26
ἐνομοθέτησεν ὁ Θεός· ᾧ πρέπει δόξα καὶ τιμὴ καὶ προσκύνησις, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΟΜΙΛΙΑ Εʹ. Περὶ εὐτυχίας καὶ δυστυχίας.
Οἱ πολλοὶ τῶν ἀνθρώπων ὅταν πλουτῶσιν, ὅταν εὐδοκιμῶσιν, ὅταν αὐτοῖς
κατὰ ῥοῦν ἅπαντα φέρηται, ὅταν τῶν ἐχθρῶν κρατῶσι, τότε μεμνῆσθαι νομίζουσιν αὐτῶν τὸν Θεόν· διὰ τοῦτο οὔτε, ὅταν αὐτῶν ἐπιλανθάνηται, ἴσασιν. Οἱ γὰρ τῆς μνήμης τὸ σημεῖον οὐκ εἰδότες, οὐδὲ τὸ τῆς λήθης ἐπίστανται. Μνήμην γὰρ οὐδὲν οὕτω ποιεῖ παρὰ τῷ Θεῷ, ὡς τὸ τῆς ἀρετῆς ἐπιμελεῖσθαι· ὥσπερ οὖν λήθην οὐδὲν ἕτερον, ἢ τὸ ἐν ἁμαρτίαις εἶναι. Καὶ σὺ τοίνυν ὅταν ἐν συμφοραῖς ᾖς, ἄνθρωπε, μὴ λέγε, ὅτι Ἐπελάθετό μου ὁ Θεὸς, ἀλλ' ὅταν ἐν ἁμαρτίαις ᾖς, κἂν πάντα σοι κατὰ ῥοῦν φέρηται, τότε μᾶλλον. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ, οὐ μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πραγμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων μεταβολῆς χαυνουμένη. Ὥσπερ γὰρ ἡ τῶν πλουσίων ὑδάτων φορὰ δεξαμένη τὸ ἐπιῤῥέον, πομφόλυγας διανίστησι, καὶ αἱ μὲν αὐτῶν ἅμα τῷ γενέσθαι ἐῤῥάγησαν, αἱ δὲ πλεῖον ὀγκωθεῖσαι μετέπειτα καὶ αὐταὶ ἐῤῥάγησαν· τὸν αὐτὸν τρόπον ἡ θάλασσα τοῦ βίου τούτου τοὺς μὲν ὀλίγον φανέντας ἐκάλυψε, τοὺς δὲ ἐπὶ πλεῖον διαρκέσαντας καὶ αὐτοὺς κατεπόντισε. Καὶ τί ταράττῃ, φησὶν, εἰ ὁ δεῖνα ἐκβέβληται, καὶ ὁ δεῖνα εἰσενήνεκται; ὁ Χριστὸς ἐσταυροῦτο, καὶ Βαραββὰς ὁ λῃστὴς ἐξῃτεῖτο, προκριθεὶς τοῦ Σωτῆρος ὁ ἀνδροφόνος. Ὅταν γὰρ μεταβολή τις γένηται πρὸς τὸ χεῖρον, τότε τῶν κολάκων ἀφαιρεῖται τὰ προσωπεῖα· τότε ὁ χορὸς ἐλέγχεται τῶν ὑποκριτῶν καὶ ἡ σκῆψις τοῦ πράγματος· ἀνοίγεται πάντων τὰ στόματα, Ὁ μιαρὸς, λέγοντες, ὁ πονηρὸς, ὁ παμπόνηρος, οὐ χθὲς αὐτὸν ἐκολάκευες; οὐ τὰς χεῖρας αὐτοῦ κατεφίλεις; Προσωπεῖον ἦν ἐκεῖνα· ἦλθεν ὁ καιρὸς, καὶ ἔῤῥιψα τὸ προσωπεῖον, καὶ ἀπεφηνάμην τῇ διανοίᾳ. Πολλοὶ δὲ κακοπραγοῦσι μὲν συναλγοῦσι τοῖς φίλοις, εὐδοκιμοῦσι δὲ οὐκ ἔτι συνήδονται. Τὸ γὰρ, Μετὰ χαιρόντων χαίρειν, οὐ μικρόν ἐστι κατόρθωμα, ἀλλὰ καὶ τοῦ, Κλαίειν μετὰ κλαιόντων, καὶ τοῦ προΐστασθαι τῶν ἐν κινδύνοις, κατὰ πολὺ μεῖζον. Πολλοὶ γὰρ κινδυνεύουσι μὲν συνεκινδύνευσαν, εὐδοκιμοῦσι δὲ οὐ συνήσθησαν, ἀλλὰ καὶ ἐδήχθησαν, καὶ τὸ χαλεπώτερον ὑπομείναντες, πρὸς τὸ εὐκολώτερον ἠτόνησαν. Καὶ γὰρ οὐδὲν οὕτω παρανόμους ποιεῖ καὶ ἀνοήτους, ὡς τὸ πρὸς τὴν τῶν 63.602 πολλῶν κεχηνέναι δόξαν· καὶ οὐδὲν εὐδοκίμους καὶ ἀδαμαντίνους ποιεῖ, ὡς τὸ αὐτῆς ὑπερορᾷν. ∆ιὸ καὶ σφόδρα νεανικῆς δεῖ ψυχῆς τῷ μέλλοντι πρὸς τοσαύτην ἀντέχειν ῥύμην καὶ βίαν πνεύματος. Καὶ γὰρ ὅταν μὲν εὐημερῇ, πάντων ἑαυτὸν τῶν ἄλλων προτίθησιν· ὅταν δὲ τἀναντία ὑπομένῃ, κατορύξαι ἑαυτὸν βούλεται, ὑποβρύχιος ὑπὸ τοῦ πάθους γινόμενος. Ἀλλ' οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας. ∆ιὰ τοῦτο τεῖχος αὐτοῖς ἐγένετο τὸ πῦρ, καὶ στολὴ ἡ φλὸξ, καὶ πηγὴ ἡ κάμινος, καὶ δεδεμένους λαβοῦσα, λελυμένους παρέδωκεν· ἔλαβε θνητὰ σώματα, καὶ ὡς ἀθανάτων ἀπέσχετο· οὐκ ἔγνω τὴν φύσιν, ἀλλ' ᾐδέσθη τὴν εὐλάβειαν· ἔδησε τοὺς πόδας ὁ τύραννος, καὶ ἔδησαν οἱ πόδες τοῦ πυρὸς τὴν ἐνέργειαν. Ὢ παραδόξου θαύματος· τοὺς δεδεμένους ἔλυσεν ἡ φλὸξ, καὶ αὐτὴ λοιπὸν ὑπὸ τῶν δεδεμένων ἐδέδετο. Μετέβαλε γὰρ τῶν πραγμάτων τὴν φύσιν ἡ τῶν νεανίσκων εὐλάβεια· μᾶλλον δὲ οὐ τὴν φύσιν μετέβαλεν, ἀλλ', ὃ πολλῷ θαυμαστότερον ἦν, μενούσης τῆς φύσεως, τὴν ἐνέργειαν ἔστησεν· οὐ γὰρ ἔσβεσε τὸ πῦρ, ἀλλὰ καιόμενον ἀργὸν ἐποίησε. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, οὐκ ἐπὶ τῶν σωμάτων τοῦτο τῶν ἁγίων μόνον ἐγένετο, ἀλλὰ καὶ ἐπὶ τῶν ἱματίων αὐτῶν· καὶ καθάπερ ἐπὶ τῶν ἀποστόλων τὰ ἱμάτια Παύλου νοσήματα καὶ δαίμονας ἤλαυνε,