γεγόναμεν τῷ Θεῷ καὶ Πατρὶ καρποφορηθέντες δι' αὐτοῦ. ∆ιὸ ἔλεγεν· "Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." Καὶ γοῦν ἀνεβίω τριήμερος, πατήσας τοῦ θανάτου τὸ κράτος. Εἶτα τοῖς μαθηταῖς προσεφώνει· "Ἐδόθη μοι πᾶσα ἐξουσία," καὶ τὰ ἐξῆς. ∆εκτὸς οὖν ἐνιαυτὸς ἐκεῖνός που πάντως, καθ' ὃν εἰσεδέχθημεν τὴν πρὸς αὐτὸν λαχόντες οἰκείωσιν, ἀπονιψάμενοι τὴν ἁμαρτίαν, διὰ τοῦ ἁγίου βαπτίσματος· καὶ τῆς θείας αὐτοῦ φύσεως γενόμενοι κοινωνοὶ, διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· ἤγουν δεκτὸς ἐνιαυτὸς, καθ' ὃν πεφανέρωκε τὴν δόξαν αὐ τοῦ, διὰ τὰς (ξοδδ. τῆς, σεδ μαλυι τὰς) ὑπὲρ λόγον θεοσημείας. Ἐδεξάμεθα γὰρ ἀσμένως τὸν τῆς παρ' αὐτοῦ σωτηρίας καιρὸν, ὃν δὴ καὶ ὁ πάνσοφος Παῦλος καταμεμήνυκεν λέγων· "Ἰδοὺ νῦν καιρὸς εὐρόσδε κτος, ἰδοὺ νῦν ἡμέρα σωτηρίας·" ὅτε οἱ πτωχοὶ, οἱ παντὸς ἀγαθοῦ νενοσηκότες τὴν ἔνδειάν ποτε, ἐλπίδα τε μὴ ἔχοντες, καὶ ἄθεοι ἐν τῷ κόσμῳ· οὗτοι δ' ἂν εἶεν οἱ ἐξ ἐθνῶν· τὴν εἰς αὐτὸν πίστιν ἐπλούτησαν, τὸν θεῖόν τε καὶ οὐράνιον κεκερδάκασι θησαυρὸν, τὸ εὐαγγελικὸν δηλονότι καὶ σωτήριον κήρυγμα, δι' οὗ γεγόνασι καὶ τῆς τῶν οὐρανῶν βασιλείας μέτοχοι, καὶ συμμερισταὶ τῶν ἁγίων, καὶ κληρονόμοι τῶν ὑπὲρ νοῦν καὶ λόγον. "Ὀφθαλμὸς γὰρ οὐκ εἶδε, φησὶ, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν." Ἢ τάχα που καὶ τοῖς πτωχοῖς τῷ πνεύματι, δεδωρῆσθαί φησιν ὁ λόγος ἐν τούτοις τῶν διὰ Χριστοῦ χαρισμάτων τὴν ἄφθονον χορηγίαν. Συντετριμμένους δέ φησι τὴν καρδίαν, τοὺς ἀσθενεῖς καὶ εὐδιάθρυπτον ἔχοντας νοῦν, καὶ ταῖς τῶν παθῶν προσβολαῖς ἀντιφέρεσθαι μὴ δυναμένους, ὑπενηνεγμένους δὲ οὕτως αὐταῖς, ὡς αἰχμαλώτους εἶναι δοκεῖν. Τούτοις ἴασίν τε καὶ ἄφεσιν ἐπαγγέλλεται· τυφλοῖς δὲ οὖσιν αὐτοῖς δίδωσι καὶ ἀνάβλεψιν· οἱ γὰρ τῇ κτίσει παρὰ τὸν κτίσαντα λατρεύοντες, "καὶ τῷ ξύλῳ λέγοντες, Πατήρ μου εἶ σύ· καὶ τῷ λίθῳ, Σὺ ἐγέννησάς με," εἶτα τὸν φύσει καὶ ἀληθῶς