1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

24

πεποιθώς." Ὁ μὴ ἔχων πρόσωπον εἰς οἶκον Θεοῦ εἰσιέναι Μωαβίτης, πέποιθε τῇ δόξῃ τοῦ αἰῶνος τούτου. -Μετὰ τὴν ἱστορίαν νόησον, ὅτι ἠμέλησεν τὰς νεωτερικὰς ὁρμὰς ἀνακόψαι. 93.708 "Οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον." Πρὸς μὲν ἰστορίαν, Οὐδέποτε, φησὶν, ἀπῳκίσθη, οὐδὲ ἀπώλεσέ τι τῶν ἑαυτοῦ. Πρὸς δὲ διάνοιαν, ἀγγεῖόν φησιν ἐνταῦθα τὸ ποτήριον. Ἔστι δὲ ποτήριον ὀργῆς, καὶ ποτήριον σωτηρίου· οὐκ ἔκλινεν οὖν, φησὶ, τὸ τῆς ὀργῆς ποτήριον εἰς τὸ τοῦ σωτηρίου, ἀντὶ τοῦ, οὐκ ἐξιλεώσατο τὴν θείαν ὀργήν. "Καὶ διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ." Τὸ πικρὸν τῆς ἁμαρτίας γεῦμα· ὀσμὴν δὲ αὐτοῦ φησι τὴν θανατηφόρον. "Καὶ διὰ τοῦτο ἰδοὺ ἡμέραι." Ἐνέμεινε τῇ τροπῇ, φησὶ δὲ αἰχμαλωτίζοντας. "Τὰ κέρατα αὐτοῦ." Τὴν δόξαν αὐτοῦ. "Ἀπὸ Βαιθήλ." Ἐν ᾗ ἔστησε τὰς δαμάλεις ὁ Ἱεροβοάμ. Ἔχει ἀναφορὰν ὁ λόγος κατὰ τῆς διαβολικῆς κακίας. "Πῶς ἐρεῖτε· Ἰσχυροί ἐσμεν;" Ὅτι ἐμεγαλαύχησε κατὰ τοῦ Θεοῦ, καὶ οὐδὲν αὐτὸν ἀδικήσαντας τοὺς Ἰσραηλίτας, τουτέστιν ἡμᾶς, καταπολεμεῖ. "Βακτηρία." Ἡ ἔνδοξος βασιλεία. "Ῥάβδος μεγαλώματος." Ἡ τῆς μεγαλωσύνης ἰσχύς. "Καθημένη ἐν Ἀράρ." Ἐν σήψει, ἐν σαπρίᾳ. "Καὶ ἐπ' οἶκον." Τὴν βασιλικὴν αὐτῶν πόλιν φησίν. -Αὕτη λέγεται ἡ νῦν καλουμένη ∆άφνη. "Κατεάχθη κέρας Μωάβ." Ἀντὶ τοῦ, καὶ ἡ δόξα αὐτοῦ, καὶ ἡ ἰσχὺς αὐτοῦ· χεὶρ γὰρ ἡ πρᾶξις. "Μεθύσατε αὐτόν." Ἐν τῇ ἰσχύϊ αὐτοῦ συντριβήσεται. "Καὶ μὴν εἰς γελοιασμὸν ἦν." Ὅτι καὶ σὺ ἐχλεύαζες τὸν Ἰσραὴλ, ὡς οὐ δι' ἁμαρτίας, ἀλλὰ δι' ἀδυναμίαν τοῦ Θεοῦ αὐτῶν τιμωρούμενον. "Καὶ ἐν κλοπαῖς σου." Κλέπτοντας, φησὶν, εὗρες τὰ σὰ, ὅτι ἐπολέμεις τὸν Ἰσραήλ. Τοῦτο γὰρ ἁρμόσει καὶ κατὰ δαιμόνων, τῶν μηδὲν μὲν προαδικηθέντων, δωρεὰν δὲ ἡμῖν πολεμούντων. "Στόματι βοθύνου." Ἐν σχήματι φάραγγος. - Ἔτι ἀπειλεῖ κατὰ τῆς Μωαβίτιδος, ὡς εἰς αὐτὸν ἐξυβρισάσης τὸν Θεὸν διὰ τοῦ λέγειν· Οὐκ ἰσχύει σώζειν ὁ Θεὸς τὸν Ἰσραήλ. "Οὐχὶ τὸ ἱκανόν;" Οὐχ ὡς προσδοκῶν, ὅτι ἀνταπόδοσίς ἐστιν, οὕτως