1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

23

οὗτος ὡς ποταμός;" Ὁ Βαβυλώνιος. "Καὶ ἡ ἡμέρα." Μετὰ τὴν ἰστορίαν τὴν Χριστοῦ παρουσίαν νόει, ὅτε τελείως οἱ ἐχθροὶ τοῦ Θεοῦ κατηγορήθησαν δαίμονες. "Ἀνάβηθι Γαλαάδ." Ἡ Γαλαὰδ ἔχει μὲν τὴν ῥητίνην, ἰατρικὴν οὖσαν τραυμάτων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἡ Γαλαὰδ ἐπηγγέλλετο ἐπαμύνειν τῷ Αἰγυπτίῳ· καὶ αὕτη πρώτη ἑάλω. Ἡ οὖν, φησὶν, ὑπισχνουμένη ἄλλοις βοηθεῖν, σαυτῇ βοήθησον. Παρθένον δὲ τὴν Αἴγυπτόν φησιν, ὡς τότε πρῶτον αἰσχρῶς ὑπὸ πολεμίων ἡττηθεῖσαν, καὶ ὡς ἂν εἴποι τις διαπαρθενευθεῖσαν· θυγατέρα δὲ Αἰγύπτου, τὴν περίχωρον ὀνομάζει. "Ἐπὶ τὸ αὐτὸ ἔπεσαν." Ὁ Νεχαὼ Φαραὼ σὺν τοῖς ὑπηκόοις· ἢ καὶ Γαλαὰδ σὺν τῇ Αἰγύπτῳ. "Ἃ ἐλάλησε Κύριος." Λέγεται Θεὸς ἐν χειρὶ λαλεῖν τῶν προφητῶν, ἐπειδὴ πάντα ὅσα ἤκουσαν οἱ προφῆται ποιεῖν, ἐποίουν. Χειρὶ γὰρ ἡ πρᾶξις. Ἢ καὶ ἐπειδὴ πάντα τὰ μηνυόμενα ὑπὸ τοῦ Θεοῦ, ὑπὸ τῶν προφητῶν εἰς ἔργον ἐχώρει. "Ἀναγγείλατε εἰς Μαγδωλόν." Μέμφις, καὶ Τάφνας, καὶ Μαγδωλὸς, πόλεις ὑπῆρχον Αἰγυπτίων περιφανεῖς καὶ βασιλικαί. "Καὶ παραγγείλατε εἰς Μέμφιν." Ἑτοίμασον σεαυτὴν εἰς σφαγὴν, ἐπίστηθι, ἀντὶ τοῦ, γνώσῃ ὅτι ὡς σμίλακα, οὕτως ἐκκόψει σου τὸν βασιλέα ἡ μάχαιρα τοῦ Βαβυλωνίου. "Καὶ ἕκαστος." Οἱ ἐν τῇ Αἰγύπτῳ Ἰουδαῖοι λέγοντες, Ἀναστρέψωμεν πρὸς τὸν λαὸν ἡμῶν. "Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς." Οἱ ἀπὸ Ἴωνος Ἕλληνες ὄντες, ὑπόφοροι ἦσαν κατὰ τὸ παλαιὸν τῶν Βαβυλωνίων, καὶ συνεμάχουν αὐτῷ ἐν τοῖς πολέμοις. Ἀπὸ μαχαίρας οὖν Ἑλληνικῆς, ἀντὶ τοῦ, τῶν συμμάχων τοῦ Βαβυλωνίου. "Ὅτι ὡς τὸ Ἰταβύριον." Τοῦτο τὸ ὄρος τῇς Γαλιλαίας ὂν, ἔρημον ἦν πρὸ τῆς Χριστοῦ παρουσίας. Ὁ δὲ Κάρμηλος καὶ αὐτὸς ἔρημος ἦν, ἔγκειται δὲ τῇ θαλάσσῃ, καὶ τοὺς θαλαττίους δέχεται κλύδωνας. Ἔσται οὖν, φησὶν, ἡ Μέμφις θορύβου μεστὴ, καὶ ἔρημος ἐκ τῆς ἐφόδου τῶν Βαβυλωνίων. "∆άμαλις κεκαλλωπισμένη Αἴγυπτος." Ὅτι μέρος τι τῆς δυνάμεως πέμψας ὁ Βαβυλώνιος, εἷλεν 93.705 αὐτήν. -Στρατιῶται, τουτέστι τὸ σιτηρέσιον· ἢ καὶ οἱ ξένοι οὓς