25
Μανικῶς καὶ ἐλεεινῶς κόψασθε. "Θύγατερ ἰταμίας." Ὁ Ἐνακεὶμ κατ' ἀρχὰς ἐκείνην ᾤκει τὴν γῆν. Ὀλίγον οὖν, φησὶ, μέλλετε χαίρειν ἐν ἐκείνῃ τῇ γῇ, μετ' οὐ πολὺ δὲ αἰχμαλωτίζεσθε. Ἀντὶ τοῦ, Ἀπηνὴς καὶ ἀπάνθρωπε· πρὸς δὲ τὴν γῆν τῶν Ἀμμανιτῶν ὁ λόγος. "Καὶ διασπαρήσεσθε." Ἀντὶ τοῦ, ὅπου ἂν ἕκαστος δυνηθῇ. "Τάδε λέγει Κύριος." ∆ι' ἧς δύναται σωθῆναι· πρὸς δὲ διάνοιαν, ὅτι Ἀπολῶ, φησὶν, τὴν σοφίαν τῶν σοφῶν. "Ἠπατήθη." Ἐν ᾧ ἐπεποίθεισαν ὡς ἀσφαλεῖ, εὑρεθήσεται ἀνωφελής. "Βαθύνατε εἰς κάθισιν." Εἰς βάθος καθίσατε, ἀντὶ τοῦ. Ἐκδέξασθε, καὶ μανθάνετε τὰ συμβησόμενα. ∆αιδὰν δὲ πόλις τῆς Ἰδουμαίας. 93.712 "Ὅτι δύσκολα ἐποίησεν." Τὸν μέλλοντα αὐτῇ πολεμεῖν. "Ὅτι ἐγὼ κατέσυρα τὸν Ἡσαῦ." Οἱ πολέμιοι. Πρὸς δὲ διάνοιαν, οἱ ἀπόστολοι, καὶ οἱ κατὰ καιροὺς τῶν Ἐκκλησιῶν προεστῶτες κατὰ τῆς εἰδωλολατρίας. "Ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν." Τὸν Σατανᾶν. Τὰ δι' ὧν τοὺς ἀνθρώπους ἠπάτων οἱ δαίμονες. "Καὶ αἱ χῆραι." Αἱ ἀποστᾶσαι τῶν ἐθνικῶν ψυχαί. "Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε." Τοὺς διεγείροντας κατὰ τῆς Ἰδουμαίας τὸν πόλεμον. Κατὰ δὲ τὴν θεωρίαν, τοὺς ἁγίους ἀποστόλους. "Ἡ παιγνία σου." Τὸ στρῆνός σου, ἡ ἀναξία σου. "Συνέλαβεν ἰσχύν." Καὶ οἱ βουνοὶ ἐν ἀνάγκαις ὀχυρώματά εἰσιν· ἐπ' αὐτῶν γὰρ ἱστάμενοι, λίθους κατὰ τῶν πολεμίων πέμπουσιν. "Καὶ οὐ μὴ κατοικήσει." Ταῦτα πάντα οὕτως τῇ ἱστορίᾳ ἁρμόζει. Ἤρξατο δὲ κατὰ τῆς δαιμονικῆς πλάνης γίνεσθαι ἀπὸ τῆς παρουσίας Χριστοῦ, καὶ πέρας ἕξουσιν ἐν τῇ συντελείᾳ. "Ἰδοὺ ὥσπερ λέων ἀναβήσεται." Ὁ Κύριος ἀνελθὼν ἐκ τοῦ βαπτίσματος. "Καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε." Κερὶ ὧν εἴρηται· Ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν· τὰ νήπια αὐτῶν. "Ἐὰν μὴ ἀβατωθῇ." Ἵνα μηκέτι ἔχωσι ποῦ καταλῦσαι οἱ δαίμονες, τῶν ἀνθρώπων ἐλευθερουμένων, καὶ τῶν εἰδωλίων καταστρεφομένων. "Ἰδοὺ ὥσπερ ἀετός." Ὁ μέλλων αὐτὴν καταλύειν. "Τῇ ∆αμασκῷ." Τῆς ∆αμασκοῦ προλέγει τὴν ἅλωσιν. "Κατῃσχύνθη. Ἡμὰθ καὶ Ἀρφὰθ, ἡ νῦν