ἔπραξεν, ἢ οὕτως; οὐ πᾶσαν τὴν ἑαυτοῦ δύναμιν εἰσήνεγκεν εἰς τὴν κατ' ἐμοῦ ὕβριν; "Βοήσατε ἐπ' ἄνδρας κειράδας αὐχμοῦ." Ἐπὶ τοὺς κεκαλλωπισμένους ἄνδρας τῆς Μωαβίτιδος· αὐχμώδης γὰρ ἡ χώρα. Ἢ οὕτως, ἐπὶ τοὺς ὀφείλοντας αὐχμώδεις εἶναι, καὶ πενθεῖν διὰ τὰς ἁμαρτίας· κειρομένους δὲ καὶ τρυφῶντας διὰ καταφρόνησιν. "Ὡς κλαυθμὸν Ἰαζὴρ ἀποκλαύσομαι." Ὡς τὴνἸαζὴρ, φησὶν, οὕτως καὶ τὴν Σεβαμὴν ποιήσω. Ἀμπέλων δὲ ἐμνήσθη, διὰ τὸ τοὺς πολεμίους δῃοῦν τοὺς καρπούς. 93.709 "Κλήματά σου διῆλθε θάλασσαν." Ὑπὸ τοῦ πλήθους τῶν πολεμίων κατεκλείσθησαν. "Πόλις Ἰαζήρ." Ὁ αὐτὸς τρόπος ὁ ἁψάμενος Ἰαζὴρ,καὶ σοῦ ἥψατο. "Συνεψήσθη." Συνεκόπη, φησὶ, χαρὰ τῆς Μωαβίτιδος. Ἅμα γὰρ τυχὸν ἤρχοντο εὐφραίνεσθαι, ἐπετίθετο ἡ ὀργή. "Καὶ οἶνος ἦν." Ἀλλ' οὐδὲ οἶνος, φησὶν, ἀποστάζων ἐκ τῆς σταφυλῆς τῆς ἀποτεθείσης ἐν τῷ ληνῷ, ἔφθασε πατηθῆναι· ἅμα γὰρ ἤρχοντο πατῆσαι, καὶ ἡ ἀκοὴ τῶν πολεμίων ἀνέκοπτεν αὐτούς. "Πρωῒ οὐκ ἐπάτησαν." Ἀντὶ τοῦ ξηρανθήσονται· θεήλατον δέ φησιν ὀργήν. "∆ιὰ τοῦτο καρδία τοῦ Μωὰβ, ὥσπερ αὐλοί." Ὁ αὐλὸς ὑπὸ τῆς βίας τοῦ πνεύματος ἑτέρου φυσῶντος βοᾷ. Βιαζόμενοι τοιγαροῦν ὑπὸ τῶν πολεμίων βοήσουσι, κἀγὼ δὲ ὑπὸ τῆς ἑαυτῶν ὕβρεως συνωθούμενος κεκράξομαι ἐπ' αὐτούς. "Πῶς κατήλλαξε;" Ἀντὶ τοῦ, πως ἀντεστράφη; "Ἰδοὺ ὡς ἀετός." Ἀετῷ παρείκασε τὸν Ναβουχοδονόσορ καὶ Ἰεζεκιὴλ διὰ τὸ σφοδρὸν τῆς ὁρμῆς, καὶ τοῦ κινδύνου τὸ ἄφυκτον, μηδὲν εἰς τοῦτο τῶν ὀχυρωμάτων συναιρομένων, πάσης δὲ γιγνομένης μετὰ πλείστου δέους ἐκλύσεως, γυναικὸς δίκην μελλούσης τίκτειν ΚΕΦΑΛ. ΜΘʹ. "Τοῖς υἱοῖς Ἀμμών." Ἀμμανίταις, ἀπὸ τοῦ Ἀμμὰν ὄντες. "Ἢ παραληψόμενος." Παραληψόμενος, ἀντὶ τοῦ, κληρονόμος, φησίν. Οὐκ ἔστιν ἐν υἱοῖς Ἰσραὴλ ὁ ὀφείλων κληρονομῆσαι τὰς πόλεις τῆς φυλῆς τοῦ Γαλαὰδ ὅτι ταύτας εἰλήφασιν οἱ Ἀμμανῖται. "∆ιατί παρέλαβε Μελχόλ;" Μελχὸλ καὶ εἴδωλον, καὶ βασιλεὺς Ἀμμανιτῶν οὕτω καλούμενος. Ῥαββὰθ, πόλις Ἀμμανιτῶν. "Περιζώσασθε σάκκους." Ταῖς πόλεσι τῶν Ἀμμανιτῶν παρεγγυᾷ τὰς ἀλλήλων ὀλοφύρεσθαι συμφοράς. "Τί ἀγαλλιᾶσθε;"