τέχνην εἰς τὸ πᾶν συστείλας ἀφίησι τὸ σκάφος προσαραχθῆναι σκοπέλῳ καὶ κατὰ βυθοῦ δῦναι αὐτῷ φόρτῳ καὶ ἀνδράσιν. Οὕτω καὶ φύλαξ τελεσφόρου ἀμπέλου, καθάπαξ ἀποστυγῶν τὸν δεσπότην κατὰ μῖσος τέλειον, 80 βοτρύων μὲν ἴσως ἅπτεται εἰς οὐδέν, συχνὰ δὲ πῇ μὲν κάτω περιοδεύει, πῇ δὲ τοῦ σκοπευτηρίου γίνεται, καὶ ὧδε καὶ ἐκεῖ περιβλεπόμενος φαντάζει ἐπιμέλειαν, ὁρῶν δὲ τὴν τοῦ φραγμοῦ σύμπηξιν καὶ τὴν ἐπ' αὐτῷ τάφρον ἐπιβουλευσάμενά ποθεν οὐκ ἀποκωλύει, ἀλλ' οἷα καὶ ἀπονυστάζων διάκειται, ἀνύων μὲν οὕτω τὸ κατὰ τοῦ κτησαμένου τὴν ἄμπελον βλάβος, μελετῶν δὲ ὀμεῖσθαι τοῖς αἰτιωμένοις ὡς οὔτε φεύγοι τοῦ ἀμπελῶνος οὔτε κεκλόφοι οὔτ' ἀποδοίη, ἀφιεὶς δὲ τὸ οὐδὲ μὴν ἀμελήσοι, ὃ τὴν ἄμπελον ἀπηχρείωσε. Ταῦτα δὴ τὰ καὶ τῷ ∆αυῒδ ἐμφαινόμενα, δι' ὧν οὐ μόνον ὁ Ἀνδρόνικος ψέγοιτ' ἂν, δύσνουν ἑαυτῷ ἄνδρα καὶ βαθὺν πονηρεύσασθαι τηλικούτοις ἐπιστήσας πράγμασιν, ἀλλὰ καὶ ὁ ∆αυῒδ ἀπελέγχοιτο μὴ ἂν ἔχειν διεκφυγεῖν γραφὴν τοῦ προδοῦναι. Ἀνακεφαλαιώσασθαι γὰρ τὸ ἐπιχειρηθέν, οὔτε κυβερνήτης καραδοκῶν, εἴπερ ὁρμισθείη, ἀποβαλέσθαι τὴν κεφαλὴν κατὰ τὸν δυστυχῆ σωτῆρα τοῦ Ξέρξου, ὀκνήσοι ἂν ῥαχίαις φθάσας προσαράξαι τὸ σκάφος, κύμασιν ἐκδούς, εἴ πως ἐκκολυμβήσας μόνος περιγενήσεται, καὶ ἀμπελῶνος δὲ φύλακα δαπανᾶν μὲν τὸ πιστευθὲν οὐκ εἰδότα, χόλῳ δὲ τῷ κατὰ τοῦ δεσπότου ἀφιέντα κλέπτεσθαι καὶ θηρίοις βλάπτεσθαι, οὐκ ἂν νοσφιζοίμην λέγειν προδοῦναι τὴν ἄμπελον. Ὢ οἷον κακόν, ὦ Ἀνδρόνικε, μεγίστοις ἔργοις καὶ κίνδυνον δεινότατον ἐπισυρομένοις, εἴπερ ἀμεληθεῖεν, ἕνα τινὰ μόνον εἰς αὐτοκράτορα κεφαλὴν ἐφιστᾶν, καὶ αὐτὸν δὲ οὔτε λίαν ἐπιστήμονα τοῦ δρᾶν καὶ ὕποπτον δέ. Ὦ Ἐπιμηθεῦ βασιλικέ, οἷον ἡμᾶς διέθου κακόν. Ὦ ἀλυσιτελὴς ὑστεροβουλία, ὦ δυσανακλήτου καλοῦ ἀκίχητα ἐπιδίωξις. Ὦ εἰκαῖος ἐκεῖνος μετάμελος. Οὐκ ἔσχε γὰρ εἰς τέλος τὰ τοῦ ∆αυῒδ οὐδὲ τὸν βασιλέα λαθεῖν. ∆ιὸ καὶ ἐξέστειλε μὲν ἐκεῖνος τὸν εἰς μνήμην ἤδη γραφικὴν ἀποτεθειμένον παρακοιμώμενον οὐ μόνον ἐπὶ ἀμύνῃ τῆς πόλεως, ἀλλὰ καὶ ὡς ἄν, φασίν, ὑπελθὼν δεξιῶς ἀμύνηται τὸν ἀπατεῶνα ∆αυῒδ εἰς ὄλεθρον· ἤδη γὰρ κατέγνω τὸν ἄνδρα καὶ ὁ βασιλεὺς ὀψιμαθέστερον οἷα βυσσοδομεύων ἦν. Ἐκρήτιζε δὲ ἄρα πρὸς Κρῆτα ἐκεῖνος καὶ τὸν ὕπουλον Ἄργον τὸν ∆αυΐδ, ἀνυστάκτοις τά γε εἰς πονηρίαν ὄμμασι βλέποντα, οὐκ ἔσχεν ἀψοφητὶ δι' Ἑρμοῦ ἐκείνου εὐπτέρου βαλεῖν καὶ καταβαλεῖν, ἀλλὰ προαισθόμενος ὁ ∆αυΐδ, φθάνει ἐπιτεμὼν τὸν καιρὸν τοῦ ἡμετέρου κακοῦ ὡς εἰς καλὸν ἑαυτῷ καὶ οἷον ὑποδὺς βυθὸν κατὰ λάρον, ὃς ὑποπτήξας ἁλιαίετον βυθισθείη, ἐξέφυγε τὸν ἀγκυλοχείλην Ἀνδρόνικον Ἀνδρόνικος ἀποβὰς αὐτὸς κατ' ἐκείνου τοῦ γαμψώνυχος. Ἑσπέρας γὰρ ἦλθεν ὁ παρακοιμώμενος καὶ αὔριον ἕωθεν ἀπολώλαμεν, διοικονομησαμένου τοῦ ∆αυῒδ μήτ' ἔνδον ἰδεῖν ὃν ἐδεδίει, μήτε μὴν ἔξωθεν ἐπικουρίαν γενέσθαι ἡμῖν ἐπὶ 82 σωτηρίᾳ μὲν τῶν ἄλλων, βλάβῃ δὲ αὐτοῦ, ἣν ἔπαθεν ἄν, σεσωσμένης τῆς πόλεως. Οὕτως ὁ ∆αυΐδ, κυνηγετούμενος ὑπὸ τοῦ Ἀνδρονίκου, ἐμηχανᾶτο μὴ πεσεῖν ὑπὸ ἄγραν ἐκείνῳ, παρ' οὐδὲν μὴ ὅτι γε τὴν καλὴν Θεσσαλονίκην, εἰ μόνον περισωθείη αὐτός, ἀλλ' οὐδὲ τὸν πάντα κόσμον τιθέμενος. Οὐκοῦν ἡμέραι συχναί, αἱ μὲν πρὸ τοῦ σφοδροῦ πολέμου, αἱ δὲ κατὰ τὴν τούτου ἀκμήν, καὶ οὐδεὶς ἐκεῖνον εἶδεν οὔτε ἐν ὅπλοις δεινοῖς δύναντα οὔτε ἵππου εὐγενοῦς ἐπιβάντα, ἡμίονος δὲ ὤχει αὐτὸν ἀπὸ βράκας καὶ πεδίλων νεωτερικῶν. Ἔσκεπε δὲ καὶ τὴν κεφαλὴν ἰβηρικώτερον ἔκφυλος πῖλος ἐρυθρός· βάρβαροι ἐκεῖνον καὶ τεχνῶνται καὶ καλοῦσιν ᾗ φιλοῦσι, πολύπτυχον μὲν καὶ οὕτω συνεσταλμένον κάτω τὴν λοιπὴν περίθεσιν, τὰ δὲ περὶ πρόσωπον εὐρυνόμενον καὶ πρηνεύοντα ἐς ἱκανὸν κατὰ ἡλίου, ἵνα καὶ οὕτω τὸν στρατιώτην ἀπολέγοιτο τρυφερευόμενος ἀνηλίαστα. Ἑορτὴ φιληδεῖ τοιούτοις ἀνδράσι· πανήγυρις οἶδε τοιούσδε στολμούς· νυμφίος ἂν οὕτω θρύπτοιτο ἁβρυνόμενος. Τόξον δ' ἐκεῖνος εἴ που καὶ χειρισθείη, πειρᾶσθαι εἶπες ἂν αὐτὸν ἐκείνου κατὰ τοὺς ὠνουμένους, ὅπως ἂν ἔχοι τοῦ τείνεσθαι. Κατὰ δέ γε τὴν ἀκρόπολιν λέγεται ὀϊστὸν ἕνα κατὰ τῶν ἐκεῖ