1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

26

Βαβυλὼν ὡς πρὸς τὴν θέσιν τῶν τόπων, νοτιωτέρα ἐστὶ τῶν Μήδων. Φησὶν οὖν, ὅτι ὁ Μαιρωδὰχ μετὰ τῶν Μήδων ἀνιὼν λήψεται τὴν Βαβυλῶνα. "Ὧδε γὰρ τὸ πρόσωπον αὐτῶν δώσουσι." Ἀντὶ τοῦ, Ἐνταῦθα ἐν τῇ Σιὼν, ὅπου ὁ προφήτης προεφήτευσεν. "∆ιαθήκη γὰρ αἰώνιος." Ἡ πρὸς τὸν Ἀβραὰμ ἐπαγγελία, ἥτις ἐπληρώθη διὰ Χριστοῦ. "Οἱ ποιμένες αὐτῶν ἔξωσαν αὐτούς." Οἱ ἱερεῖς καὶ βασιλεῖς, νομοδιδάσκαλοι, ψευδοπροφῆται. Ἀπὸ κακίας εἰς κακίαν· ἔθυον δὲ καὶ ἐπὶ τοιούτων τοῖς δαίμοσι. "Πάντες οἱ εὑρίσκοντες αὐτοὺς ἀνήλισκον αὐτούς." Τοῦ νοῦ, καὶ τῶν θείων μαθημάτων, οἷς ἐπανεπαύοντο. -Οἱ ἀλιτήριοι δαίμονες. Μετὰ τὴν ἱστορίαν, πρὸς τοὺς πιστοὺς ὁ λόγος. Αὐτοὶ δὲ, φησὶν, εἰσὶ νομὴ τοῦ Θεοῦ ἐπὶ δικαιοσύνῃ ὑπὸ Θεοῦ ἐκλεχθεῖσα. Ἐπειδὴ γὰρ Θεὸς τοὺς πατέρας αὐτῶν ἐκλεξάμενος ἐξήγαγεν ἐξ Αἰγύπτου, εἰκότως καὶ πρόβατα καλοῦνται, καὶ νομὴ Θεοῦ ὡσανεὶ κτήτορος. "Καὶ ἐξέλθετε." Ἀσύμφωνοι γένεσθε τοῖς Βαβυλωνίοις, καὶ φοβεροὶ τοῖς δαίμοσιν. "Ὅτι ἰδοὺ ἐγὼ ἐγείρω." Τὰ κατεψυγμένα τῇ ἁμαρτίᾳ ἔθνη, αὐτὰ διὰ τῆς εἰς Χριστὸν πίστεως στρατεύουσι κατὰ τῆς εἰδωλολατρείας. "Καὶ ἔσται ἡ Χαλδαία εἰς προνομήν." Ἡ τῶν Χαλδαίων χώρα, ἡ Βαβυλών. "Ἀνετράπη." Ἡ Βαβυλὼν, ἥτις ἐπὶ δόξῃ καὶ πλούτω ἐγέννησεν ὑμᾶς. 93.716 "Πάντες τείνοντες τόξον." Πρὸς τοὺς ἀποστόλους ὁ λόγος, ἐπὶ τὴν νοητὴν Βαβυλῶνα. "Ἔπεσαν αἱ ἐπάλξεις αὐτῆς." Οἱ ἀλιτήριοι δαίμονες. "Καὶ κατεσκάφη τὸ τεῖχος αὐτῆς." Αὐτὸς ὁ ἀρχέκακος Σατανᾶς. "Ἀπὸ προσώπου μαχαίρας Ἑλληνικῆς." Τῷ Κύρῳ Ἕλληνες συνεμάχησαν· νικησάσης οὖν τῆς Ἑλληνικῆς μαχαίρας, ἀφεθέντες ὑπὸ τοῦ Κύρου οἱ αἰχμάλωτοι εἰς τὴν ἰδίαν ἐπαναστρέψουσιν. "Ὁ πρῶτος ἔφαγεν αὐτὸν βασιλεὺς Ἀσσούρ." Ἀσσύριος ὢν ὁ Σεναχηρεὶμ πρῶτος τὰς δέκα φυλὰς, σάρκας οὔσας ἔφαγε, τουτέστιν ᾐχμαλώτισεν. "Καὶ οὗτος ὕστερον τὰ ὀστᾶ αὐτοῦ." Ὁ Ναβουχοδονόσορ. Ὀστᾶ δὲ καλεῖ τὸν Ἰούδα, ὡς σύστασιν ὄντα τοῦ παντὸς σώματος. "Ζητήσουσι." Ὅτι πᾶσι τοῖς πιστεύσασιν τὴν ἀμνηστίαν τῶν ἁμαρτημάτων