24
ἄρ' ἐναργὲς τοῦδ' ἐρεῖς τεκμήριον; {ΑΓΓΕΛΟΣ} Στρατὸς φυλάκων πᾶσαν ἀν' ὄρφναν μένων καὶ τάφον ἀθρῶν ἀσφαλεῖ προθυμίᾳ, νῦν ἐννύχιος ἐν θορύβῳ συρρέων πρὸς ἱερεῖς ἔδραμεν ἐν πολλῷ τρόμῳ, νέαν δ' ἔδοξε βάξιν ἐμφαίνειν φόβῳ· νυκτηγοροῦντές τ' ἦσαν ὡς πεφρικότες. Οὐκ εἰς κενὸν δ' ἄρ' ἡ φάλαγξ ὑπέτρεμε· ἐγὼ δ' ἔμαθον αἰτίαν παρ' ἐλπίδα, νύκτωρ κατ' ἄστυ τειχέων εἴσω μολών· καὶ τήνδε μαθών, ἧκον ἡσύχῳ βάσει, στρατοῦ κατόπιν ἀκροώμενος λόγων. Ὅδ' εἶπεν οὕτως, ἐμφόβῳ τολμηρίᾳ λαβραγορῶν ἅπαντα θάμβη τοῦ τάφου· εἴρηκεν οὖν, εἴρηκε πρὸς πρεσβυτέρους ἀρχιερεῖς τε, δραματουργοὺς τοῦ φόνου συνηγμένους τε καὶ σκοποῦντας τοῦ πέρι· «Ὦ τὸν φρικώδη πότμον ἐξειργασμένε, γραμματέων ὅμιλε καὶ πρεσβυτέρων, ἥκω φράσαι σοι καὶ πόλει πολλὰ ξένα, ὡς καινὰ πάντα θαυμάτων τ' ἐπάξια, ἅπερ νέκυς δέδειχεν, οὗ νύκτωρ φύλαξ ἐγὼ τέταγμαι, καὶ νῦν εἰσέτι τρέμω· ὥστ' εἰ παρῆσθα, τοῦτον ὃν τάχ' ὡς νέκυν ἡμᾶς φυλάττειν ἐξέπεμψας τῷ τάφῳ, εὐχαῖσιν ἂν μετῆλθες, εἰσορῶν ξένα. Θέλω δ' ἀκοῦσαι πότερά σοι παρρησίᾳ φράσω τἀκεῖθεν, ἢ λόγον στειλώμεθα. Ταρβῶ γὰρ εἰπεῖν τοὺς λόγους ἐναντίον πρὸς τὸν τύραννον, τὸ φρενῶν πτήσσων τάχος τό τ' ὀξύθυμον καὶ τὸ λίαν ἠρμένον.» Ταῦθ' ἡ φάλαγξ ἔφησε πρὸς πρεσβυτέρους. Οἵδε στραφέντες καθ' ἑαυτούς, τοιάδε ἔλεξαν ἄμφω καὶ προσεῖπον ἀθλίως· «Ἤδη τόδ' ἐγγὺς ὥστε πῦρ ὑφάπτεται ὕβρισμ' Ἰησοῦ, νῦν φόβος θ' ἡμῖν μέγας. Ἀλλ' οὐ μέλειν δεῖ, δεξιοῦσθαι δὲ στρατόν.» Αὖ δὲ στραφέντες πρὸς φάλαγγ' εἶπον τάδε· «Ἄκουε, φάλαγξ, ὡς ἔχω γνώμης ἐγώ· ὅσ' οὐ κατὰ γνώμην ἐρεῖν ἡμῶν ἔχεις, κρύφθ'· ὡς ἀθῷος δι' ἐμοῦ πάντων ἔσῃ, ἐροῦσ' ὀπαδοὺς τὸν νέκυν κλέψαι λάθρα· δώσω δέ σοι καὶ δῶρ' ἃ καλλιστεύεται· οὐ γὰρ χρεὼν ἄνακτι ταῦτά σε φράσαι, ἃ πρὸς κλέος ῥέπουσι τοῦ τεθαμμένου, ἄμμιν δὲ κατήφειαν εἰσφέρουσί που ὄχλου τε θυμὸν ὑπανάπτουσι σφόδρα, πάντων τ' ἀγανάκτησιν εἰς ἡμᾶς ἄγει.» Ἥδ' ἀντέφησεν ἡ φάλαγξ τῶν φυλάκων· «Ἐγὼ μὲν οὐκ ἐρῶ τι τῶν ἐγνωσμένων, ἐπεὶ δοκεῖ σοι καί με ῥύεσθαι λέγεις, πρὸς τὸν τύραννον· σοὶ δ' ὅμως εἰρήσεται. Ἀνὴρ ὅδ' ἥσσων οὐδενὸς θεοῦ δοκεῖ ἐξ ὧν τε πρὶν πέπραχε καὶ νῦν θαυμάτων· ὃς ἐξαναστὰς κειμένου λίθου τάφῳ καὶ τῶν σφραγίδων ἐμμενουσῶν εἰσέτι, ἡμῶν τ' ἀΰπνων ἐγκαθημένων κύκλῳ, τὰ πάντα κατηύγασεν, ἡμᾶς δὲ τρόμῳ ὡσεὶ νεκροὺς τέθεικεν ἐξεστηκότας· γῆς γεῖσσ' ἐσαλεύθη γὰρ ἀσχέτῳ κλόνῳ, αἴφνης δ' ὁ λίθος ἐκκεκύλισται τάφου· καὶ τοῦτο δ', ὡς ἔοικεν, ὡς ὁρᾶν ἔχῃ συνιέναι τε πᾶς θεωρῶν τὸν τάφον. Ἐκ δ' αἰθέρος φωνή τις, ὡς μὲν εἰκάσαι, Θεὸς πατὴρ ἤχησεν ἐν βοῇ ξένῃ· ταύτῃ θ' ἅμ' ἐβρόντησε καὶ πρὸς τὸν πόλον καὶ γαῖαν ἐστήριξε φῶς σεμνοῦ πυρός· σίγησε δ' αἰθήρ, σῖγα δ' ὕλιμος νάπη φύλλ' εἶχε, καί ποθ' οὐκ ἂν ἤκουσας ψόφον. Τὸν ἄνδρα γοῦν τόνδ', ὅστις ἐστίν, ὦ φίλοι, δέχεσθε κἂν νῦν· πάντα γὰρ δοκεῖ μέγας. Κἀκεῖνό φασιν αὐτόν, ὡς ἐγὼ κλύω, τὴν παυσίκακον δωτίνην δοῦναι βροτοῖς, καὶ τοῦδ' ἄνευ μηδὲν καλόν τ' εἶναί ποτε μήτ' αὖ γενέσθαι· κἂν ἀληθεύῃ λόγος, θύοιμ' ἂν αὐτῷ μᾶλλον, ἢ θυμούμενος πρὸς κέντρα λακτίζοιμι, θνητὸς ὢν θεῷ.» {ΑΡΧΙΕΡΕΙΣ} Σὺ πόλλ' ὕπνωσας καὶ λαλεῖς ὀνείρατα. Ἔκλεψαν, ὡς ὕπνωσας, μύσται τὸν νέκυν, καὶ τοῦτο πρὸς τύραννον εἰπὲ καὶ μόνον· ὃ δ' οὐ καταθύμιον ἡμῖν, σὺ σίγα· σιγῶν δὲ τοῦτο, δεξιώσεις νῦν λάβῃς, ἢ γοῦν ἑκόντες ἐπράσατε τὸν νέκυν, κἂν μὴ σιγήσῃς, τοῦτο τύραννος μάθῃ. {ΚΟΥΣΤΩ∆ΙΑ} Πείθῃ μὲν οὐδὲν τῶν ἐμῶν κλύειν λόγων· ἐγὼ δέ, καίπερ πρὸς σέθεν κακῶς κλύων, οὔ φημι χρῆναι κατεπαίρεσθαί σ' ἔτι, ἀλλ' ἡσυχάζειν· οὐ θεὸς ἀνέξεται. Ὡς δ' οὐδὲν ἐπράσαμεν, ἡ σφραγὶς τάφου ἔδειξε σαφῶς, καὶ πρόφασιν οὐκ ἔχεις· τηρουμένης γάρ, κειμένου τε τοῦ λίθου, ὢ θαῦμα φρικτόν, ἐξανέστη τοῦ τάφου. {ΑΡΧΙΕΡΕΙΣ} Ἔα τὰ πολλὰ καὶ δέχου τὰς δωτίνας. {ΚΟΥΣΤΩ∆ΙΑ} Ἐπείπερ οὐ πείθῃ σὺ τοῖς ἐμοῖς λόγοις, ἔγωγε τοῖς σοῖς, ὡς λέγεις, πεισθήσομαι. Σὺ δὲ σκόπει τὸ πῶς με τυράννου ῥύσῃ. {ΑΡΧΙΕΡΕΙΣ} Μή σοι μέλησις τοῦδέ τις ἔστω πέρι· πείσω γὰρ αὐτὸν νῦν φρονεῖν ἀδελφά σοι, ὡς