ἐπέφανεν ἡμῖν· οὐ μόνον αὐτὸν μαρτύριον δεδόσθαι φησὶν, ἀλλὰ γὰρ καὶ ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. Οἱ μὲν μακάριοι προφῆται, καὶ πρὸ αὐτῶν ἔτι Μωϋσῆς, μέτρον ἔχοντες τὸ οἰκε τικὸν, τὸ "Τάδε λέγει Κύριος" ἐπεφώνουν ἀεὶ τοῖς ἀκροωμένοις, οὐχ ὡς προστάσσοντες μᾶλλον, ἀλλ' ὡς θείαις διακονοῦντες φωναῖς. Ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεοπρεπεστάτους ἐποιεῖτο λόγους· ἐθαυμάζετο γοῦν καὶ παρ' αὐτοῖς τοῖς Ἰουδαίοις, ὡς ἐν ἐξουσίᾳ ἦν ὁ λόγος αὐτοῦ, καὶ ὡς ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ Γραμμα τεῖς αὐτῶν· οὐ γὰρ ἦν ὁ λόγος αὐτῷ τῆς τοῦ νόμου σκιᾶς, ἀλλ' ὡς αὐτὸς ὢν ὁ νομοθέτης, μετετίθη τὸ γράμμα πρὸς ἀλήθειαν, καὶ τοὺς τύπους εἰς ἐμφά νειαν τὴν πνευματικήν· ἄρχων γὰρ ἦν, καὶ τοῦ προστάττειν ταύτην ἔχων τὴν ἐξουσίαν. Καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, κ.τ.λ. (A f. 80 b, H f. 247) Καὶ μετ' ἐξουσίας τῆς θεο πρεποῦς τοῖς ἀκαθάρτοις ἐπετίμα πνεύμασιν. Ἵνα γοῦν μὴ ἀπιστῶμεν, γείτονα τοῖς λόγοις ἐποιεῖτο τὴν θεοσημείαν.Εἴδομεν ἐν τῇ ἐρήμῳ νενικη μένον παρ' αὐτοῦ τὸν ἀλιτήριον Σατανᾶν, καὶ τρισὶ καταῤῥαγέντα πτώμασιν· εἴδομεν αὐτοῦ πάλιν κα τασειομένην τὴν δύναμιν, καὶ πίπτουσαν τὴν καθ' ἡμῶν ἐξουσίαν· εἴδομεν ἑαυτοὺς ὡς ἐν ἀπαρχῇ τῷ Χριστῷ τοῖς πονηροῖς ἐπιπλήττοντας πνεύμασιν. Ὡς γὰρ καὶ τοῦτο πρὸς καύχημα βλέπει τῆς ἀνθρωπείας φύσεως, ἐξ αὐτῶν μαθήσῃ τῶν τοῦ Σωτῆρος ῥημά των· κατεψεύδοντο μὲν γὰρ Ἰουδαῖοι τῆς δόξης αὐ τοῦ, καὶ δὴ καὶ ἔφασκον· "Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν Βεελζεβοὺλ ἄρχοντι τῶν δαιμο νίων." Εἶτα πρὸς αὐτοὺς πλεῖστά τε ὅσα καὶ ἀναγ καῖα προειρηκὼς, ὕστερον ἔφη· "Εἰ δὲ ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ." Εἰ γὰρ ἄνθρωπος γεγονὼς καθ' ὑμᾶς, φησὶ, ἐν ἐξουσίᾳ καὶ βασιλείᾳ τῇ θεοπρεπεῖ τοῖς ἀκαθάρτοις ἐπιπλήττω πνεύμασιν, ἡ ὑμετέρα φύσις ἐστὶ τῇ τοιᾷδε δόξῃ στεφανουμένη· ὑμεῖς γὰρ ὁρᾶσθε δι' ἐμοῦ τε καὶ ἐν ἐμοὶ τὴν τοῦ Θεοῦ βασιλείαν καταπλουτήσαντες. (B f. 53) Ἠλαύνοντο τοίνυν τὰ πονηρὰ δαιμόνια, καὶ δὴ καὶ πρὸς αἴσθησιν ἐνηνεγμένα τῆς ἀνικήτου δυνάμεως αὐτοῦ, καὶ μὴ φέροντες τὰς προσβολὰς τῆς θεότητος, τυραννικὸν καὶ πανοῦργον ἀνεφθέγγοντο· "Ἔα, λέγοντα· τί ἡμῖν καὶ σοί;" τουτέστι· Τί οὐκ ἐᾷς ἡμᾶς χώραν ἔχειν, περιαιρῶν τῆς ἀσεβείας τὴν πλάνην; Εἶτα εὐφημεῖν ὑποκρίνονται, καὶ ἅγιον τοῦ 72.549 Θεοῦ καλοῦσιν αὐτόν· ᾠήθησαν γὰρ ὅτι διὰ τῆς τοι αύτης εὐφημίας, κενῆς δόξης ἀποτελοῦσιν αὐτὸν ἐραστὴν, καὶ ἀποσχέσθαι παρασκευάζουσι τοῦ ἐπι πλήττειν αὐτοῖς, οἷον ἀντὶ χάριτος διδόντα χάριν· ἀλλ' οὐκ ἐπιτεύξεται δόλιος θήρας. Θεὸς γὰρ οὐ μυ κτηρίζεται, ἀποφράττει δὲ αὐτῶν τὰς ἀκαθάρτους γλώσσας ὁ Κύριος. Εἶτα προστάττει τῶν ἐχόντων ἀποφοιτᾷν. Οἱ δὲ τῶν οὕτω μεγάλων θεωροὶ γεγο νότες, καταπλήττονται τοῦ λόγου τὴν ἐξουσίαν· οὐ γὰρ εὐχὴν ἀνατείνων, ἢ γοῦν παρ' ἑτέρου τὸ δύνα σθαι κατορθοῦν αἰτήσας πώποτε, τὰς θεοσημείας ἐπλήρου, ἀλλ' αὐτὸς ὢν ὁ Λόγος τοῦ Θεοῦ καὶ Πα τρὸς, ὁ ζῶν τε καὶ ἐνεργὴς, καὶ δι' οὗ τὰ πάντα, καὶ ἐν ᾧ τὰ πάντα, ἐκεῖνος ἦν ὁ συντρίβων τὸν Σατανᾶν, καὶ τῶν ἀκαθάρτων δαιμόνων ἀποφράττων τὸ βέ βηλον στόμα. Εἰσῆλθεν εἰς τὴν οἰκίαν Σίμωνος. (A f. 81, B f. 53 b, E f.114 b, δ φ. 17, H f. 249) Θέασαι τοίνυν, πῶς κατέλυσε παρ' ἑνὶ τῶν μαθητῶν, ἀνθρώπῳ πένητι καὶ ἀσήμῳ κατὰ τὸν βίον, ὁ τὴν ἑκού σιον δι' ἡμᾶς ὑπομείνας πτωχείαν, ἵν' ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ μάθωμεν τοῖς ταπεινοῖς συναπάγεσθαι, καὶ μὴ κατεπαίρεσθαι τῶν ἐν ἐνδείᾳ καὶ θλίψει.Ἐφίστησι τῇ τοῦ Σίμωνος οἰκίᾳ ὁ Ἰησοῦς, καὶ εὑρίσκει πυρέττουσαν τὴν αὐτοῦ πενθεράν· καὶ ἐπιστὰς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτήν. Μήποτε οὖν ἐν μὲν τῷ, "Ἀφῆκεν αὐτὴν ὁ πυρετὸς," εἰρημένῳ ὑπὸ Ματθαίου καὶ Μάρκου, οὐδενὸς περὶ ζώου ἐμφαίνηται τοῦτον πυρετὸν ἐνεργοῦντος· ἐν δὲ τῷ, "Ἐπιστὰς ἐπάνω αὐτῆς ἐπετίμησε τῷ πυρετῷ, καὶ ἀφῆκεν αὐτὴν," εἰρημένῳ ὑπὸ