26
που καὶ θαῦμα κηρύττουσιν ἐν μυστηρίοις· ἥξουσί σοι πολλοὶ δέ, καὶ τὸ πᾶν μάθῃς· θᾶττον γὰρ αὐτὸς ἄγγελος μηνυμάτων ἔδραμον ἐλθεῖν γηθοσύνῃ καρδίας καί σοι κομίσαι χάρμα καὶ θυμηδίαν. {ΘΕΟΤΟΚΟΣ} Εἰς καιρὸν ἥκεις, καὶ χάρις σοι κείσεται· εἰς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων ἄτην αὐτῶν γε μᾶλλον ἀνόμων πρεσβυτέρων, ψευδῆ τε καὶ μάταιά τ' ἐννοουμένων. Πῶς γὰρ ἂν εἶρξε τάφος, ἢ σφραγὶς λίθου, ἢ φυλάκων φάλαγξ τις ἀλήπτου Λόγου εἰς συγγένειαν Πατρὸς ἀμειφθὲν δέμας, ὃ καὶ πρὶν ὦπτο βαῖνον ὑγρὰν ὡς πέδον, τὸν αὐτόριζον, αὐτοπλάστην ∆εσπότην φέρον φέροντα τὸν φέροντα πᾶν κράτει; ὃς κλεῖθρα παρθένια μηδαμῶς λύσας ἐξῆλθεν, ἀνέτειλεν ἐνθέῳ σθένει· οὐ γὰρ κορείης ἅμμα διέλυσέ πως. Ἔτικτον αὐτόν, οἶδα δ' ὡς ἐγεινάμην. Ἡ φυλάκων φάλαγξ δὲ πῶς ἂν ᾔσθετο τὴν ἐξέγερσιν τοῦ λαθόντος ἀγγέλους; πῶς ἐκ βροτείων αἱμάτων πλάττει δέμας; πῶς σὰρξ πέφηνεν ὢν ἄσαρκος πρὶν Λόγος; πῶς καὶ μένων ὅλος δὲ Πατρὶ πρὸς πόλον, ὅλος τε παντί, πρός τ' ἐμὴν ἦν γαστέρα; Ταῦτ' ἐφρύαξαν ἱερεῖς μάτην φθόνῳ. Ἡμεῖς δέ, φίλαι, νῦν δράμωμεν πρὸς τάφον, στείχωμεν ὡς τάχιστα πρὸς τύμβον πάλιν· πάντ' ἐξακριβώσωμεν ἀσφαλῶς ἔτι καὶ πάντα δηλώσωμεν, ὡς ἔχει, φίλοις· αὐτοί τε συνδραμόντες ὄψονται μάλα. {ΧΟΡΟΣ} Καὶ μὴν ὁ Πέτρος σὺν Ἰωάννῃ φίλῳ, θᾶττον δραμόντες πρὸς τάφον ζωηφόρον καὶ πάντ' ἀκριβώσαντες, εἶπον τοῖς φίλοις, ὡς Μαγδάλ' εἶπε Μαρία πιστουμένη, πρώτη δραμοῦσα, πάντ' ἀκριβωσαμένη καὶ τὴν κένωσιν μηνύσασα τοῦ τάφου. {ΘΕΟΤΟΚΟΣ} Ναὶ ναὶ πρὸ πασῶν ἥδ' ἔδραμεν ἐς τάφον, ἐγώ τε ταύτῃ ξυνέδραμον αὐτίκα, καὶ τὴν κένωσιν εἴδομεν πρὶν τοῦ τάφου, ἄρσιν τ' ἔδοξε τήνδε νεκροῦ φιλτάτου καὶ πρὸς τόπον σώματος ἄλλον που θέσιν. Ἀλλ' εὐθέως ἔγνωμεν, ὡς τὸ πρᾶγμ' ἔχει, καὶ τοῦτο μύσταις Μαρία δραμοῦσ' ἔφη· Πέτρος δ' ἀναστὰς ἔδραμε πρὸς τὸν τάφον, ξυνέδραμ' αὐτίκα τε μύστης παρθένος, εἶδον θ' ἅτιν' εἴρηκε Μαρία σφίσιν. Αὖ δ' ἄμμες ἐλθεῖν κατόπιν γ' ἐδράμομεν. Ἐγγὺς δ' ὅμως πάρεστιν