24
ἐσθίομεν, ἵνα ζῶμεν· οὐ γὰρ τὸ ζῇν διὰ τὸ φαγεῖν, ἀλλὰ διὰ τὸ ζῇν τὸ φαγεῖν γέγονεν ἐξ ἀρχῆς. Πρὸς χρείαν, ἀδελφοὶ, οὐ πρὸς ἡδονὴν ἡ ζωὴ συμμεμέτρηται. Τὸ οὖν περιττὸν τῆς φύσεως ἀποθέμενοι, τὸ ἀναγκαῖον μόνον ἀσπασώμεθα. Τί γὰρ τῆς τραπέζης ἐκείνης ἁγιώτερον γένοιτ' ἂν, ἔνθα μέθη μὲν καὶ ἀδηφαγία καὶ πᾶσα ἀσωτία ἀπελήλαται, θαυμαστὴ δέ τις ἀντεισενήνεκται περὶ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ νόμων ἅμιλλα· καὶ παρατηρεῖ μὲν ἀνὴρ τὴν γυναῖκα, καὶ ὅπως εἰς τὰ τῆς ἐπιορκίας μηδέποτε ἐμπέσῃ βάραθρα· φυλάττει δὲ γυνὴ τὸν ἄνδρα, καὶ καταδίκη τῷ παραβάντι κεῖται μεγίστη· οὐκ ἐπαισχύνεται δὲ οὐδὲ ὑπὸ τῶν δούλων ὁ δεσπότης ἐλέγχεσθαι, οὐδὲ τοὺς οἰκέτας αὐτοῦ ἐπὶ τούτοις διορθοῦν; Οὐκ ἄν τις ἁμάρτοι τὴν τοιαύτην οἰκίαν ἐκκλησίαν προσειπών. Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων, καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλήλους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον ὅτι δαιμόνων μὲν ἅπασα πονηρὰ δύναμις ἀπελήλαται, ὁ Χριστὸς δὲ πάρεστιν ἐπὶ τῇ καλῇ τῶν δούλων φιλονεικίᾳ. Ἀλλὰ πολλὴ μὲν ἡ ἡδονὴ τῇ κακίᾳ, φησὶ, πολὺς δὲ τῇ ἀρετῇ συνέζευκται ὁ πόνος καὶ ὁ ἱδρώς. Καὶ ποία 63.599 σοι χάρις ἦν, τίνος δ' ἂν ἔλαβες μισθὸν, εἰ μὴ ἐπίπονον τὸ πρᾶγμα ἦν; Καὶ γὰρ πολλοὺς ἔχω δεῖξαι φύσει τὸ μίγνυσθαι γυναιξὶ μισοῦντας· τούτους οὖν σώφρονας καλέσομεν ἢ στεφανώσομεν; Οὐδαμῶς· σωφροσύνη γάρ ἐστιν ἐγκράτεια, καὶ τὸ μαχομένων περιγενέσθαι τῶν ἡδονῶν. Πολλάκις γὰρ ἡμῶν τὴν διάνοιαν κύματα καταλαμβάνει παθῶν, τῶν θαλαττίων ἀγριώτερα, καὶ πολλὴν αὐτῇ ἐμποιοῦντα τὴν σύγχυσιν· ἀλλ' ὁ μὲν ῥᾴθυμος καὶ κατημελημένος, ἀρχομένου τοῦ χειμῶνος, εὐθέως θορυβεῖται, ταράττεται, κλονεῖται, περιορᾷ γινομένην ὑποβρύχιον τὴν ψυχὴν ὑπὸ τῶν παθῶν, καὶ ναυάγιον ὑπομένουσαν· ὁ δὲ καρτερὸς καὶ νεανικὸς, καθάπερ κυβερνήτην ἐπὶ τῶν οἰάκων, οὕτω τὸν λογισμὸν ἐπάνω τῶν παθῶν καθίσας, οὐ πρότερον ἀφίσταται πάντα ποιῶν, ἕως ἂν κατευθύνῃ τὸ σκάφος πρὸς τὸν εὔδιον τῆς φιλοσοφίας λιμένα. Μὴ δὴ καταμαλάττωμεν ἡμῶν τὴν ἰσχὺν μηδὲ ἐκκόπτωμεν τὰ νεῦρα ταῖς τῶν γυναικῶν ὁμιλίαις. Καὶ γὰρ ἄφατος καὶ πολλὴ ταῖς ψυχαῖς ἡμῶν ἐντεῦθεν εἰσρεῖ κακία. Τί γὰρ, εἰ καὶ μὴ αἰσθανόμεθα τῇ φιλίᾳ μεθύοντες; Τοῦτο γὰρ αὐτὸ πάντων ἐστὶ δεινότατον, ὅτι οὐδὲ ἴσμεν ὅπως ἐκνευριζόμεθα, καὶ κηροῦ παντὸς γινόμεθα μαλακώτεροι. Καθάπερ γάρ τις λέοντα γαῦρον καὶ βλοσυρὸν λαβὼν, εἶτα ἀποκείρας μὲν τὴν κόμην, ἀνελὼν δὲ τοὺς ὀδόντας, καὶ περιελὼν τοὺς ὄνυχας, αἰσχρὸν ποιεῖ καὶ καταγέλαστον, καὶ παιδίοις εὐκαταγώνιστον, τὸν φοβερὸν καὶ ἀφόρητον καὶ ἀπὸ μόνου τοῦ βρυχήματος πάντα σείοντα· οὕτω δὴ καὶ αὗται πάντας ὅσους ἂν λάβωσι, εὐχειρώτους τῷ διαβόλῳ ποιοῦσι, μαλακωτέρους, θερμοτέρους, ἀναισχύντους, ἀνοήτους, ἀκροχόλους, θρασεῖς, ἀκαίρους, ἀγεννεῖς, ἀπηνεῖς, δουλοπρεπεῖς, ἀνελευθέρους, ἰταμοὺς, φλυάρους, καὶ ἁπλῶς πάντα τὰ γυναικεῖα πάθη τὰ διεφθαρμένα φέρουσαι εἰς τὴν τούτων ἐναπομάττονται ψυχήν. Ἀμήχανον οὖν τὸν γυναιξὶ συνοικοῦντα μετὰ συμπαθείας τοσαύτης καὶ ταῖς ἐκείνων ἐντρεφόμενον ὁμιλίαις, μὴ ἀγύρτην τινὰ εἶναι καὶ ἀγοραῖον καὶ συρφετώδη· κἂν γὰρ φθέγγηταί τι, πάντα ἀπὸ τῶν ἱστῶν καὶ τῶν ἐρίων φθέγξεται, τῆς γλώσσης αὐτοῦ τῇ ποιότητι τῶν γυναικείων ἀναχρωσθείσης ῥημάτων· κἂν ποιῇ τι, μετὰ πολλῆς τοῦτο ἐργάζεται δουλοπρεπείας, πόῤῥω τῆς Χριστιανοῖς πρεπούσης ἐλευθερίας ἑαυτὸν ἀποικίσας, καὶ πρὸς οὐδὲν τῶν μεγάλων κατορθωμάτων γενόμενος χρήσιμος. Εἰ τοίνυν βούλει δεῖξαι σαφῶς ἡμῖν, ὅτι οὐ χαίρεις αἰσχρὰ φθεγγόμενος, μηδὲ ἀκούειν ἀνέχου. Νῦν δὲ πότε δυνήσῃ τοὺς ὑπὲρ τῆς σωφροσύνης ἱδρῶτας ἐνεγκεῖν, κατὰ μικρὸν ὑποῤῥέων ὑπὸ τοῦ γέλωτος καὶ τῶν αἰσχρῶν τούτων ῥημάτων; Καὶ γὰρ ἀγαπητὸν, ἁπάντων τούτων καθαρεύουσαν ψυχὴν, δυνηθῆναι γενέσθαι σεμνὴν καὶ σώφρονα. Καὶ μή μοι λεγέτω τις, 63.600 ὅτι Οὐ δύναμαι σωθῆναι, ἐὰν μὴ ἀποτάξωμαι γυναικὶ, ἐὰν μὴ ἀποτάξωμαι παιδίοις, ἐὰν μὴ ἀποτάξωμαι πράγμασι μὴ γὰρ κώλυμα ὁ γάμος; βοηθός