25
μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ' αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ προσπλέκεται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή· οὔτε γὰρ ὁ φόνος ἐστὶν ἡ οὐσία οὔτ' αὖ πάλιν ἡ μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν· ἀλλ' ὥσπερ ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ὁ ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ὁ ἰατρός, τῆς οὐσίας οὔτ' ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς, ἀλλ' ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ' ὧν οὕτως ὀνομάζεσθαι δοκεῖ οὐδ' ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν οὐδ' ὁπότερον οὖσαν αὐτῶν. 7.22.31 καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ' αἱ ἐνέργειαι αὐτοῦ, ἀφ' ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. 7.22.32 εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ ταῦτ' ἐστὶν αὐτός, ταῦτα δ' ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ 7.22.33 τοῦ εἶναι καὶ τοῦ μηκέτ' εἶναι αἴτιοι. εἰ δὲ ταῦτα ἐνεργείας αὐτοῦ φῄς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὧν ἐστιν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν ἡ οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς 7.22.34 ὁ ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ κακός, ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἰ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακὸς οὐδὲ ἀγένητα τὰ κακὰ τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι. 7.22.35 Τὸν μὲν πρὸς τὸν ἑταῖρον, ὦ φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς· ἐξ ὧν γὰρ προὔλαβε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει ὁ θεός, 7.22.36 ποιότητες δὲ τὰ κακά, τῶν κακῶν ἔσται ποιητὴς ὁ θεός. οὗτος μὲν οὖν ὁ λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. καὶ γὰρ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ 7.22.37 ὕλη διαγραφόμενος, ὅπερ ἐστὶν ποιότητος εἶδος. ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. ἐμοὶ γὰρ ἡ ὕλη ἀνάρχως ποιότητας ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν ὁ μὲν θεὸς ἀναίτιος ᾖ, τούτων δὲ ἁπάντων ἡ ὕλη αἰτία. 7.22.38 Τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, ὦ φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἁπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις, ἀλλ' ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐδὲ γὰρ εἰ ὁ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει, ἀλλ' εἴ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, τοῦτο λέξει· παρ' ὃ δυοῖν θάτερον ἔσται· ἢ γὰρ καὶ πρὸς ὃ κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφελη7.22.39 θήσεται, ἢ τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ' οὕτως ἔχει, τίνος ἔσται ποιητὴς ὁ θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτην 7.22.40 φαμέν· εἴτ' αὖ πάλιν ποιοτήτων, καὶ ταύτας ὑπάρχειν. οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν. ἵνα δὲ μὴ ἐμαυτῷ κατασκευάζειν τινὰ δόξω λόγον, ἀπόκριναι νῦν ἐρωτώμενος, τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