νόμους ἑλεπόλεων, αἷς διὰ τὸ ἐκ μεγέθους δυσμεταχείριστον οὐδὲ ἐνέλαμψέ τις ἐνέργεια, οἱ δὲ περὶ τὰ ἑῷα, ἦσαν δὲ μάλιστα ἐκεῖνοι τὸ ναυτικὸν πλῆθος, πρὸς τὸ συνηθέστερον ἔβλεπον· καὶ συσκευασάμενοι μηχανὰς πετροβόλους, μικρομεγέθεις μὲν πλείονας, ὡς ἐπιβουλεύειν δι' αὐτῶν τοῖς ἐκ τῶν τειχέων 74 πολεμοῦσιν ἡμεδαποῖς, δύο δὲ μείζονας, ὧν θατέρα σεισμοῦ θυγάτηρ, τολμήσαντα φάναι, ἐντεινάμενοι δὲ καὶ τοὺς τὴν εὐεπιβούλευτον τάφρον συρφετοῦ πλήσοντας καὶ τὸ περίτειχος δὲ κατασεῖσαι δεινοὺς καὶ τῷ τείχει προσβαλεῖν καὶ διορύξαι αὐτὸ εἰς κατάπτωσιν, ἐγίνοντο τῶν ἔργων εἰς ὅσον κραταιὸν καὶ ἀκάθεκτοι κατειργάζοντο. Καὶ προέτρεχον αὐτοῖς πάντων συχνοὶ ἀκροβολισμοί. Πρὸς δείλην γὰρ κατασχόντες τὰς ναῦς, εἰς αὔριον ἕωθεν μάχης κρατερᾶς ἐνήρξαντο. Καὶ τὸ μὲν δυσμικὸν ἅπαν ἕως καὶ εἰς ὅλον τὸ κύκλῳ τῆς ἀκροπόλεως, κατὰ σχῆμα γάρ τι δρεπάνου ἐκ θαλάσσης ἕως καὶ τῶν ἐκεῖσε πυλῶν περιήγετο πυργηροῦν, οὐχ οὕτω πράγματα ἡμῖν παρεῖχεν οὔτε τραύματα ἐνέτριβε, τὸ δὲ ἐξ ἀνατολῆς ἐθηριοῦτο. Ἦν δὲ μάχης ἐλεύθερον τὸ παράλιον ὅλον, τὸ μὲν ὅτι ψιλὰ θαλασσίου ὕδατος ἦν τὰ πρὸς τῷ τείχει διὰ τὸν καιρὸν θερινὸν ὄντα καὶ μὴ πληθύοντα τὴν θάλασσαν μέχρι καὶ ἐς αὐτὸν τειχισμόν, ὡς ἐντεῦθεν ἐξ ἀσυμμέτρου τοῖς ἐκ τῶν παραλίων τειχέων καὶ τοῖς ἐκ θαλάττης εἶναι τὴν μάχην, τὸ δ' ὅτι, δαήμονες ὄντες ἐκεῖνοι μάχης, περὶ τὸ πονοῦν μᾶλλον τῆς πόλεως ἐμελέτησαν ἐντήκειν πληγάς. Ἐκεῖθεν γὰρ διέγνων δύνασθαι ἂν βλάψαι ἡμᾶς, ὡς καὶ προσεδρεύειν εὖ μάλα δυνάμενοι διὰ τὸ τοῦ αἰγιαλοῦ ἀγχιβαθὲς καὶ οὕτως εὐλίμενον, καὶ ὅτι καὶ τὸ τεῖχος οὐκ ἀπονήρως εἶχεν ἐκεῖσε, ἀτέχνως τε τὴν ἀρχὴν συσταθὲν καὶ οὐκ εὖ συμπαγὲν καὶ μηδὲ μεμελημένον ἄρτι τῷ καλῷ στρατηγῷ. Ἐῴκει γὰρ ἰατρῷ παρακολουθοῦντι σώματι πονοῦντι μέν, οἵῳ δὲ μὴ φιλεῖσθαι ὡς ἀναποιηθῆναι πρὸς ὑγίειαν, κἀντεῦθεν ἀμελοῦντι τὸ νοσοῦν ἀνακομίσασθαι. Καὶ οὐκ ἔστι διαπιστῆσαι τοὺς εὖ κατεγνωκότας τὸ πρᾶγμα ὡς πάνυ τι βραχὺ προδότου τοῦ κυρίως διενεγκεῖν ὁ ∆αυῒδ φαίνεται καθ' ἡμῶν, εἰ μή τις ἄρα θερμότερον ἐπιβάλλων ὡς ἔν τινι πλάστιγγι παρισάζοι ἐκεῖνον εἰς προδότην αὐτόχρημα. ∆ίχα γὰρ συνθεσιῶν ἐπὶ ῥητοῖς καὶ μηνύσεων γνωρίμων, ἃ δὴ καὶ αὐτὰ πολλοὶ κατηγοροῦσιν ἐκείνου, τἆλλα πάντα προδοτικῶς εἶχεν ὁ ἀνήρ. Καὶ κοινὸν αὐτῷ τε καὶ τῷ κατὰ σπουδὴν φανερὰν ἄλλως προδότῃ τὸ τοῦ κοινοῦ μὲν ὑπερορᾶν περιφρονητικῶς, ἑαυτῷ δὲ μόνῳ χαρίζεσθαι, καὶ προτίθεσθαι πάντας μὲν ἀπιέναι, περιεῖναι δὲ μόνα τὰ κατ' αὐτόν. Ἐμέμφοντο οἱ στρατιωτικοὶ ὅτι τὰ πετροβόλα ἐν ἡμῖν ὄργανα οὐκ εὐχρήστως εἶχον, ὡς ἀντιφερίζειν πρὸς τὰ τῶν ἀντιμάχων. Ὁ δὲ ἀφεὶς κατορθοῦν τὸ ψεγόμενον «καὶ τί ποιήσω;», ἔλεγε καὶ ἠρκεῖτο εἰπεῖν τοσοῦτον ὁ κομψὸς πυθαγοριστής, δοκῶν μὲν ἱερὸν εἶναι σιγῆς διὰ τὸ ἐχεμυθεῖν τὰ πλείω, ἄλλως δὲ κατὰ τοὺς λοχῶντας πνίγων τὴν λαλιὰν ἄνθρωπος, ἐπέχων καὶ τὰ ἐς πονηρίαν ἀδιόρατος καὶ τό γε κρυψίνουν πολυβενθής. Ἤκουεν ὡς τὸ περίτειχος καταλαμβάνεται διὰ τὸ ἀνεχύρως 76 ἔχειν καὶ παρέπεμπεν αὐτὸ ταῖς μητράσι τῶν πολεμίων παραβύειν, ἔνθα αἰσχρορρήμων εἴποι ἂν ἀνήρ. Ἐπιλειπόντων ὀϊστῶν τοῖς ἐπὶ τῶν τειχέων, ἦν βελῶν ζήτησις. Ὁ δὲ καὶ ποῦ ἂν αὐτοὺς εὕροι ὑπετονθόρυζε καὶ ἐδίδου μηδὲν καὶ ἡ πόλις ἔκαμνεν. Ἐκλᾶτο μηχανὴ καὶ ἦν ἀναγκαία ἐπιποιηθῆναι καὶ ἐζητεῖτο ξύλον· «καὶ ποῦ ἂν εἴη αὐτό;» παρελάλει. Ἐμάνθανέ τις ἄλλο τι ἐνδεῖν τῶν δεόντων καὶ ἐλάλει· καὶ ἦν τηνικαῦτα ὁ κατὰ παροιμίαν Σιγηλὸς ἥρως εὐρυβόας καὶ ἠπειλεῖτο κατὰ πληγῶν, κατὰ κεφαλῆς, κατὰ ὀμμάτων, κατὰ σκολοπισμοῦ, εἰ μὴ παύσοιντο λαλεῖν οἱ τοιοῦτοι, διομνύμενος εἰς πίστιν σταθερᾶς ἀπειλῆς βασιλικὴν κεφαλήν. Τῶν τις δὲ οὐ πάνυ τοῦ δήμου καὶ κατεάγη τῆς κεφαλῆς, τὰ περὶ τὸ πρόσωπον ῥάβδῳ πληγείς, ὅτι τὰ στρατηγικὰ φαύλως ἐνεργούμενα κατεμέμψατο. Καὶ τῶν βλεπόντων οὐδεὶς οὐδὲ γογγύσαι τετόλμηκε. Στρατιῶται δὲ παρρησιαζόμενοι καὶ ὀρθὰ λαλοῦντες ἓν μόνον πρὸς τοῦ ἀτόπου ἤκουον, ὡς ὅτι, κατατόπια εἰληχότες, ἐκεῖσε καὶ μόνον πονεῖσθαι ἀνάγκην ἔχουσι,