25
σοι δέδοται ἡ γυνή· μὴ γὰρ ἐπίβουλος; Οὐχὶ φαῦλος ὁ γάμος, ἀλλὰ κακὸν ἡ πορνεία. Ἐγὼ τῷ ἐμῷ κινδύνῳ ἐγγυῶμαί σοι τὴν σωτηρίαν. Εἰ δὲ φαύλη ἐστὶ, μὴ προφασίζου· καὶ γὰρ ἡ γυνὴ τοῦ Ἰὼβ πονηρὰ ἦν καὶ φαύλη, καὶ βλασφημεῖν αὐτῷ συνεβούλευε. Τί οὖν; ἔσεισε τὸν πύργον; κατήνεγκε τὸν ἀδάμαντα; περιεγένετο τῆς πέτρας; Οὐδαμῶς· ἀλλ' ἐκείνη προσέκρουσε, καὶ ὁ πύργος ἀσφαλέστερος ἐγένετο· ὁ καρπὸς ἐτρυγήθη, καὶ τὸ δένδρον οὐκ ἐσαλεύθη· τὰ φύλλα ἔπεσε, καὶ ἡ ῥίζα ἔμεινεν ἀσάλευτος. Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινὸς, οὕτως οὐδὲ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρων διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὔτε παρὰ ἀνθρώποις, οὔτε παρὰ Θεῷ, κἂν μυριάκις τὴν τῆς φύσεως ἐπιθυμίαν προβάλληται. Ποία γὰρ ἐκ τῆς τοιαύτης ἐπιθυμίας γένοιτο ἂν ἡδονὴ, ὅταν φόβος παρῇ καὶ ἀγωνία καὶ κίνδυνος καὶ δικαστηρίων φόβος καὶ εὐθυνῶν, καὶ δικαστοῦ θυμὸς λογίζεται καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀπαγωγή; Ὁ γὰρ τοιοῦτος καὶ τὰς σκιὰς καὶ τοὺς τοίχους καὶ αὐτοὺς τοὺς λίθους καθάπερ φωνὴν ἀφιέντας, οὕτως ὑφορᾶται καὶ ὑποπτεύει, καὶ πάντα τρέμει καὶ δέδοικε, καὶ τῇ προσδοκίᾳ τῶν τοσούτων δεινῶν τὴν ψυχὴν καταδάκνεται. Ὥστε οὐχὶ κώλυμα ὁ γάμος, ἀλλὰ ἀσφάλεια μᾶλλον τῆς σωφροσύνης ἐστί. Τοσοῦτον γάρ ἐστιν ἡ παρθενία πρᾶγμα, καὶ τοσούτου δεῖται πόνου, ὅτι κατελθὼν ἐξ οὐρανοῦ ὁ Χριστὸς, ἵνα τοὺς ἀνθρώπους ἀγγέλους ποιήσῃ, καὶ τὴν ἄνω πολιτείαν ἐνταῦθα καταφυτεύσῃ, οὐδὲ τότε ἐθάῤῥησεν ἐπιτάξαι τοῦτο οὐδὲ εἰς νόμου τάξιν ἀγαγεῖν· ἀλλ' ἀποθνήσκειν μὲν δι' αὐτὸν ἐνομοθέτησεν, οὗ τί βαρύτερον γένοιτ' ἄν; καὶ σταυροῦσθαι διηνεκῶς, καὶ τοὺς ἐχθροὺς εὐεργετεῖν· παρθενεύειν δὲ οὐκ ἐνομοθέτησεν, ἀλλ' ἀφῆκεν ἐν τῇ τῶν ἀκουόντων κεῖσθαι προαιρέσει, εἰπὼν, Ὁ δυνάμενος χωρεῖν, χωρείτω. Καὶ γὰρ μέγας ὁ ὄγκος τοῦ πράγματος, καὶ σφόδρα ἀποκεκρυμμένον τοῦτο τῆς ἀρετῆς τὸ χωρίον. Καὶ τοῦτο δηλοῦσι καὶ οἱ ἐν τῇ Παλαιᾷ πολλὰ κατορθώσαντες. Καὶ γὰρ Μωϋσῆς ἐκεῖνος ὁ μέγας, τῶν προφητῶν τὸ κεφάλαιον, ὁ γνήσιος τῷ Θεῷ φίλος, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὡς ἑξακοσίας χιλιάδας γενομένας ὑπευθύνους κολάσει ἐξαρπάσαι θεηλάτου πληγῆς, ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, θαλάττῃ μὲν ἐπέταξε, καὶ πέλαγος ἔσχισε, καὶ πέτρας διέῤῥηξε, καὶ ἀέρα μετέβαλε, καὶ τὸ Νειλῷον ὕδωρ ἐς αἷμα μετέστησε, καὶ πᾶσαν τὴν κτίσιν μετεστοιχείωσε, καὶ μυρία ἕτερα ἐπεδείξατο θαύματα, καὶ ἀρετῆς πολλὰ κατορθώματα· πρὸς δὲ τοὺς ἀγῶνας τούτους οὐδὲ ἀντιβλέψαι ἴσχυσε, ἀλλ' ἐδεήθη γάμου καὶ τῆς ἐντεῦθεν ἀσφαλείας· καὶ οὐκ ἐτόλμησεν εἰς τὸ τῆς παρθε 63.601 νίας πέλαγος ἑαυτὸν ἐκδοῦναι, τὰ ἐκεῖθεν κύματα δεδοικώς. Καὶ ὁ πατριάρχης δὲ, ὁ τοῦ παιδὸς ἱερεὺς, τὸ μὲν τυραννικώτατον τῆς φύσεως ἴσχυσε καταπαλαῖσαι πάθος, καὶ παῖδα ἀνελεῖν ἐδυνήθη, καὶ παῖδα τὸν Ἰσαὰκ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, ἐν αὐτῇ τῆς νεότητος τῇ ἀκμῇ, μονογενῆ, γνήσιον, καὶ παρ' ἐλπίδα πᾶσαν αὐτῷ δεδομένον, καὶ ἀναγαγεῖν αὐτὸν ἐπὶ τὸ ὄρος ἴσχυσε, καὶ μάχαιραν ἥρπασε, καὶ διὰ τοῦ λαιμοῦ τοῦ παιδὸς τὸ ξίφος ὤθησε· καὶ γὰρ ὤθησε καὶ ᾕμαξεν· ἀλλ' ὅμως ὁ τοσοῦτον καὶ τηλικοῦτον ἰσχύσας διανύσαι ἆθλον, αὐτῆς ἐξελθὼν τῆς φύσεως, πρὸς τοὺς ἀγῶνας τῆς παρθενίας ἀποδύσασθαι οὐκ ἐτόλμησεν, ἀλλ' ἔδεισε καὶ αὐτὸς τὰ σκάμματα ταῦτα, 63.602 καὶ τὴν ἐκ τοῦ γάμου παραμυθίαν ἐπεσπάσατο. Καὶ ὁ δίκαιος δὲ Ἰὼβ, ὃς τὴν τοῦ διαβόλου συνέκοψεν ὄψιν, παιόμενος, οὐ παίων, καὶ ἅπαν ὑπέμεινε πειρασμῶν εἶδος, καὶ ἕκαστον μεθ' ὑπερβολῆς ἁπάσης· τὰ γὰρ δοκοῦντα εἶναι λυπηρὰ καὶ ὄντα, ταῦτα πάντα εἰς ἓν ἐξεχύθη σῶμα, καὶ μιᾶς κατεσκεδάσθη ψυχῆς τῆς ἐκείνου· ὁ τοσοῦτος οὖν καὶ τηλικοῦτος ἀνὴρ, ὁ τοσαύτας ἀνάγκας φύσεως καταπατήσας, οὐκ ἐτόλμησεν οὐδὲ αὐτὸς εἰς τὸν ἀγῶνα τοῦτον καθεῖναι, ἀλλὰ καὶ γυναικὸς ἀπέλαυσε, καὶ πατὴρ ἐγένετο παίδων τοσούτων. Οὐδαμοῦ γὰρ ἀγαμίαν