πλέον δέ τι μὴ περιεργάζεσθαι, εἰ μὴ κακὰ αἱροῖντο πείσεσθαι. Σῖτον ἐπαρκέσειν τῇ πόλει ὀφείλων, ὁ δ' ἐς τοσοῦτον ἀπημέλησεν, ὡς ἑαυτῷ μὲν λαβῇ τοῦ τοιούτου καλοῦ πλοῦτον παχὺν περιθέσθαι, οὗ τί ὁ ἄθλιος ἀπώνατο; τῇ δὲ πόλει ἐγκαταστῆσαι λιμόν, ὡς, εἰ μὴ ταχὺ κατέσπασεν ὁ τῶν πολεμίων σίδηρος, ἀλλήλους ἂν κινδυνεῦσαι καταφαγεῖν. Γέγονε καὶ λειπανδρίας τῇ πόλει ταύτῃ αἴτιος. Πληρώσας γὰρ ἐν πολλοῖς τὰς χεῖρας ὧν οὐκ ἐχρῆν, ἀφίει τοὺς ἐθέλοντας λειποτακτεῖν καὶ φεύγειν τὴν πατρίδα, ὅποι βούλοιντο. Καὶ οἱ βαρύπλουτοι περιποιούμενοι οὕτω τὸ σῴζεσθαι ἀπετέλουν καί τι χεῖρον. Μισθαρνοῦντες γὰρ τῶν δημοτικῶν, ὅσοι δεξιοὶ τὰς χεῖρας καὶ βριαροὶ ῥάβδον τε κατενεγκεῖν καὶ λίθον μακρὰν ἀφεῖναι καὶ μηχανὴν διαχειρίσασθαι καὶ τόξου νευρὰν ἐντεῖναι καὶ βαλεῖν, ἐξεχώρουν τῆς πατρίδος καὶ αὐτὴν μὲν ἀπεστέρουν οὕτως ἀμυντήρων, ἑαυτοῖς δὲ ὅσα καὶ στρατηγοῖς ἔπειθον τοιοῦτον ἀκολουθεῖν στρατόν, δώροις πείθοντες. Κἄν τις αὐτῷ ὑπηγόρευσε, καὶ μάλιστά γε ἡμεῖς οἱ μὴ πάνυ τι δεδιότες, ὡς οὐκ ἀγαθὸν τῇ πόλει τὸ οὕτω γενέσθαι, ἀλλ' ἐνταῦθα οὐκ ἦν φορητὸς ὁ ἀνήρ, σχετλιάζων καὶ δυσανασχετῶν εἰ μεμφθείη ὡς περιιδὼν γενομένην οὕτω τὴν πόλιν κένανδρον. Τὸ δὲ δὴ κορυφαῖον ἐν τοῖς καθ' ἡμᾶς τούτοις κακοῖς καὶ ἡ τοῦ ἀναγκαιοτάτου ὕδατος ἔκλειψις ἦν. Ὡς γὰρ ἡ τῆς ἀκροπόλεως δεξαμενὴ ἀργῶς ἐκ μακροῦ εἶχε καὶ ἐχρῆν ἀναποιηθῆναι αὐτὴν ἐκθεραπευθεῖσαν ἔνθα χρόνῳ καταπεπόνητο, ἐγίνετο τοῦτο μόλις μέν, ἀλλ' οὖν. Καί τις τῶν τῆς στρατιᾶς, οὐκ ἀφανής, Λέων ἦν ἐκεῖνος ὁ Μαζιδᾶς, ἀποδεξάμενος τὸ πρᾶγμα καὶ ἐπαινέσας, 78 παρεκάλεσε τὸν ∆αυῒδ ἡμέρας τριβῆναί τινας μετὰ τὸ ἔργον, ἵνα στεγανωθὲν τὸ ἀγγεῖον ἔχῃ φυλάττειν τὸ πιστευθὲν ὕδωρ ἀσφαλῶς διὰ τὸ μηδὲ ἀνάγκην τέως ἐπιτεθεῖσθαί τινα, οἶα τῶν πολεμίων οὔπω ἐπικειμένων, ἀλλὰ πορρωτέρω που διεστώτων. Καὶ ἤρεσεν ὁ λόγος τῷ δαυΐδ, ὅσα γε δόξαι. Ἄνεμος δὲ ἀφαρπάσας τὸν τοῦ Μαζιδᾶ λόγον ἀπήγαγε καὶ λήθῃ καταχώσας τὸ τοῦ ∆αυῒδ φρονοῦν