"Πνεῦμα Κυρίου ἐπ' ἐμὲ," καὶ τὰ ἑξῆς. Ἐνόμισαν γὰρ αὐτὸν ἐξισοῦν ἑαυτὸν τοῖς προφήταις, καὶ τῆς πόλεως αὐτὸν ἐκβάλλουσι· καθ' ἑαυτῶν μᾶλλον τὴν δίκην ὁρίζοντες, καὶ βεβαιοῦντες τὸ ὑπὸ τοῦ Σωτῆρος εἰρημένον· ἐκπεπτώ κασι γὰρ αὐτοὶ τῆς ἄνω πόλεως, τὸν Χριστὸν μὴ προσδεξάμενοι. Ἵνα δὲ μὴ μόνον ἐλέγξῃ δυσσεβή σαντας μέχρις ἐπιχειρημάτων, συγκεχώρηκε προελ θεῖν τὰ καθ' ἑαυτοῦ τολμήματα· τῶν μὲν γὰρ ἄκριτος ἦν ἡ ὁρμὴ, καὶ ὁ φθόνος ἀτίθασσος· μέχρι γοῦν 72.545 ὀφρύος τοῦ ὄρους ἀποκομίζοντες, κρημνῶν ἐνιέναι ἐπεχείρουν. "Ὁ δὲ διεξῄει διὰ μέσου αὐτῶν," οὐδ' ὅσον εἰπεῖν λόγον τινὰ θέμενος τῆς ἐπιβουλῆς αὐτῶν· οὐ τὸ παθεῖν φεύγων, διὰ τοῦτο γὰρ καὶ ἐλήλυθεν, ἀλλὰ καιρὸν ἀναμένων ἐπιτήδειον· ἀρχὴ γὰρ νῦν τοῦ κηρύγματος, καὶ ἄκαιρον ἦν τὸ παθεῖν, πρὶν ἢ κηρύξαι τὸν λόγον τῆς ἀληθείας. Ἦν γὰρ ἐπ' αὐτῷ τὸ παθεῖν καὶ τὸ μὴ παθεῖν, καὶ Κύριος ἦν τῶν καιρῶν καὶ τῶν πραγμάτων· τοῦτο τεκμήριον τοῦ, καὶ ὅτε ἔπαθεν, ἑκόντα πεπονθέναι, καὶ ὡς οὐκ ἂν ἔπαθεν, εἰ μὴ ἑαυτὸν ἐπέδωκεν. Καὶ κατῆλθεν εἰς Καπερναοὺμ, πόλιν τῆς Γα λιλαίας. (A f. 80 b, E f.114, H f. 246) Οὓς οὐ μεθίστησι λόγος πρὸς τὸ εἰδέναι σαφῶς τίς ὁ φύσει καὶ ἀληθῶς ἐστι Θεὸς καὶ Κύριος, τούτους σαγηνεύει πρὸς τὸ εὐήνιον ἡ τῶν σημείων ἐπίδειξις. Χρησίμως οὖν καὶ ἀναγκαίως προσεπάγει πολλάκις ταῖς μυσταγωγίαις τὰς μεγαλουργίας· ἄπιστοι μὲν γὰρ οἱ τῆς Ἰουδαίας οἰκήτορες, καὶ τοὺς τῶν καλούντων εἰς σωτηρίαν ἀτιμάζοντες λόγους, μάλιστα δὲ πάντων οἱ ἀπὸ τῆς Καπερναούμ· ᾐτιᾶτο γοῦν αὐτὴν ὁ Κύριος λέγων· "Καὶ σὺ, Καπερναοὺμ, ἡ ἕως οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾅδου καταβιβασθήσῃ." Ἀλλὰ καίτοι γινώσκων, ὡς ἀπειθεῖς τε καὶ σκληροκάρδιοι, προσέβαλε μὲν αὐτοῖς ὥσπερ ἰατρὸς ἄριστος τοῖς εἰς ἐσχάτην πε σοῦσι νόσον, πειρᾶται δὲ ἀπαλλάττειν τοῦ κακοῦ· φησὶ γὰρ αὐτὸς, ὅτι "Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαί νοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες." Ἐδίδασκε τοίνυν ἐν συναγωγαῖς ἐν πολλῇ παῤῥησίᾳ· τοῦτο γὰρ καὶ διὰ φωνῆς Ἡσαΐου προηγόρευσεν λέγων· "Οὐκ ἐν κρυφῇ λελάληκα, οὐδ' ἐν τόπῳ γῆς σκο τεινῷ." Ἀλλὰ καὶ τοῖς ἁγίοις ἀποστόλοις ἐν παῤ ῥησίᾳ πολλῇ τοὺς περὶ αὐτοῦ ποιεῖσθαι λόγους προσ έταττε, λέγων· "Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, καὶ ὃ εἰς τὸ οὗς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων." Καὶ ἐν Σαββάτῳ ὅτε ἤργουν, διελέ γετο αὐτοῖς. Τεθαυμάκασι τοίνυν τῆς μυσταγωγίας τὴν δύναμιν, καὶ τὸ τῆς ἐξουσίας μέγεθος· ἦν γὰρ ἐν ἐξουσίᾳ, φησὶν, ὁ λόγος, οὐ κολακευτικὸς, ἀλλὰ προτρεπτικὸς εἰς σωτηρίαν. Ἰουδαῖοι μὲν γὰρ οὐδὲν ἕτερον ἐνόμιζον εἶναι Χριστὸν, πλὴν ὅτι καθ' ἕνα τῶν ἁγίων, καὶ ἐν τάξει προφήτου παρελθεῖν εἰς μέσον. Ἵνα δὲ μείζονα τὴν περὶ αὐτοῦ δόξαν τε καὶ ὑπόνοιαν ἔχωσι, τὸ προφητικὸν ἐκβαίνει μέτρον· οὐ γὰρ εἴρηκέ ποτε· Τάδε λέγει Κύριος, καθάπερ ἀμέλει κἀκείνοις ἦν ἔθος, ἀλλ' ὡς τοῦ νόμου Κύριος, τὰ ὑπὲρ νόμον ἐλάλει. Ἔλεγε γοῦν ὁ Θεὸς διὰ Ἡσαΐου· "Καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια ∆αβὶδ τὰ πιστά. Ἰδοὺ μαρτύριον ἐν ἔθνεσι δέδωκα αὐτὸν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν." Ἔδει γὰρ οἰκέτην μὲν ὄντα Μωϋσέα, τῆς μὴ μενούσης σκιᾶς γενέσθαι διάκονον· ἐξαγγελέα δὲ τῆς διηνεκοῦς καὶ μενούσης λατρείας τὸν αἰώνιον, φημὶ δὴ τὸν Χριστόν. Τίς δὲ ἡ αἰώ νιος διαθήκη; Τὰ ἱερὰ θεσπίσματα τοῦ ἐκ σπέρ ματος ∆αβὶδ κατὰ σάρκα Χριστοῦ· τὰ ὁσιουργὰ καὶ πιστοποιά· καθάπερ καὶ ὁ τοῦ Θεοῦ φόβος, ἁγνὸς ὡς 72.548 ἁγνοποιός· καὶ τὸ εὐαγγελικὸν ῥῆμα, ζωὴ, ὡς ζωο ποιόν. "Τὰ ῥήματα γὰρ, φησὶ, ἃ ἐγὼ ἐλάλησα ὑμῖν, πνεῦμά ἐστι καὶ ζωὴ," τουτέστι πνευματικὰ καὶ ζωοποιά. Πλὴν ἄθρει τῆς προφητείας τὸ ἀκριβές· εἰπὼν Ἡσαΐας ὡς ἐκ προσώπου τοῦ Θεοῦ καὶ Πα τρὸς περὶ τοῦ Χριστοῦ, ὅτι "Ἰδοὺ μαρτύριον τοῖς ἔθνεσι δέδωκα αὐτὸν," διαμαρτυρούμενον ὥσπερ ὡς δεκτὰ καὶ ταῦτα γεγόνασι, ἵνα μή τις ἕνα τῶν ἁγίων προφητῶν ὑπάρχειν αὐτὸν ὑποτοπήσειεν, εἰδείη δὲ μᾶλλον πᾶς ὁστισοῦν, ὡς τῇ τῆς κυριότητος διαπρέπει δόξῃ· Θεὸς γὰρ ὢν