πάλιν λέ γωσί τι τοιοῦτον περὶ τῆς εἰρημένης προφητείας, ἀναγκαίως προασφαλίζεται, καί φησιν, ὅτι "Σήμερον αὕτη ἡ γραφὴ πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν," ἑαυτὸν ἐναργῶς παριστὰς ἐν τούτοις τὸν διὰ τῆς προ φητείας προηγορευμένον.(A f. 78, H f. 237 b) Αὐτὸς γὰρ εὐηγγελίσατο τὴν τῶν οὐρανῶν βασιλείαν τοῖς ἀπὸ τῶν ἐθνῶν· αὐτοὶ γὰρ ἦσαν πτωχοὶ, μηδὲν ἔχοντες, μὴ Θεὸν, μὴ νόμον, μὴ προφήτας· ἢ καὶ ἅπασιν ἁπλῶς τὸν πλοῦτον οὐκ ἔχουσι πνευματικόν. Αὐτὸς αἰχμαλώτους ὄντας ἐῤῥύσατο, τὸν ἀποστάτην τύραννον καθελὼν, τουτέστι τὸν Σατανᾶν. Αὐτὸς τὸ θεῖον καὶ νοητὸν φῶς ἐνήστραψε τοῖς ἐσκοτισμένην ἔχουσι τὴν καρδίαν. Ἔφη γοῦν· "Ἐγὼ φῶς εἰς τὸν κόσμον τοῦτον ἐλήλυθα." Αὐτὸς ἀπέλυσε τῶν τῆς ἁμαρτίας δεσμῶν, δηλονότι τοὺς συντεθραυσμένην ἔχοντας τὴν καρδίαν· (B f. 51) ἀλλὰ τὴν μέλλουσαν αὐτὸς ὑπέδειξε ζωὴν, καὶ τὴν δικαίαν ἠπείλησε κρίσιν. Αὐτὸς ἐκήρυξεν ἐνιαυτὸν Κυρίου δεκτὸν, καθ' ὃν τὸ κήρυγμα τοῦ Σωτῆρος ἐγένετο· ἐνιαυτὸν γὰρ δεκτὸν, τὴν προτέραν αὐτοῦ οἶμαι λέγεσθαι παρουσίαν· ἡμέραν δὲ ἀνταποδόσεως, τὴν τῆς κρίσεως ἡμέραν Καὶ πάντες ἐμαρτύρουν αὐτῷ, καὶ ἐθαύμαζον, κ.τ.λ. (A f. 78, H f. 237 b, E f.113 b) Μὴ γὰρ συνιέντες τὸν κεχρισμένον καὶ ἀπεσταλμένον, καὶ τῶν οὕτω τεθαυμασμένων πραγμάτων ἀποτε λεστὴν, εἰς τὰ συνήθη κατεκομίζοντο, καὶ ψυχρο λογοῦσιν ἀβούλως· καίτοι γὰρ τεθαυμακότες ἐπὶ τοῖς λόγοις τῆς χάριτος τοῖς ἐκπορευομένοις ἐκ τοῦ στόματος αὐτοῦ, κατευτελίζειν ἤθελον· ἔφασκον γάρ· "Οὐχ υἱός ἐστιν Ἰωσὴφ οὗτος;" Καὶ τί τοῦτο παραλύει τοῦ θαυματουργοῦ τὴν δόξαν; Τί τὸ κωλύον 72.544 αὐτὸν εἶναι σεπτόν τε καὶ ἀξιάγαστον, εἰ καὶ υἱὸς ἦν, ὡς ἐνομίζετο, τοῦ Ἰωσήφ; Οὐχ ὁρᾷς τὰς θεοσημείας, πεσόντα τὸν Σατανᾶν, νενικημένας τὰς τῶν δαιμονίων ἀγέλας, διαφόρων νοσημάτων ἐλευθέρους γε γονότας πολλούς; Ἐπαινεῖς τὴν χάριν τὴν ἐνοῦσαν αὐτοῦ ταῖς διδασκαλίαις, εἶτα σμικρολογεῖς Ἰουδαϊκῶς ὅτι πατέρα τὸν Ἰωσὴφ ἐπεγράφετο; Ὢ πολλῆς ἀβουλίας! Ἀληθὲς ἐπ' αὐτοῖς εἰπεῖν· "Ἰδοὺ λαὸς μωρὸς καὶ ἀκάρδιος· ὀφθαλμοὶ αὐτοῖς, καὶ οὐ βλέ πουσιν· ὦτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν." Πάντως ἐρεῖτέ μοι τὴν παραβολὴν ταύτην, κ.