ἀνέφυσε βλάστην, ἁδρυνθεῖσαν εἰς πρέμνον μεγάλου κακοῦ. Οὔπω γὰρ ἦν ὀψία δείλη καὶ τὸ Χορταῆθεν ὕδωρ, ἀπολυθὲν θέειν κατὰ τοῦ σκεύους ἐλεύθερον, κατηγόρει τὸν δρόμον τῷ κελαρισμῷ. Καὶ ὁ Μαζιδᾶς παροδεύειν τυχὼν καὶ ἀκούσας ὃ ἐγίνετο, τρέχει σπεύδων ἐπὶ τὸν ∆αυῒδ καὶ ἀναμιμνήσκει προενεγκὼν ἃ εἶπε. Καὶ ὁ ∆αυΐδ, ἀγανακτῆσαι σκηψάμενος, προυβάλετο λαθέσθαι. Ἀκούσας δὲ δεῖν ἐπισχεθῆναι τὸ ὕδωρ, ὡς ἐγχωροῦν γενέσθαι καὶ εἰσαῦθις τὸ καλόν, ἀπηνήνατο, ἐπιτάξας ἀφίεσθαι ῥέειν τὸ ὕδωρ. Καὶ τοίνυν αὐτὸ μὲν εἰσέρρεεν, ἡ δεξαμενὴ δὲ ἐξέπεμπεν ὃ ἐδέχετο, ἀναλυθείσης τῆς προσφάτου ἐπιποιήσεως οἷς τὸ ὕδωρ ἀπαλεῖψαν τὴν ὑγρὰν παρέσυρε τίτανον. Καὶ οὐ πολλαὶ ἡμέραι ᾤχοντο καὶ ἦν τὸ ἀγγεῖον κενόν. Ὅθεν συνεξεκενώθησαν ἡμῖν ἅπασαι αἱ ἐπὶ τῇ ἀκροπόλει ἐλπίδες καὶ οὐκέτι οὐδεὶς ἀνέβλεπεν εἰς αὐτήν. Καὶ ἡμεῖς οὖν συσκευασάμενοι ἐκεῖσε καταντήσειν, εἴπερ βία, καὶ τὰ ἀναγκαῖα συγκομισάμενοι, ἐπεὶ μάθοιμεν ἀπολωλέναι τὸ ὕδωρ, συγκατερρύημεν τὸ εὔελπι καὶ διανείμαντες ἐκεῖ τὴν συγκομιδὴν μόνου τοῦ δειλιᾶν καὶ εὔχεσθαι κατέστημεν. Τίς ἂν δὴ ἀπαγάγοι τὰ τοιαῦτα τοῦ κατὰ προδοσίαν συγγενικοῦ; Εἰ γὰρ καὶ μηδαμοῦ ἐνταῦθα συνθήκη πρὸς πολεμίους, θετέον γὰρ οὕτω, οὐδὲ ἀρέσκεια ἐπὶ δώροις φειδοῖ τοῦ ἐμπελάσαι τόν τε ἀδελφὸν τήν τε μητέρα τοῖς τοῦ Ἀνδρονίκου ἀφύκτοις λίνοις, ἀλλ' αὐτὸ δὴ τὸ ἄκρως ἀμελεῖν καὶ παρὰ φαῦλον τὴν τοσαύτην πόλιν τίθεσθαι καὶ τὸν ἐν αὐτῇ πάντα λαὸν καί που καὶ εὔχεσθαι τὸν στρατηγὸν ἐπιτμηθῆναι τὸν τῆς ἁλώσεως χρόνον, εἴ πως ἐκφυγὼν τὸ τοῦ βασιλέως πρόσωπον ἐς κόρακας πτερύξεται, συγγενὲς ἂν εἴη μάλα τῷ προδιδόναι, καί που καὶ χεῖρον, ὡς ἄν τις τοῦ λαλεῖν τεχνίτης ἐπαγωνίσαιτο. Καὶ ὁ λογίζεσθαι συνετὸς ταυτίζοι γοῦν ταῦτ' ἂν κατὰ τὸ σύστοιχον. Οὕτω καὶ οἰακοστρόφος νεὼς οὐ κατὰ κυρείαν ἀλλὰ μισθοῦ εἰ τῷ κεφαλαιωσαμένῳ τὴν ναῦν ἐγκοτοίη ἐς ὅσον οὐκ ἔστι πλέον ἐπιτεῖναι, παραμένει μέν ποτε κινδυνευούσῃ, λαλεῖ δὲ ἀσυντελῆ καὶ πράττει οὐκ ἀρρᾳθύμως καὶ τὴν