ὁ Χριστὸς ἐδωρήσατο. "Πικρῶς ἐπίβηθι ἐπ' αὐτήν." Πρὸς μὲν τὴν ἱστορίαν ἐπὶ τὴν Βαβυλῶνα, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν εἰδωλολατρείαν. "Πῶς συνεκλάσθη." Ἡ σφύρα πάσης τῆς γῆς, ἡ τὴν οἰκουμένην συντρίψασα, Βαβυλὼν ἢ καὶ εἰδωλολατρεία. "Ἐπιθήσονταί σοι." Πρὸς μὲν τὴν ἱστορίαν, διὰ τὸ τῶν πολέμων αἰφνίδιον· πρὸς δὲ διάνοιαν, διὰ τὸ κρυπτὸν τοῦ βάθους τοῦ κατὰ Χριστὸν μυστηρίου. "Ἤνοιξε Κύριος." ∆ιὰ τὸ κεκρυμμένον ἀπὸ τῶν αἰώνων μυστήριον. "Ἐρευνήσατε αὐτήν." Ἐξ αὐτῶν τῶν λογισμῶν ἀναμοχλεύσατε τὴν εἰδωλολατρείαν. "Ἀναξηράνατε αὐτῆς πάντας τοὺς καρπούς." Πρὸς μὲν τὴν ἱστορίαν, τοὺς τυράννους τῆς Βαβυλῶνος· πρὸς δὲ διάνοιαν, τοὺς τῆς ἁμαρτίας καρποὺς, πορνείαν, καὶ ἀκαθαρσίαν, καὶ τὰ ἑξῆς. "Φωνὴ φευγόντων." Τῶν εἰς τὸν Κύριον ἡμῶν καταφευγόντων. "Ἰδοὺ ἐγὼ ἐπὶ σὲ τὴν ὑβρίστριαν." ∆ύναται ταῦτα καὶ κατὰ τῆς τῶν Ἰουδαίων συναγωγῆς λαμβάνεσθαι. "Καὶ ἀνάψω πῦρ ἐν τῷ δρυμῷ αὐτῆς." ∆ρυμῷ μὲν, τῷ πλήθει. Ἰστέον δὲ ὅτι καὶ τὸ θεῖον πῦρ ἐμπίπτον εἰς ψυχὰς, ὥσπερ φλὸξ ἐν δρυμῷ ξύλων, πάντα καταναλίσκει τῆς κακίας τὰ εἴδη. "Τάδε λέγει Κύριος." Περὶ τῆς αἰσθητῆς αἰχμαλωσίας τῶν υἱῶν Ἰσραὴλ, καὶ τῆς τῶν ψυχῶν νοητῆς αἰχμαλωσίας, καὶ τῆς αὐτῶν διὰ τοῦ Κυρίου ἀπολυτρώσεώς φησιν. "Κρίσιν κρίνει." ∆ιὰ τοῦτο ἔλεγεν ὁ Σωτήρ· Νῦν κρίσις τοῦ κόσμου τούτου· νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβέβληται. "Ἐπὶ τῷ ὕδατι αὐτῆς." Καθ' ἱστορίαν μὲν, ἐπὶ τῷ πλήθει· πρὸς δὲ διάνοιαν, ἐπὶ τῷ ὑγρῷ, καὶ ἀνειμένῳ, καὶ ἁμαρτωλῷ βίῳ. "Καὶ ἐν ταῖς νήσοις." Ὡς καὶ τούτων κρατοῦντες οἱ Βαβυλώνιοι· πρὸς δὲ διάνοιαν, ἐν τοῖς εἰδώλοις. 93.717 "∆ιὰ τοῦτο κατοικήσουσιν." Ὁμοιώματα ἀνθρώπων, οὐκ ἄνθρωποι, ἵνα εἴπῃ τὴν ἀσθένειαν τῶν συμμαχούντων τοῖς βασιλείοις. Καὶ γὰρ καὶ τοὺς ἀντιπράξαντας τῶν νησιωτῶν εἷλεν ὁ Κύρος. Τὴν δὲ τούτων ἐρημίαν σημαίνει διὰ τῶν Σειρήνων, ὡς ἀνθρωπομόρφων λοιπὸν δαιμονίων, ἢ καὶ ᾠδικῶν ὀρνέων, διὰ τὴν ἐρημίαν οἰκούντων τοὺς τόπους. "Ἰδοὺ λαὸς ἔρχεται." Οἱ ἐξ ἐθνῶν