1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

25

ἐγγενῆ σοι καὶ χθονὸς τῶν Αὐσόνων. Ἀλλ' ἀπίωμεν τάχιον· μή σοι δέος. Ἐρεῖς δέ· μύσται τοῦδε νυκτέρῳ ποδί, λαθόντες ὄμμα τοὐμόν, ἦραν τὸν νέκυν. {ΚΟΥΣΤΩ∆ΙΑ} Ἰώ μοι· ἰώ, αἲ αἴ· {ΠΙΛΑΤΟΣ} Τίς ἐστιν ὃς θρηνῶν γοῶν τ' ἔξω στένει; {ΑΡΧΙΕΡΕΙΣ} Φάλαγξ φυλάκων τοῦ κατακρίτου νεκροῦ, ἄναξ, πάρεστι καὶ φόβῳ πολλῷ στένει. {ΠΙΛΑΤΟΣ} Εἰς καιρὸν ἥκει, καίπερ ἐμφαίνουσά τι· τί γὰρ τί θρηνοῦσ' ἀλαλάζει καὶ στένει; τίνος θ' ἕκητι τὸν φόβον φέρει; λέγε. {ΑΡΧΙΕΡΕΙΣ} Αὐτοὶ παρόντες τοὺς λόγους ποιησάτων. {ΚΟΥΣΤΩ∆ΙΑ} Μύσται γάρ, ἄναξ, τοῦδε νυκτέρῳ ποδί, λαθόντες ὄμμα τοὐμόν, ἦραν τὸν νέκυν. {ΠΙΛΑΤΟΣ} Πῶς, ὦ μέγιστα πήματ' ἐξειργασμένοι, μύσται μολόντες εἰς τάφον γ' εἰσῄεσαν, ὑμᾶς λαθόντες, καὶ νέκυν ἀφήρπασαν; κοὔτ' εἰσιόντας πρὸς τάφον συνήκατε, οὔτ' ἐξιόντας; Τῶνδε τίς τίσει δίκην πλὴν σοῦ; σὲ γὰρ φύλακά φημ' εἶναι τάφου· ὄφλειν τ' ἔθηκας τοῖς βροτοῖς γέλωτά με, πρὸς αἰσχύνῃ δὲ καὶ δίκην τίσω φόνου. Κλέπται σ' ἔλαθον, ἐγγελῶντες πολλά μοι; τίς γὰρ πρόφασις τοῦ νεκρὸν κλέψαι δέμας; πῶς δ' ἂν ἐτόλμων, φυλάκων τόσων μέσον, οὕς φασι καὶ φῶς λαμπάδων πυρὸς φέρειν, καὶ τῶνδ' ἄνευ δὲ πανσέληνος νὺξ τρέχει, ἐλθεῖν τρέμοντας καὶ κυλίσαι τὸν λίθον, ὃν ἀπονητὶ στρατὸς οὐκ ἔθηχ' ὅσος, τέθεικέ τε σφραγῖδας ἐκτὸς τοῦ λίθου ἰλαδὸν ὑμῖν καὶ χορὸς πρεσβυτέρων; Οὐκ οἶδα μύστας, οὓς νέκυν κλέψαι λέγεις· σὺ τοῦτ' ἔδρασας, οὐδὲν ἂν δεξαίμεθα· γνώμην δ' ἀφαιρῇ τὴν ἐμήν, πλέκων λόγους. Ἀλλ' οὖν μακροῦ σοι καὶ σοφοῦ δέει λόγου, ὅτῳ με πείσεις μὴ λέγειν ψευδηγόρως. Οὐ γὰρ μένουσι τῆς ἀληθείας λόγοι· ἀλλὰ τρέπουσι τοὺς λόγους βουλεύματα, οὐδ' ἐμμένουσιν οἱ λόγοι βουλεύμασιν. {ΚΟΥΣΤΩ∆ΙΑ} Ὀρθῶς, ἄναξ, εἴρηκας, ὡς τὸ δρᾶμ' ἔχει· ἐγὼ γὰρ ὄμμ' ἄγρυπνον εἶχον εὐφρόνῃ κοὔτ' ἔβρισ' οὔτ' ἐκοίμισ', οὐ νὴ σὴν κάραν, εἶδόν τε πάντα καὶ δραμὼν ἦλθον λέγων. Κἀγὼ μὲν ἦν πρόθυμος ἔννυχος δραμεῖν καὶ σοὶ τὸ πᾶν εἰπεῖν τε καὶ φυγεῖν δίκην· ἀλλ' οἱ σοφοί γε καὶ τὸ θεῖον εἰδότες