Ἀντιόχεια, τότε ἐκαλεῖτο. Ἐβασιλεύον[το] δὲ ἐκεῖνα τὰ χωρία τότε ὑπὸ τῆς ∆αμασκοῦ· αὕτη γὰρ ἦν τότε ἡ τῶν Σύρων βασιλικὴ χώρα. "Πῶς οὐχὶ ἐγκατέλιπε πόλιν;" Ἐν ταῖς τῶν πολεμίων ἀκοαῖς καταλιμπάνοντες τὰς πόλεις, εἰς τὰς κώμας ἔφευγον. Πῶς οὖν, φησὶν, ἐπὶ τοιαύταις ἀκοαῖς οὐκ ἔμελλον καταλιμπάνειν τὴν πόλιν, καὶ ἀπιέναι εἰς τὰς κώμας; Πόλιν δὲ ἐμὴν, φησὶν, ἐπειδὴ αἱ πᾶσαι πόλεις τοῦ Θεοῦ εἰσιν. "Ἄμφοδα." Ὡς βασιλεῖς Σύρων, Ἄδερ ἐκαλοῦντο,ὡς καὶ οἱ Αἰγύπτιοι Φαραώ. "Λίαν ἐμβαθύνατε εἰς κάθισιν." Ἐνομίσατε ἀσφαλῶς καθῆσθαι, τουτέστιν οἰκεῖν. "Ἐν τῇ αὐλῇ." Ἐν τῇ ἐρήμῳ. Αὐλὴ δὲ διὰ τὸ αἴθριον. "Ἀνάστηθι καὶ ἀνάβηθι." Καθήμενον εἰς ἀναψυχὴν, ἡσυχάζον, εὐσταθοῦν. "Οἷς οὐκ εἰσὶ θύραι." Βάλανοι, αἱ κλεῖδες, διὰ τὸ αἰθρίους οἰκεῖν. "Μόνοι καταλύουσι." Ἀντὶ τοῦ, διεσπαρμένοι. "Κεκαρμένους." Ἀντὶ τοῦ, τὴν εὐπρέπειαν ἀφηρημένους· ἄλλα δὲ βιβλία ἔχουσι, κεκραμένους, ἀντὶ τοῦ, συγκεχυμένους. 93.713 "Ἐκ παντός." Ἐκ παντὸς τρόπου τροπὴν αὐτοῦ ποιήσω. "Ἃ ἐπροφήτευσεν Ἱερεμίας." Ὃ καὶ γέγονε Κύρου τοῦ Πέρσου καθελόντος τὴν βασιλείαν Χαλδαίων, καὶ τοὺς Ἰουδαίους εἰς τὴν ἰδίαν ἀποστείλαντος. Αἰλὰμ ἢ τῆς Βαβυλῶνος, ἢ καὶ πάσης χώρας ἧς ἦρξε Κῦρος. Χρὴ εἰδέναι ὅτι ὁ ἅγιος Ἰωάννης ὑπομνηματίζων τὸν Ἱερεμίαν, μέχρι τῶν ὦδε ἀκολούθως ὑπεμνημάτισεν. Ἐάσας δὲ τὰ μετὰ ταῦτα, ἄρχεται ὑπομνηματίζειν ἀπὸ τῆς ἀρχῆς τῆς βασιλείας Ἰωακείμ· ἔνθα καὶ τὸ ὑποκείμενον σημεῖον κεῖται, καὶ οὕτω τὰ λοιπὰ ὑπεμνημάτισεν. "Καὶ ἐπάξω ἐπὶ Αἰλὰμ τέσσαρας ἀνέμους." Ἐπαγωγὴν κυκλόθεν, ἢ καὶ τὰ πανταχόθεν ἔθνη σημαίνει, τὰ συνελθόντα Ἀλεξάνδρῳ εἰς τὸν κατὰ ∆αρείου πόλεμον. "Καὶ ἀποστελῶ ὀπίσω αὐτῶν μάχαιράν μου." Τὴν ἀποτομίαν. "Καὶ θήσω τὸν θρόνον μου." Ἀντὶ τοῦ, μετὰ ἐξουσίας ἐπελεύσομαι αὐτοῖς, ἢ περὶ Ἐκκλησίας προθεσπίζει μελλούσης ἔσεσθαι παρ' αὐτοῖς. ΚΕΦ. Νʹ. "Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι." Μετὰ τὴν ἱστορίαν πρὸς τοὺς ἀποστόλους ὁ λόγος. "Παρεδόθη Μαιρωδάχ." Ἡ μὲν ὅλη χώρα ὡς πρὸς τὴν Ἱερουσαλὴμ, Βοῤῥᾶς καλεῖται. Ἡ δὲ