ἐμισθώσαντο εἰς συμμαχίαν. "Φωνὴ αὐτῶν, ὡς ὅφεως." Ἢ στεναζόντων φησὶ καὶ φευγόντων· ἐπειδὴ, φεύγων ὁ ὄφις συρίζει. Ὅτι ἐν ἄμμῳ." Ἕρπονται χαμαὶ κείμενοι, συρόμενοι αἰχμάλωτοι. "Ἐκκόψουσι τὸν δρυμὸν αὐτῆς." Τὸ ἀνείκαστον, καὶ ὑπὲρ ἀκρίδα πλῆθος αὐτῆς. "Ἰδοὺ ἐγὼ ἐκδικῶ. Ἀμμωνᾶν ∆ία ἐτίμων Αἰγύπτιοι, καὶ αὐτὸ οὖν, φησὶν, αὐτῶν τὸ εἴδωλον τιμωρήσομαι· τοῦτο δὲ πέπονθεν ὁ Σατανᾶς ἐπὶ τῆς Χριστοῦ παρουσίας. Καὶ παιδεύσω σε." Ἐπὶ μὲν τῆς ἱστορίας, ὅτι καὶ ἀνελθόντες ἐξ Αἰγύπτου εἰς Ἱερουσαλὴμ, πάλιν ἐπαιδεύοντο· πρὸς δὲ διάνοιαν, τῷ κατὰ Χριστὸν Ἰακὼβ σωζομένῳ, φησὶν, ὅτι Λυτρώσομαί σε τῆς δαιμονικῆς δουλείας, καὶ παιδεύσω σε κρίματα, τουτέστι δόγματα εὐαγγελικὰ, ἐὰν δὲ ἁμάρτῃς τιμωρήσομαί σε. ΚΕΦΑΛ. ΜΖʹ. "Τάδε λέγει Κύριος· Ἰδοὺ ὕδατα." Πρὸς μὲν ἱστορίαν, τὰ πλήθη τῶν Βαβυλωνίων· πρὸς δὲ διάνοιαν, ἡ τοῦ Ἀντιχρίστου παρουσία κατασημαίνεται. "Ἕως τίνος, ἡ μάχαιρα τοῦ Κυρίου;" Προορᾷ ὁ προφήτης τὴν πρὸς τῷ τέλει τοῦ Θεοῦ ἐκδίκησιν κατὰ τῶν δαιμόνων καὶ πάντων τῶν ἀπίστων. "Ἀποκατάστηθι εἰς τὸν κολεόν σου." Εὔχεται λοιπὸν ἡσυχάσαι τῆν ὀργὴν, ἵνα εἰρηνεύσῃ ἡ κτίσις. - Πληροφορίαν δέχεται, ὅτι οὐχ ἡσυχάσει ἡ τοῦ Κυρίου μάχαιρα, ἕως οὗ τελείως ἀνέλῃ τὴν πλάνην, καὶ ἔσχατος ἐχθρὸς καταργηθῇ ὁ θάνατος· πρὸς οὖν τῇ ἱστορίᾳ, νόει καὶ τὰ τῆς θεωρίας. ΚΕΦΑΛ. ΜΗʹ. "Οὐαὶ ἐπὶ Ναβαῦ." Ναβαῦ, πόλις Μωαβιτῶν, ἐν ᾗ τὸ ∆ευτερονόμιον ἐγράφη. "Ἀλαώθ." Ἀλαὼθ, πόλις Μωαβιτῶν, ὡς αἱ λοιπαί. "Καὶ ἐξελεύσεται Χαμώς." Χαμὼς, εἴδωλον Μωαβιτῶν. "Καὶ ἀπολεῖται ὁ αὐλών." Ὁ αὐλὼν τὰ παρακείμενα τῷ ποταμῷ. "∆ότε σημεῖα τῇ Μωάβ." Ἀντὶ τοῦ, Προσημάνατε αὐτῇ. "Ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ' αἵματος." Μωαβῖται καὶ Ἀμμανῖται κωλύωνται ἐκ τοῦ νόμου εἰσιέναι εἰς οἶκον Θεοῦ. Πρὸς μὲν οὖν τὴν ἱστορίαν, καταρᾶται τοὺς μὴ ἀναιροῦντας αὐτούς· ἐκ δὲ τῆς ἀφορμῆς ταύτης γενικὸν ἐξέθετο λόγον καί φησιν· Ἐπικατάρατός ἐστιν ὁ ἀφαιρούμενος τὴν μάχαιραν αὐτοῦ ἀπὸ τοῦ ἀναιρεῖν τὰ φαῦλα· ἡ γὰρ μάχαιρα τοῦ πνεύματος ὀφείλει φονεύειν τᾶ κακὰ πάντοτε. "Καὶ