μεῖναί μ' ἔπεισαν ἡμέρας λαμπρὸν φάος· οὐ γὰρ φαεννοί με ξυνέσχον ἡλίου λαμπτῆρες, ἀλλ' ἔδραμον ἐς σφᾶς αὐτίκα καὶ σφίσιν εἶπον πᾶν ὅραμ' ἄκουσμά τε· οἵδ' οὐ μένουσι τοῖς ἐμοῖς ὀρθῶς λόγοις. {ΠΙΛΑΤΟΣ} ∆έδοικα, φάλαγξ, μὴ μάτην ψευδηγορῇς. Μύσται γὰρ ἢν ἔκλεψαν, οὐκ ἴσμεν τορῶς· καὶ γὰρ ὕποπτόν ἐστι κάρτ' ἐμῇ φρενί· τί γὰρ ἐναργὲς τοῦδ' ἐρεῖς τεκμήριον; {ΑΡΧΙΕΡΕΙΣ} Ἄναξ, ταχύνεις, πρὶν μαθεῖν τὸ δρώμενον. Ὁ κλὼψ ἐν ὄρφνῃ παντὶ πάμμεγα σθένει. Ἀλλ' ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ, ὡς ἄν τις αὐτῶν καὶ ταχύπους τυγχάνων φάλαγγ' ὑπερβὰς νυκτὸς ἐν καταστάσει, ὡς ἐν βρόχοισι δέσμιος λελημμένος, πληγαῖς χαραχθείς, ἐκμάθῃ τὸ πρακτέον. Αἰσχρὸν γὰρ ἡμῖν καὶ πρὸς αἰσχύνῃ κακόν, θεοῦ διδόντος, ἀνιῶντας ἀπόνως λαθεῖν ἐᾶσαι δρᾶμα δράσαντας τόσον. {ΠΙΛΑΤΟΣ} Οὐκ οἶδα τοὺς σοὺς οὓς νεκροῦ φῶρας λέγεις, οὐκ οἶδ'· ὕποπτόν ἐστιν, ὕποπτόν γ' ἐμοί. Πῶς γὰρ ἂν οἱ φεύγοντες ἔκλεψαν νέκυν, ὃν ζῶντα κατέλιπον ἐν πολλῷ φόβῳ; Οὔτ' οὖν φάλαγξ ὕπνωσεν ὕπνον ἐς τόσον καὶ τῆς φυλακῆς τοῦ τάφου κατεφρόνει, οὔθ' οἵδε γ' ἐξήμαρτον ἀτόλμῳ θράσει, οὓς κατασεῖσαι καὶ θεραπαίνης ὄπα ἔκλυον, ὥς μιν ἀπανήνασθαι φόβῳ. {ΑΡΧΙΕΡΕΙΣ} Ὁ πάνθ' ἑδραῖος, νῦν κλονῇ τῇ καρδίᾳ καὶ ταῦτα κλύων πάνθ' ὑποπτεύεις μάτην. Εἴθ' ἦσθ' ἀνὴρ πρόβουλος, ὡς δρᾶσαι χερί· ἀλλ' οὐ γὰρ αὑτὸς πάντα δύνασθαι βροτῶν πέφυκεν· ἄλλῳ δ' ἄλλο δίδοται γέρας· σοὶ μὲν μάχεσθαι, τοῖσδε δ' αὖ κρύπτ' εἰδέναι· ὃς νῦν πυρὸς λαμπτῆρας ἐξήρθης κλύων κλέψαι τ' ἀπιστεῖς τοὺς ὀπαδοὺς τὸν πλάνον. Ἁπλοῦς ἐπ' ἐχθροῖς μῦθος ὁπλίζειν χέρα. {ΠΙΛΑΤΟΣ} Στρατὸν σὺ κλέψας κἀμὲ πειρᾷ συστρέφειν. Σὺ πάντ' ἔδρασας· καὶ τὰ λοιπὰ σὺ σκόπει. {ΑΡΧΙΕΡΕΙΣ} Σὺ γοῦν νόμιζε ταῦτ', ἐπείπερ σοι δοκεῖ, πράττειν ἔχοντι καὶ λέγειν μέγα σθένος. {ΑΓΓΕΛΟΣ} Τοιαῦτα μαθὼν ἀνόμων τολμήματα τὴν νεκρέγερσιν κατορυσσόντων δόλῳ, ἔδραμον, ὦ δέσποινα, νῦν σοι μηνύσαι. Μὴ γοῦν ἀπίστει· πάντ' ἀληθῶς γὰρ κλύεις, καὶ πᾶσαν οἶμαι τὴν πόλιν φάμαν φέρειν. Κουστωδίας γάρ τινες ἐκφέρουσί