ὄντα Θεὸν οὐκ ἐπεγνωκότες, πῶς οὐκ ἂν εἶεν τυφλοὶ, καὶ φωτὸς τοῦ θείου καὶ νοητοῦ γυμνὴν ἔχοντες τὴν καρ δίαν; Τούτοις ἐνίησιν ὁ Πατὴρ τῆς ἀληθοῦς θεογνωσίας τὸ φῶς. (H f. 237) Κέκληνται γὰρ διὰ πί στεως, καὶ ἔγνωσαν αὐτὸν, μᾶλλον δὲ ἐγνώσθησαν ὑπ' αὐτοῦ· καὶ υἱοὶ νυκτὸς ὄντες καὶ σκότους, φωτὸς γεγόνασι τέκνα· διηύγασε γὰρ αὐτῶν ἡ ἡμέρα, καὶ ὁ τῆς δικαιοσύνης ἀνίσχεν ἥλιος, καὶ λαμπρὸς ἀνέτει λεν ἑωσφόρος. Λυπεῖ δὲ οὐδὲν καὶ τῶν ἐξ αἵματος Ἰσραὴλ ἐφαρμόσαι πάντα τὰ εἰρημένα· καὶ γὰρ ἦσαν πτωχοὶ καὶ συντετριμμένοι τὴν καρδίαν, καὶ οἷον αἰχμάλωτοι καὶ ἐσκοτισμένοι· οὐ γὰρ ἦν ἐπὶ 72.541 γῆς ὁ ποιῶν χρηστότητα, οὐκ ἦν ἕως ἑνός. Ἀλλὰ "πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν·" ἀφῖκται δὲ ὁ Χριστὸς, καὶ πρό γε τῶν ἄλλων εὐαγγελιζόμενος τοῖς ἐξ Ἰσραὴλ τῆς ἑαυτοῦ παρουσίας τὰ κατορθώματα (τοιαῦτα δὲ ἦν καὶ τὰ τῶν ἐθνῶν ἀῤῥωστήματα), λε λύτρωνται δὲ δι' αὐτοῦ· πεπλουτήκασι γὰρ τὴν παρ' αὐτοῦ σοφίαν, καὶ συνετοὶ γεγόνασι, καὶ ἀσθενῆ καὶ συντεθραυσμένην οὐκέτι τὴν διάνοιαν ἀνέχουσιν, ὑγιᾶ δὲ καὶ ἐῤῥωμένην, καὶ ἐπιτηδείως ἔχουσαν πρὸς παραδοχὴν καὶ κατόρθωσιν παντὸς ἀγαθοῦ καὶ σωτηρίου πράγματος. Ἔδει γὰρ σοφίας καὶ συνέσεως τοῖς πεπλανημένοις, οἳ διὰ πολλὴν ἀβελτηρίαν προσεκύνη σαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, καὶ ξύλα καὶ λίθους ἐπεγράφοντο θεούς. Ἀλλ' οἱ πάλαι Χριστὸν οὐκ εἰδότες, διὰ τὸ ἐν ἀχλύϊ καὶ σκότῳ τελεῖν, Θεὸν αὐτὸν ἐπεγράψαντο. Τούτων ὑπαναγνωσθέντων τοῖς συνειλεγμένοις, ὁ μὲν πάντων τοὺς ὀφθαλμοὺς πρὸς ἑαυτὸν ἐπέστρεψε, θαυμαζόντων τάχα πῶς οἶδε γράμματα, μὴ μεμα θηκώς. Ἐπειδὴ δὲ ἕθος ἦν τοῖς ἐξ Ἰσραὴλ, τὰς περὶ αὐτοῦ προφητείας ἐκπεπεράνθαι λέγειν, ἢ ἐπί τισι τῶν παρ' αὐτοῖς ἐνδόξως βεβασιλευκότων, ἢ γοῦν ἐπὶ προφήταις ἁγίοις· (B f. 51) συνιέντες γὰρ οὐδὲν τῶν περὶ αὐτοῦ γεγραμμένων ὀρθῶς, ἑτέραν ᾤχοντο τρίβον, ἔξω πίπτοντες σκοποῦ· ἵνα δὲ μὴ