθεν ἐπιστᾶσα δύναμις, ἐξ αὐτῶν ἥρπασε τῶν τοῦ δημίου χειρῶν, καὶ πρὸς τὴν ζωὴν ἐπανήγαγεν. Ἴδωμεν τοίνυν πῶς ἐνήστευσαν οἱ Νινευῖται, καὶ πῶς τῆς ὀργῆς ἀπηλλάγησαν ἐκείνης. Οἱ ἄνθρωποι καὶ τὰ κτήνη καὶ τὰ πρόβατα καὶ οἱ βόες μὴ νεμέσθωσαν, φησί. Τί λέγεις, εἰπέ μοι; καὶ τὰ ἄλογα νηστεύει, καὶ ἵπποι καὶ ἡμίονοι σάκκῳ περιβάλλονται; Ναὶ, φησί· καθάπερ γὰρ εὐπόρου τινὸς τελευτήσαντος, οὐκ