τ.λ. (A f. 78, B f. 51 b, E f.113 b, H f. 238) Κοινὸς λόγος παρὰ Ἰουδαίων ἦν, ἀστεϊσμοῦ χάριν ἐξευρημένος· τοῖς γὰρ ἀῤῥωστοῦσι τῶν ἰατρῶν ἐπεφώνουν τινές· "Ἰατρὲ, θεράπευσον σεαυτόν." Ὡσανεὶ οὖν τοῦτο προτείνας αὐτοῖς τὸ ῥητὸν ὁ Χριστὸς ἔλεγεν, ὅτι Πολλὰ βούλεσθε παρ' ἐμοῦ γενέσθαι σημεῖα, παρ' ὑμῖν μάλιστα παρ' οἷς καὶ ἐτράφην· ἀλλ' οἶδα τὸ κοινὸν δήπου καὶ ἅπασι συμβαῖνον πάθος· καταφρονεῖται γάρ πως ἀεὶ καὶ τὰ ἐξαίρετα τῶν πραγμάτων, ὅταν μὴ σπανίζῃ παρά τισιν, ἀλλ' ἔχωσιν ἐπ' ἀδείας αὐτά. Οὕτω καὶ ἐπ' ἀνθρώπων· ὁ γὰρ συνήθης καὶ παρὼν ἀεὶ, καὶ τῆς ὀφειλομένης αὐτῷ τιμῆς ἀποστερεῖται πολλάκις παρὰ τῶν εἰδότων αὐτόν.Ἤλεγξε μὲν οὖν αὐτοὺς ἀσυνέτως τὰ τοιάδε λέγοντας· "Οὐχ ὁ υἱός ἐστι τοῦ Ἰωσὴφ οὗτος;" Πλὴν ἔχεται τοῦ σκοποῦ τῆς μυσταγωγίας, καί φησιν· "Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὅτι οὐδεὶς προφήτης δεκτός ἐστιν ἐν τῇ πατρίδι αὐτοῦ." Πολλαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, κ.τ.λ. (A f. 78 b, E f.113 b, H f. 239) Ἐπειδὴ γὰρ, ὡς ἔφην, τὰς περὶ αὐτοῦ προφητείας εἰς τέλος ἦχθαι διεβεβαιοῦντό τινες τῶν Ἰουδαίων, ἢ ἐπὶ προφήταις ἁγίοις, ἢ ἐπί τισι τῶν ἐνδόξων παρ' αὐτοῖς γεγονότων, ἀποφέρει χρησίμως αὐτοὺς τῆς τοιαύτης ὑπονοίας, πρὸς μίαν χήραν ἀπεστάλθαι Ἠλίαν εἰπὼν, ἕνα δὲ θεραπεῦσαι λεπρὸν τὸν προφήτην Ἐλισσαῖον, Νεεμὰν τὸν Σύρον· διὰ τούτων τὴν ἐξ ἐθνῶν σημαίνων Ἐκκλησίαν, τὴν μέλλουσαν αὐτὸν ὑποδέχεσθαι, καὶ τῆς λέπρας ἐλευθεροῦσθαι, διὰ τὴν ἀναισθησίαν τοῦ Ἰσραήλ. Καὶ ἐπλήσθησαν πάντες θυμοῦ ἐν τῇ συναγωγῇ, κ.τ.λ. (A f. 80, H f. 245 b) Ἐπειδὴ τὴν πονηρὰν αὐτῶν γνώμην ἔστιξε, διὰ τοῦτο πρὸς ὀργὰς ἀνεκαίοντο· καὶ διὰ τὸ εἰπεῖν· "Σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται," ἡ λέγουσα,