ἥδ' ἡ Μαγδάλα, φήσειέ τ' αὐτὴ πᾶν ὅραμα δρᾶμά τε. {ΜΑΓ∆ΑΛΗΝΗ} Τί φῄς, κόρη δέσποινα, χάρμα τοῦ γένους; {ΘΕΟΤΟΚΟΣ} Ἅττα προϊδεῖν καὶ προειπεῖν τοῖς φίλοις εἴρηκας, αὐτὴ ταῦτ' ἀπαγγέλλω κόραις. {ΜΑΓ∆ΑΛΗΝΗ} Οὕτως ἔχει, δέσποινα, καθάπερ λέγεις. Οἶδας γὰρ οἶδας τῷ τάφῳ με πρωΐσαι, ὅσα τ' ἔφην, ἔκλυες. Οὐ χρή μ' αὖ λέγειν, ἅπερ δραμοῦσα πρὸς πανόλβιον τάφον σὺν σοὶ τὸ πρῶτον, εἶτα σὺν μύσταις δυοῖν, κἀκεῖ δακρυχέουσα, παρισταμένη ἀνιστόρησα κἀκριβωσάμην τρανῶς· λευχειμονοῦντάς τ' εἶδον ἀγγέλους δύο, ἄνω κάτω τε τοῦ τάφου καθημένους, τὸν μὲν κεφαλῇ, τόνδε δ' αὖ πρὸς τοὺς πόδας· καὶ τούσδ' ἀπαστράπτοντας ἰδοῦσ' ἐνθέως ἔστην καταπλαγεῖσα χαρᾷ καὶ φόβῳ· εἶτ' αὖ δι' ὤτων γῆρυν, οὐχ ἣν εἰκάσαι, ἐδεξάμην γε καὶ μετεστράφην τρόμῳ· αὐτίκα δ' ἀθρῶ Χριστὸν ἐν καινῇ θέᾳ· μορφῇ γὰρ οὔτι φαῦλον εἰσβαλεῖν ἔφην, πίτνω τε πρὸς γῆν καὶ ποδῶν ἐφηπτόμην. Ὅδ' ἀπέπεμπε καὶ φίλοις ἔπεμπέ με· καὶ τοῦδ' ἀκούσασ' ὧν ἐφιέμην μαθεῖν, ὡς πρὸς πόλον γ' ἄνεισι καὶ τὸν Πατέρα· οὔπω δ' ἀναβέβηκεν, ὡς ἔφη, τέως, ἐν γῇ μένων δὲ πρὸς Γαλιλαίαν φίλους, ὡς σφίσιν εἶπε, προφθάνειν καὶ προσμένειν· μύσταις ἅπαντα ταῦτα τοῖς φίλοις ἔφην. Οἵδ' οὐδὲν ἡγήσαντο τοὺς ἐμοὺς λόγους, ἀλλ' ἦλθον αὐτοὶ πρὸς τάφον ταχυδρόμοι εἶδόν θ' ἅπερ γ' ἔκλυες· οὐ χρή τ' αὖ λέγειν, ἅτε ξυνούσης καὶ σέθεν πρὸ βραχέος ἔκλυον ἱστόρησά τ' οἶδας παγκάλως. Τὰ πρὶν γὰρ ἀκούσασα σὺν φίλαις κόραις, θάμβει καταπλαγεῖσ' ἐμοὶ ξυνιέναι ξὺν δυσὶν ἄλλαις Μαρίαις φιλουμέναις ἔδραμες ἰδεῖν, ἅπερ ἔκλυες πάρος, εἶδές τε πάντα καὶ σὸν Υἱόν, ὡς ἔδει. Ἐγὼ δὲ κλύω καὶ φίλων ἄλλους δύο νῦν, ἀπιόντας ὡς πρὸς ἀγρόν, τόνδ' ἰδεῖν καὶ πάντα μαθεῖν ὧν μαθεῖν εἶχον πόθον, οἳ καὶ τρέχουσι τοῖς φίλοις εἰρηκέναι· κἀκεῖσ' ἐπελθεῖν θᾶττον ἡμᾶς νῦν δέον· ἴσως ἴδωμεν αὖτε καὶ τὸν ∆εσπότην. Ἰδοὺ γὰρ ἤδη καὶ κνέφας τῆς ἑσπέρας· δράμωμεν οὖν, δράμωμεν ᾗχι τοὺς φίλους τὸ νυκτερινὸν συνάγειν οἶμαι κνέφας. {ΧΟΡΟΣ} Ἰδοὺ κατειλήφαμεν οἶκον Μαρίας, ὅποι παρεῖναι